← 佚名

亚里士多德《范畴篇》释义

§57.31-59.14

作为包容力量的空间与存在的层级包围

作者将空间界定为并非单纯的数学边界,而是依存在者的自然、生命与理智而定的能动且具包容性的力量;并借助阿尔库塔斯的学说,论述了从宇宙经由灵魂与理智直至神圣第一原因的层级性包围结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#14

ὥστε οὐ χρὴ ψιλὸν πέρας ἐπινοεῖν τὸν τόπον, ὡς ἐπινοοῦμεν τὰς μαθηματικὰς ἐπιφανείας τῶν μαθηματικῶν σωμάτων πέρατα, ἀλλ’ ὡς φυσικῶν σωμάτων φυσικοὺς ὅρους καὶ ὡς ἐμψύχων ζώων ζωτικοὺς ὅρους καὶ ὡς νοερῶν ὄντων νοερὰ πέρατα καὶ ὡς ἐν δυνάμει ὄντων δυνατώτατα καὶ ὡς εἰδητικῶν εἰδητικά. καὶ τἄλλα ὡσαύτως οἰκείως ἐφ’ ἕκαστον ἀφοριστέον, ἵνα ὄντως ᾖ συγγενῆ τὰ πέρατα ἐκείνοις, ὅσα ἐν ἑαυτοῖς συμπεραίνει. Μετὰ δὲ ταῦτα κατὰ τὸ περιέχειν καὶ κατὰ τὸ ὅλον γένος τῆς περιοχῆς τὸν τόπον θεωρητέον, κατὰ δὲ τὸ περιέχεσθαι τὰ ἐν τόπῳ ἀφοριστέον. μὴ τοίνυν διάστημά τις τὴν περιοχὴν ψιλῶς οὕτω νοείτω· οὐ γάρ ἐστι τὸ τοῦ παντὸς διάστημα ἀργόν, ἀλλὰ πεπλήρωται κατὰ μὲν τὰ εἴδη τῶν ὅλων εἰδῶν, κατὰ δὲ τὰς ζωὰς τῶν ὅλων ζωῶν, κατὰ δὲ τὰς δυνάμεις τῶν ὅλων δυνάμεων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δεῖ δὲ οὐ μόνον ὡς περιέχοντα τὸν τόπον καὶ ὡς ἐνιδρύοντα ἐν ἑαυτῷ τὰ ἐν τόπῳ ὄντα, ἀλλὰ καὶ ὡς ἀνέχοντα αὐτὰ κατὰ δύναμιν μίαν οὕτως νοεῖν· οὕτω γὰρ οὐκ ἔξωθεν μόνον περιέξει τὰ σώματα, ἀλλὰ καὶ ὅλα δι’ ὅλων αὐτὰ πληρώσει τῆς ἀνεγειρούσης αὐτὰ δυνάμεως. τὰ δὲ ὑπ’ αὐτῆς ἀνεχόμενα σώματα πίπτοντα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἀνεγειρόμενα δὲ κατὰ τὴν ἐπικράτειαν τοῦ τόπου οὕτως ἐν αὐτῷ ἔσται.1 διὸ ἡ μὲν τῶν πολλῶν δόξα ἡ τὸ πέρας τοῦ περιέχοντος ἀφοριζομένη τόπον, καθ’ ὅσον ἐστὶ διαστατόν, τὸ τοῦ περιεχομένου ἔσχατον τὸν τόπον λέγει καὶ τὸ κατ’ ἐπακολούθησιν ἐπισυμβαῖνον τῷ τέλει· ἡ δὲ τὸ πέρας κατὰ τὴν αἰτίαν καὶ τὴν ἀρχὴν περιλαμβάνουσα τῷ λογισμῷ δόξα οὐ τῶν συμβεβηκότων τι περὶ τὸν τόπον λέγει οὐδὲ τῶν ἐπὶ τέλει περὶ αὐτῶν ὑπαρχόντων, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν πρεσβυτάτην αἰτίαν παραδίδωσιν. ἀπὸ δὲ τούτων ῥᾴδιον μαθεῖν, πῶς ἡ νοητὴ ψυχὴ τόπος τῶν ἐν αὐτῇ λόγων λέγεται· δῆλον γὰρ ὡς εἰς ἕνα λόγον καὶ ἓν κεφάλαιον τοὺς πολλοὺς ἐν αὐτῇ συνειληφυῖα, οὐχ ὡς ἑτέρους ἐν ἑτέρῳ ἀλλ’ ὡς τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ.2 ἔνθα δὴ καὶ ὁ τόπος ζωτικός ἐστι καὶ λογικός· ὡσαύτως δὲ καὶ ὁ τῶν εἰδῶν τόπος ἓν εἶδός ἐστι πάντων εἰδῶν περιληπτικόν. καὶ ἐπὶ τῆς ζωῆς δὲ καὶ δυνάμεως ὁ αὐτὸς λόγος ἔστω, ὥσπερ ἐπὶ τοῦ νοῦ καὶ τῆς νοήσεως· καὶ γὰρ καὶ ἐπὶ τούτων ἡ φαινομένη σχέσις τῶν περιεχομένων πρὸς τὰ περιέχοντα ὡς τῶν ἐν τόπῳ πρὸς τὸν τόπον ἐστίν. εἰ γὰρ καὶ ὅτι μάλιστα συμπέφυκεν ἐπὶ τῶν ἀσωμάτων τὰ περιεχόμενα τοῖς περιέχουσιν, ἀλλ’ ὅμως τὴν τάξιν οὐ συγχεῖ τὴν ὡς ἑτέρων ἐν ἑτέροις. δεῖ οὖν ἐπιδιατεῖναι ἐφ’ ὅλα τὰ ὁπωσοῦν ὄντα ὡς ἕτερα ἐν ἑτέροις τὴν τόπου ὅλην φύσιν, οὐχ ὁμωνύμως ἀλλὰ κατ’ αὐτὸν τὸν τοῦ γένους λόγον. μία γάρ ἐστιν ἡ τῶν περιεχομένων πρὸς τὰ περιέχοντα σχέσις, ἡ αὐτὴ μὲν πανταχοῦ, κατὰ δὲ τὰς διαφόρους ὑποστάσεις τῶν μετεχόντων ἐξαλλαττομένη· ἄλλη μὲν γάρ ἐστιν ἡ ἐν τοῖς σώμασιν, ἄλλη δὲ ἐπὶ τῶν ἀσωμάτων. καὶ δὴ καὶ τοῦτο φανερὸν ὅτι ὥσπερ ἐπὶ τῶν ὁρωμένων ἕτερα ἐν ἑτέροις περιέχεται, οἷον τὰ μὲν στερεὰ σώματα ὑπὸ τῶν λεπτοτέρων στοιχείων, οἷον γῆ καὶ ὕδωρ ὑπὸ ἀέρος καὶ πυρός, ταῦτα δὲ ὑπὸ τοῦ οὐρανοῦ, οὕτως ἐν ταῖς ἄλλαις οὐσίαις αἱ δεύτεραι ὑπὸ τῶν πρώτων περιέχονται, καὶ ἐν ἑαυταῖς κεῖνται, ὁ μὲν κόσμος ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ νῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· ἀεὶ γὰρ τὰ ἀρχηγικώτατα τὴν τοῦ πρεσβυτάτου τάξιν περιείληφεν. ταύτην δὲ τὴν ἰδιότητα καὶ Ἀρχύτας ἀποδίδωσι τῷ τόπῳ λέγων “τῶ δὲ τόπω ἴδιόν ἐστι τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί.3 εἰ γὰρ ἔν τινι τόπῳ ἔσται καὶ ὁ τόπος, πάλιν αὐτὸς ἐν ἑτέρῳ, καὶ τοῦτο μέχρις ἀπείρω συμβήσεται. ἀνάγκα τοιγαροῦν τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλ’ οὕτως πὸτ τὰ ὄντα ὥσπερ καὶ τὰ πέρατα πρὸς τὰ περατούμενα· ὁ γὰρ τῶ παντὸς κόσμου πέρας ἁπάντων τῶν ὄντων ἐστίν”. μήποτε δὲ οὐκ ἐπὶ τοῦ κόσμου μόνου δεῖ στῆσαι τοῦτο, ἀλλὰ κοινῶς τὸ πέρας ἀεὶ ἐπὶ τὴν πρεσβυτέραν αἰτίαν ἐπαναφέρειν· οὕτω γὰρ ἔσται τοῦ μὲν ὅλου κόσμου πέρας ἡ ψυχὴ ἢ ὁ νοῦς, καὶ τούτου ἡ μία καὶ ἡνωμένη ἐνέργεια, ἀνωτέρω δὲ ἔτι καὶ τούτου τὴν θείαν οὐσίαν ὡς τόπον κατοψόμεθα ἑνοειδῆ τινα οὖσαν καὶ πάντα ἐν αὐτῇ συνέχουσαν καὶ καθ’ ἓν μέτρον τὰ ὅλα συμπεραίνουσαν.

