- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:56.17-57.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者讨论了属于“何处”范畴之表达的分类及其与关系、姿态等其他范畴的界限,进而考察了空间存在的功用、同生固有空间与共有外在空间的双重性,以及对空间的更深层哲学界定。
ἔτι τῶν τοῦ ποῦ τὰ μὲν ἀορίστως λέγεται, τὰ δὲ ὡρισμένως· ἢ γὰρ ἁπλῶς ἐν τόπῳ ἢ ἔν τινι τόπῳ, καὶ τὰ μὲν ἐν πλάτει οἷον ἐν Ἀθήναις, τὰ δὲ κατὰ περιγραφὴν οἷον ἐν Ἀρείῳ πάγῳ. πότερον δὲ τό τε ἅμα καὶ χωρὶς καὶ συνεγγίζον καὶ διεστηκός, ἔτι δὲ παρακείμενον καὶ συγκείμενον καὶ ἕτερ’ ἄττα τοιάδε πάντα τῇ ποῦ κατηγορίᾳ καθάπαξ ὑποβαλοῦμεν, ἢ δεῖ διαφόροις προσνέμειν γένεσιν; μήποτε δὲ οὐ πάντα ταῦτα ἕνα ἔχει λόγον, ἀλλὰ τὰ μὲν ἅμα καὶ τὰ συνεγγίζοντα τοῦ πρός τι τίθεσθαι1 (κοινὴν γὰρ καὶ ἀντιστρέφουσαν σχέσιν παρίστησι), τὰ δὲ χωρὶς καὶ διεστηκότα τοῦ ποῦ (πλεονάζει γὰρ ἐν αὐτοῖς ὁ τόπος), τὰ δὲ παρακείμενα καὶ ὑποκείμενα τοῦ κεῖσθαι (πλεονάζει γὰρ ἐν αὐτοῖς ἡ θέσις), καὶ τἄλλα δὲ οὕτως χρὴ διακρίνειν τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι, καὶ τὴν ἔννοιαν προβάλλοντι πρόχειρον τούτῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμειν.2 ἔστι δὲ οἷς καὶ συμφύρεται ἡ τοῦ πρός τι σχέσις τῇ τοῦ ποῦ καὶ τοῦ ποτὲ ὡς τὸ ἐπέκεινα καὶ ἐπὶ τάδε καὶ ἐπάνω καὶ ὑποκάτω καὶ πρεσβύτερον καὶ νεώτερον καὶ τὰ ὅμοια. ἐπιδέχεται δὲ καὶ ἐναντίωσιν τὸ ποῦ κατὰ τὰς τοῦ τόπου διαφοράς, ὥσπερ καὶ τὸ ποτὲ κατὰ τὰς τοῦ χρόνου· ἐκεῖ μὲν γὰρ τὸ πάλαι πρὸς τὸ νῦν καὶ τὸ χθὲς πρὸς τὸ αὔριον τὴν ἀντίθεσιν εἶχεν, καὶ ὧδε τὸ ἄνω εἶναι ἐναντίον τῷ κάτω καὶ τὸ πρόσω τῷ ὀπίσω, καὶ ἐπὶ τῶν ἄλλων οὕτως. κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἀμφότερα ἐπιδέχεται· ἐκεῖ μὲν γὰρ ἐπὶ τῶν παρεληλυθότων τὸ πορρώτερον τοῦ νῦν μᾶλλον παρελήλυθε, καὶ ἐπὶ τοῦ μέλλοντος ὡσαύτως, ἐνταῦθα δὲ ἕτερον ἑτέρου μᾶλλον ἔστιν ἄνω καὶ μᾶλλον κάτω, καὶ πρόσω καὶ ὀπίσω καὶ τἄλλα ὁμοίως. ἔτι ὥσπερ περὶ τῆς ποτὲ κατηγορίας διαλαμβάνοντες ἐκ τοῦ θεωρῆσαι [τὴν] περὶ τοῦ χρόνου καὶ αὐτὴν ἐδιδάσκομεν, οὕτω καὶ ἐν τῇ ποῦ καὶ περὶ τόπου ἐπισκέψασθαι ἀναγκαῖον. καὶ πρῶτον εἴπωμεν τὴν χρείαν, δι’ ἣν ἐν τοῖς οὖσιν ἡ τοῦ τόπου φύσις γεγένηται. τὰ μὲν