← 佚名

亚里士多德《范畴篇》释义

§55.2-56.17

毕达哥拉斯派的时间论与何处范畴

作者结语阿尔库塔斯关于时间的论述,阐释了将时间视为基于灵魂本质运动之宇宙本性间隙的毕达哥拉斯学派观点,进而讨论“何处”与空间的区分及其各种种差与表达形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#12

διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ ἀμυδρῶς καὶ μόλις ἐστίν· οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἐστί, τὸ δὲ μέλλον οὐδέπω ἐστί, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;”1 καὶ φύσις μὲν χρόνου κατὰ τὸν Ἀρχύταν αὕτη, χρείαν δὲ τῷ παντὶ παρέχεται τήνδε· ὡς γὰρ τὸ ὂν διὰ τὸν αἰῶνα ἅμα ὅλον ἐστὶν ἐν ἑνὶ καὶ συνῃρημένον, οὕτως ἡ γένεσις διὰ τὸν χρόνον ἐν τάξει διακέκριται καὶ σύγχυσις οὐκ ἔστι τῶν γενέσεων καὶ τῶν πράξεων. εἰ γὰρ μὴ χρόνος ἦν, ταὐτὰ ἂν εἴησαν τὰ ἐπὶ τῶν Τρωικῶν τοῖς νῦν. καὶ περὶ μὲν τῶν κοινῶς περὶ χρόνου ἐκδεδομένων ταῦτα. Ἔτι δὲ νοερώτερον οἱ Πυθαγόρειοι καὶ περιεκτικώτερον τὸν χρόνον ὡρίσαντο· διάστημα γὰρ αὐτὸν ἔφασαν εἶναι καθόλου τῆς τοῦ παντὸς φύσεως. αὐτοκινήτου γὰρ καὶ κατ’ αὐτοὺς καὶ κατὰ Πλάτωνα τῆς ψυχῆς οὔσης, πάντως ἔδει καὶ ἀρχὴν καὶ μέσα καὶ τέλη ἔχειν κινήσεων. ὥστε ἔοικε διὰ τούτων ἡ οὐσιώδης τῆς ψυχῆς ἐμφαίνεσθαι κίνησις καὶ ἡ τῶν κατ’ οὐσίαν ὑπαρχόντων αὐτῇ λόγων προβολὴ καὶ μετάβασις ἐξ ἑτέρων εἰς ἕτερα, περὶ ἣν ἡ ἄλλη πᾶσα κίνησις συνέχεται καὶ τέτακται καὶ μεμέτρηται. ἧς ἀριθμὸς καὶ μέτρον γενεσιουργὸν καὶ προϊὸν εἰς ποίησιν τῶν ἐν τῷ κόσμῳ ὁ νῦν παραδιδόμενος χρόνος,2 ὃς διεξόδους ἀεὶ καὶ μεταβάσεις ποιεῖται ἔνδον κατὰ τὰς προβολὰς τῶν φυομένων ἐξ αὐτοῦ· ὃς δὴ καὶ ἐναργής ἐστι χρόνος. οὐ πολὺ δὲ διέστηκε καὶ τοῦ ἐκείνως λεγομένου χρόνου, ὃν ἀριθμὸν ἔξωθεν καὶ μέτρον ἐπιγινόμενον ἐν τῷ συνεχεῖ ἐθεωροῦμεν. τούτοις συνᾴδει καὶ τὰ τῶν παλαιοτέρων· οἱ μὲν γὰρ χορείᾳ τινὶ τῆς ψυχῆς περὶ τὸν νοῦν, οἱ δὲ ταῖς τῆς ψυχῆς αὐτῆς καὶ τοῦ νοῦ περιόδοις, οἱ δὲ τῇ φυσικῇ περὶ τὸν νοῦν χορείᾳ, οἱ δὲ ταῖς ἐγκυκλίοις περιφοραῖς τὸν χρόνον ὡρίσαντο. ἅπερ ἅπαντα ἡ Πυθαγόρειος αὕτη περιείληφεν αἵρεσις· τὸ γὰρ λέγειν αὐτὸν καθόλου διάστημα τῆς τοῦ παντὸς φύσεως