因此,绝不可将空间设想为单纯的边界,正如我们将数学表面设想为数学物体的边界那样,而当设想为自然物体的自然极限,具魂动物的生命极限,理智存在者的理智边界,具潜能者的最有力边界,以及相形式者的相形式边界。其余事物亦须同样依各事物之本己性质予以界定,以便诸边界真正与其在自身之中所终结并限定的诸事物同类。在此之后,应当依包围且依包围之全属来考察空间,而依被包围来界定空间中的事物。因而任何人切不可将包围单纯理解为一种间距;因为宇宙的间距并非闲置无为,而是在相形式上充满了一切相形式,在生命上充满了一切生命,在力量上充满了一切力量,其余事物亦相仿。人们不仅应当将空间理解为包围者,以及将处于空间中的事物安立于自身之中的东西,而且应当理解为依单一力量支撑它们的东西;因为唯有如此,它才不仅从外部包围物体,而且会以唤起物体的力量彻底充满物体。而由它所支撑的物体,一方面依其本己的本性而下坠,另一方面依空间之主导而被唤起,从而将以此方式存在于空间之中。因此,凡将包围者的边界界定为空间的庸众之见,就其具延展性而言,是将受包围者的末端称为空间,并将依随终结而附带发生之物称为空间;但依原因与本原以理性来把握边界的见解,所言说的并非属于空间的某种偶性,亦非属于它们终极之处的附随之物,而是传授了空间的本质与最根源的原因。由此亦易于明了,理智之魂何以被称为其内部诸理路的“空间”;因为显而易见,它是将自身之中的众多理路包揽为单一的理路与单一的总纲,并非作为各异者在各异者之中,而是作为同一者在同一者之中。正是在那里,空间既是具生命的,亦是具理路的;同样,诸相形式的空间亦是囊括所有相形式的单一相形式。在生命与力量方面亦当有同样的道理,正如在理智与理智活动方面一样;因为即使在这些事物中,受包围者相对于包围者所呈现的关系,亦如同在空间中者相对于空间的关系一样。因为即使在非物体之物中,受包围者与包围者何其紧密地同生为一体,却依然未曾混淆不同事物在不同事物之中的秩序。因此,必须将空间的全部本性拓展至无论以何种方式存在的“不同事物在不同事物之中”的一切存在者,且并非依同名异义的方式,而是依该属本身的理路。实则受包围者相对于包围者的关系是单一的,在各处皆同一,仅依分有者的不同实体性而有所变化;在物体之中的关系是一种,在非物体之中的则是另一种。并且这一点亦很明显:正如在可见之物中,不同事物被不同事物所包围——例如坚固的物体被较精细的元素所包围,如土与水被空气与火包围,而这些又被天体所包围——,在其他实体中,第二者同样被第一者所包围并居于其中,宇宙在灵魂之中,灵魂在理智之中,其余亦相仿;因为最具支配力者始终囊括了最古老者的品级。阿尔库塔斯亦将这一固有特性赋予空间,言道:“空间所固有者,在于其他事物存在于其中,而它自身不存在于任何事物中。因为若空间亦将存在于某种空间之中,则它自身又将反过来存在于另一空间中,且这将发生以至无穷。因此,其他事物必然存在于空间之中,而空间则不存在于任何事物中,而是相对于存在者正如边界相对于受界定者那样;因为全宇宙的〔空间〕就是一切存在者的边界。”然而,或许不应当将此仅仅止于宇宙,而应当普遍地始终将边界引向更为根源的原因;因为如此一来,全宇宙的边界将是灵魂或理智,而此者的〔边界〕则是单一且合一的现实活动,而在比此者更为高远之处,我们更将把神圣实体瞻仰为空间,它乃是某种单一形式的存在,将万物维系于自身之中,且依单一尺度终结并限定全体。