οὖν ἀγένητα καὶ ἀμέριστα, ἅτε τὴν οὐσίαν καὶ τὴν τοῦ εἶναι παράτασιν ἡνωμένην ἔχοντα καὶ ὅλα ἅμα ἐν ἑαυτοῖς ὄντα, ἀπροσδεᾶ εἰσι τόπου ὥσπερ καὶ χρόνου· ὁ γὰρ αἰὼν ἐκεῖ ἅμα καὶ ἐν ἑνὶ μένειν ποιεῖ· τὰ μέντοι γενητὰ καὶ μεριστὴν ἔχοντα τήν τε οὐσίαν καὶ τὴν τοῦ εἶναι παράτασιν προσδεᾶ καὶ χρόνου καὶ τόπου· χρόνου μέν, ἵνα μὴ σκεδαννύηται μήτε συγχέηται αὐτοῖς ἡ τοῦ εἶναι παράτασις, ἀλλ’ ἐν τάξει κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον συνάγηται καὶ συνεχίζηται, τόπου δέ, ἵνα τὰ εἰς ὄγκον διαστάντα τῶν σωμάτων μέρη καὶ πεσόντα ἐκ τῆς ἑαυτῶν ἀμερείας ἅμα μὲν ὑποδέχηται, ἅμα δὲ καὶ εὐθετίζῃ καὶ τάττῃ καὶ ὁρίζῃ,3 ὡς μήτε συμφύρεσθαι τὰς χεῖρας τοῖς ποσὶ μήτε διασπᾶσθαι πάντη ἀπ’ ἀλλήλων. διὸ τὸν οἰκεῖον ἕκαστα κατέχει τόπον. διττὸς γὰρ ὁ τόπος, ὥσπερ ἦν καὶ ὁ χρόνος· ὁ μὲν συμφυὴς καὶ ἴδιος ἑκάστου, ὁ τήνδε μὲν τὴν χεῖρα καὶ τόδε τὸ σπλάγχνον ἐν τοῖς δεξιοῖς συνέχων, τήνδε δὲ καὶ τόδε ἐν τοῖς ἀριστεροῖς, καὶ τὴν μὲν κεφαλὴν ὑπὲρ τὸν τράχηλον ἄνω, τοὺς δὲ πόδας κατὰ τὴν ἥβην κάτω· ὁ δὲ κοινὸς καὶ ἄλλος ἄλλου κοινότερος, ὁ κατὰ τὸ πέρας τοῦ περιέχοντος ὁριζόμενος· καὶ γὰρ τῶν χερσαίων πάντων τόπος ἡ γῆ, καὶ τῶν πτηνῶν ὁ ἀὴρ καὶ τόδε τὸ μέρος τοῦ ἀέρος καὶ ἔτι μᾶλλον ὁ προσεχῶς περιέχων. τὸν μέντοι ἴδιον ἑκάστου καὶ συμφυᾶ οὐκ ἔστιν εὑρεῖν σαφῶς παραδεδομένον. καίτοι χρόνον ἀνάγκη ὥσπερ κοινὸν οὕτω καὶ ἴδιον ἀποδιδόναι καὶ κίνησιν. ἔτι δὲ καὶ ὁ ἁπλῶς οὗτος τόπος ὁ κατὰ τὸ πέρας τοῦ περιέχοντος ὁριζόμενος οὐχ ὡς πέρας ἁπλῶς ἔχει τὸ τόπος εἶναι, ἀλλὰ κατὰ τὸ δραστικὸν καὶ ὑποδεκτικὸν καὶ ὁριστικόν. ὡς ἄν δέ τις περὶ αὐτοῦ καὶ νοερώτερον εἴποι, ὧδ’ ἔσται, ὡς τὰ ὄντα ἢ ἐν τόπῳ ἐστὶν ἢ οὐκ ἄνευ τόπου. εἰ μὲν γὰρ τὸν οὐσιώδη τις ἢ τὸν τῆς ζωῆς ἢ τὸν εἰδητικὸν ἢ τὸν κατὰ δύναμιν συνεκτικὸν τόπον λαμβάνει, ἐν τῷ τοιούτῳ τόπῳ τὰ ὄντα ἔχει τὸ εἶναι· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ψιλὸν καὶ τὴν ἀσώματον ἐπιφάνειαν, οὐκ ἄνευ τόπου ἐστὶ τὰ ὄντα· πλὴν οὐχ, ὡς δοκεῖ τισιν, ὁ τόπος σωμάτων μόνον ἐστὶ τελευτή, ἀλλὰ καὶ τῆς περὶ αὐτὰ μορφῆς καὶ τοῦ σχήματος καὶ τῆς ἐν αὐτοῖς ζωῆς καὶ δυνάμεως.