πάσας τὰς φύσεις τοῦ παντὸς περιείληφεν καὶ δι’ ὅλων αὐτῶν διήκει παντελῶς. ὡς γὰρ ἐπὶ τῶν ἐν γενέσει τοῦτο τὸ νῦν παρὰ τὸ πρόσθεν νῦν καὶ αὕτη ἡ κίνησις παρὰ τὴν πρώτην κίνησιν μεταβολὴν ἐπιδείκνυσιν, οὕτω πολὺ πρότερον καὶ ἀρχηγικώτερον καὶ ἐπὶ τῆς οὐσίας τῶν φυσικῶν λόγων τὸ πρὸ καὶ τὸ μετὰ θεωρεῖται, ἃ καὶ κυρίως συμπληροῖ τὸ διάστημα τοῦ πρεσβυτάτου πάντων χρόνου. διάστημα δὲ ἐνταῦθα λέγομεν οὐ τὸ κατὰ τὸν ὄγκον, οὐ τὸ κατὰ τὴν κίνησιν ἁπλῶς τὴν ἐκτός, ἀλλὰ τὸ κατὰ τὴν προυπάρχουσαν τῆς κινήσεως τάξιν, ἐν ᾗ τὸ πρότερον καὶ τὸ ὕστερον προδιατεταγμένα καὶ ταῖς πράξεσι καὶ ταῖς κινήσεσι τὴν τάξιν παρέχεται. καὶ περὶ μὲν τοῦ ποτὲ καὶ τοῦ χρόνου ὡς ἐν εἰσαγωγαῖς ἀρκεῖ τοσαῦτα. Περὶ δὲ τοῦ ποῦ καὶ τοῦ τόπου κατὰ τὰ αὐτὰ διαλαβεῖν ὑπολείπεται. καὶ πρῶτον ἐκεῖνο εἰπεῖν δεῖ, ὡς οὐκ ἔστι τὸ ποῦ ὁ τόπος, ὥσπερ οὐδὲ τὸ ποτὲ ὁ χρόνος, ἀλλ’ ὥσπερ ἄλλο μὲν ἦν ὁ χρόνος, ἄλλο δὲ τὸ κατὰ χρόνον ἢ χρόνου τι, οὕτως ἄλλο μὲν ὁ τόπος, ἄλλο δὲ τὸ κατὰ τόπον ἢ τόπου τι. ἐπεὶ δὲ καὶ τὸ ποῦ διττόν (δηλοῖ γὰρ τόν τε τόπον καὶ τὸ ἐν τόπῳ, ὥσπερ καὶ τὸ ποτὲ ἐλέγετο σημαίνειν τόν τε παρεληλυθότα χρόνον καὶ τὸ ἐν χρόνῳ), εἴη ἂν ἡ κατηγορία κατὰ τὸ δεύτερον ἀφωρισμένη σημαινόμενον. τὸ μὲν γὰρ ὡς τόπος λεγόμενον ποσὸν ἂν εἴη, τὸ δὲ ἐν τόπῳ καθαρῶς τῆς ποῦ κατηγορίας. κἂν γὰρ σύνθετός τις ᾖ ἡ ἐν τόπῳ καὶ ἐν χρόνῳ φωνή, ἀλλ’ οὖν ἁπλοῦν τι δεῖ καὶ μονοειδὲς ἐκδέχεσθαι τὸ παρὰ τῆς συνθέτου λέξεως σημαινόμενον. διήκει δὲ ἡ διττὴ αὕτη σημασία καὶ ἐπὶ πάσας τὰς τοῦ τόπου διαφοράς· καὶ γὰρ τὸ ἄνω καὶ τὸ κάτω καὶ πρόσω καὶ ὀπίσω καὶ δεξιὸν καὶ ἀριστερὸν διττά ἐστι, τὰ μὲν ὡς τόποι, τὰ δὲ ὡς ἐν τόπῳ· καὶ τὰ μὲν τόπου μέρη φήσομεν, τὰ δὲ τῇ ποῦ κατηγορίᾳ συντάξομεν. διατείνει δὲ ἡ τοῦ ποῦ σημασία καὶ εἰς τὸ ποθὲν ὡς τὸ Ἀθήνηθεν καὶ εἰς τὸ πόσε ὡς τὸ Ἀθήναζε. καὶ τὰ μετὰ συνδέσμων δὲ λεγόμενα3 τὰ αὐτὰ σημαίνει, ἐκ Λυκείου καὶ ἐν Λυκείῳ καὶ εἰς Λύκειον. καὶ τὰ δεικτικὰ δὲ συντακτέον τούτοις, ὡς τὸ ἐκεῖ καὶ ἐνθάδε· καὶ πόρρω καὶ ἐγγὺς καὶ τὰ τοιαῦτα.