语法注3 条
  1. 1.8τὰ δὲ ὑπ’ αὐτῆς ἀνεχόμενα σώματα πίπτοντα μὲν κατὰ τὴν οἰκείαν φύσιν, ἀνεγειρόμενα δὲ κατὰ τὴν ἐπικράτειαν τοῦ τόπου οὕτως ἐν αὐτῷ ἔσται.

    句子的主语是 τὰ ... σώματα,主要动词是末尾的 ἔσται。中间的 πίπτοντα μὲν 与 ἀνεγειρόμενα δὲ 作为对举的分词短语修饰主语 σώματα。副词 οὕτως 指代这两个分词所表达的状态,修饰主句谓语 ἐν αὐτῷ ἔσται。

  2. 1.8δῆλον γὰρ ὡς εἰς ἕνα λόγον καὶ ἓν κεφάλαιον τοὺς πολλοὺς ἐν αὐτῇ συνειληφυῖα, οὐχ ὡς ἑτέρους ἐν ἑτέρῳ ἀλλ’ ὡς τοὺς αὐτοὺς ἐν τῷ αὐτῷ.

    属于 δῆλον [ἐστί] ὡς... 的结构,从属句的主语承接前句的 ἡ νοητὴ ψυχή。阴性主格分词 συνειληφυῖα 的谓语动词(ἐστί)被省略,构成复合谓语(“显而易见,灵魂包揽了……”)。后半部分的 οὐχ ὡς... ἀλλ’ ὡς... 则以状语形式限定了这种包揽的方式。

  3. 1.8τῶ δὲ τόπω ἴδιόν ἐστι τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί.

    引自阿尔库塔斯残篇,保留了多利斯方言形式(τῶ 相当于 τοῦ,ἦμεν 相当于 εἶναι)。在句法上,由中性单数冠词 τό 引导的不定式短语整体(τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ [ἐν μηδενὶ ἦμεν])作主语,ἴδιόν ἐστι 为谓语,τῶ τόπω 是表示归属的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:57.31-59.14