此外,属于“何处”的事物中,有些是被不定地言说的,有些则是被确定地言说的;因为要么单纯地在空间中,要么在某一特定空间中,有些是在广度上,如“在雅典”,有些则是依界定而言,如“在阿雷奥帕戈斯”。然而,究竟是将“同时”、“分别地”、“临近”、“相距遥远”,以及“相邻”、“组合”和诸如此类的其他所有事物一股脑归入“何处”范畴,还是应当将它们分属于不同的属?或许这些并非全都具有单一的理路,而是“同时”与“临近者”当归入“关系”(因为它们展示出共同且互换的关系),“分别地”与“相距遥远者”归入“何处”(因为在它们之中空间占了优势),“相邻者”与“位于下方者”则归入“姿态”(因为在它们之中位置占了优势);其余的事物亦须以此方式依其占优势与主导的方面加以区分,并将属的归属判给直接呈现出该概念的一方。在某些情况下,“关系”的关联甚至与“何处”以及“何时”的关联相混杂,如“在那边”、“在这边”、“在上”、“在下”,以及“年长”、“年少”和类似的事物。 并且,“何处”亦依空间的种差接受相反性,正如“何时”依时间的种差一样;实则在彼处[时间],“往昔”相对于“现在”、“昨日”相对于“明日”具有对立,而在此处[空间],“在上方”与“在下方”相反,“在前”与“在后”相反,其余的情况亦是如此。以同样的方式,两者亦都接受“更多”与“更少”;实则在彼处[时间],就过去的事物而言,离“现在”更远者更是过去的,对未来的事物亦同样如此,而在此处[空间],一物相对于另一物更为“在上”和更为“在下”,更为“在前”和更为“在后”,其余的事物亦相仿。 再者,正如我们在讨论“何时”范畴时,是通过对时间的考察来阐明该范畴本身一样,在“何处”范畴中亦必然要对空间进行考察。首先让我们说明,空间之本性是由于何种功用而在存在者之中生成的。那些未生成的且不可分的事物,由于其本质与存在的延续性是合一的,并且全体同时存在于自身之中,因而正如不需要时间一样,亦不需要空间;因为永恒使得它们在那边同时且在同一之中持留;然而,生成的且具有被分断的本质与存在延续性的事物,则既需要时间亦需要空间:需要时间,是为了使它们存在的延续性既不消散亦不混淆,而是在秩序中依“先”与“后”得以汇聚和连续;需要空间,则是为了使物体那些展开为体积且从自身的不可分性中脱落的部分,既能被容纳,同时亦能被妥善安置、整序与限定,从而使双手不至于与双脚相混杂,亦不至于彼此彻底割裂开来。因此,各事物占据其本己的空间。 因为空间是双重的,正如时间亦曾是双重的一样:一种是与每一事物同生且本己的,它将这只手与这个内脏维系在右侧,将那只手与那个内脏维系在左侧,并将头颅置于颈项之上高处,将双脚置于腹股沟下方低处;另一种则是共有的,且一者比另一者更为共有,它是依包围者的边界而被界定的;实则所有陆生动物的空间是大地,飞禽的[空间]是空气以及这一特定的空气部分,更是那直接包围着它们的部分。然而,要发现对每一事物本己且同生的[空间]有清晰的传授,这是不可能的。尽管人们必然既要指派共有的时间与运动,亦要指派本己的时间与运动。此外,这种依包围者的边界而被界定的单纯的空间,亦非仅仅作为边界而具有作为空间的本质,而是依其作用的、接纳的以及限定的本性而具有的。若有人以更为理智的方式论及它,则将是如此:即存在者要么在空间中,要么不可无空间。因为若有人采纳本质的空间、生命的[空间]、相形式的[空间],或依潜能而言具维系作用的空间,则存在者是在此类空间中具有其存在的;但若采纳包围者单纯的边界与非物体的表面,则存在者并非无空间而存在;只是空间并不如某些人所认为的那样仅仅是物体的终点,而且亦是环绕物体的形式与形状,以及物体内部的生命与力量的[终点]。
- 1.8μήποτε δὲ οὐ πάντα ταῦτα ἕνα ἔχει λόγον, ἀλλὰ τὰ μὲν ἅμα καὶ τὰ συνεγγίζοντα τοῦ πρός τι τίθεσθαι
μήποτε 与直陈式 ἔχει 连用引导审慎的断言(“或许……”)。随后的不定式 τίθεσθαι 具有指示性或应当的含义(相当于 δεῖ τίθεσθαι),与后文的非人称表达 χρὴ διακρίνειν 在句法功能上相呼应。
- 1.8καὶ τὴν ἔννοιαν προβάλλοντι πρόχειρον τούτῳ τὸ βραβεῖον τοῦ γένους ἀπονέμειν
与格分词 προβάλλοντι 与前文的 τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι 并列,并由与格指示代词 τούτῳ 加以复指和概括,作为不定式 ἀπονέμειν(受 χρὴ 支配)的间接宾语。πρόχειρον 作 τὴν ἔννοιαν 的表语性宾语补足语(“将概念直接呈现出来”)。
- 1.8ἵνα τὰ εἰς ὄγκον διαστάντα τῶν σωμάτων μέρη καὶ πεσόντα ἐκ τῆς ἑαυτῶν ἀμερείας ἅμα μὲν ὑποδέχηται, ἅμα δὲ καὶ εὐθετίζῃ καὶ τάττῃ καὶ ὁρίζῃ
在 ἵνα 引导的目的从句中,单数虚拟式动词群(ὑποδέχηται, εὐθετίζῃ, τάττῃ, ὁρίζῃ)的主语是承接前文 τόπου δέ 省略的“空间”(ὁ τόπος);而宾格短语 τὰ ... τῶν σωμάτων μέρη(带有分词 διαστάντα 和 πεσόντα)则作为这组动词共同的直接宾语。