因此,时间要么根本不存在,要么微弱而勉强地存在;实则过去已不再存在,未来尚未存在,而现在则是无部分且不可分的,这怎能真实地存在呢?”根据阿尔库塔斯的观点,时间的本性即是如此,并且它为全宇宙提供了如下功用:因为正如存在由于永恒而作为一个整体在同一之中一并被总括一样,生成由于时间而依秩序被区分开来,生成与行为之间并无混淆。因为若时间不存在,特洛伊时期的事件便会与现今的事件同一。关于人们对时间普遍流传的观点,这些就足够了。 此外,毕达哥拉斯学派的人更为理智地、亦更为包容地界定了时间;因为他们说时间普遍地是全宇宙本性的间隙。实则无论依他们看还是依柏拉图看,灵魂既然是自我运动的,它无论如何必然具有运动的起点、中途和终点。因此,通过这些,灵魂的本质运动,以及本质上属于灵魂的诸理性原则的喷发与从一者向另一者的过渡,似乎显现出来,而所有其他运动皆围绕这一运动得以维系、被赋予秩序并被度量。现在所传授的时间正是这一[灵魂运动]之数与促成生成的尺度,并且向外推进以造就宇宙之中的事物,它依从自身生长出者的喷发而在内部始终进行着流转与过渡;这确实是明晰的时间。这与前述那种被我们视为连续体中从外部附加的数与尺度的时间,相距并不遥远。古人的学说亦与此相符;因为有些人将时间界定为灵魂围绕理智的某种旋舞,有些人界定为灵魂自身与理智的周期,有些人界定为围绕理智的自然旋舞,还有些人界定为圆周回转。而这毕达哥拉斯学派的观点包罗了所有这些;因为说时间普遍地是全宇宙本性的间隙,便包罗了全宇宙的所有本性,并完全贯穿它们整体。正如在生成的事物中,这一“现在”相较于先前的“现在”,这一运动相较于最初的运动展示出变化,同样更为在先、更为始基性地,在自然理性原则的本质中亦考察得到“先”与“后”,它们本真地充实了一切之中最古老的时间之“间隙”。在此我们所说的“间隙”,不是指依体积而言的,亦非单纯指外在运动而言的,而是指依运动先在的秩序而言的,在其中“先”与“后”已被预先安排,并为诸行为和诸运动提供秩序。关于“何时”与时间,作为导论性的讨论,这些就足够了。 接下来尚需以同样的方式讨论“何处”与空间。首先必须说明的是:“何处”不是空间,正如“何时”不是时间一样,相反,正如时间是一回事,依时间而言者或时间的某物是另一回事,同样空间是一回事,依空间而言者或空间的某物是另一回事。既然“何处”亦是双重的(因为它既指明空间亦指明在空间中,正如“何时”亦曾被说成既表示过去的时间亦表示在时间中一样),该范畴应当是依第二种含义而被界定的。因为作为空间而被言说者当是一种数量,而在空间中则纯粹属于“何处”范畴。因为纵使“在空间中”与“在时间中”这两个语词是复合的,然而人们应当将此复合语词所表示的理解为某种单纯且单一形式的事物。这一双重含义亦延伸至空间的所有种差;实则上与下、前与后、右与左亦皆是双重的,有些作为空间,有些作为在空间中;前者我们将称之为空间的部分,后者我们则归入“何处”范畴。并且“何处”的含义亦延伸至“从何处”(如“从雅典”)以及“向何处”(如“往雅典”)。带介词而言说的短语亦表示同样的事物,如“从吕克昂”、“在吕克昂中”和“往吕克昂去”。指示词亦须与这些归为一类,如“彼处”与“此处”,以及“远”、“近”和诸如此类者。

语法注3 条
  1. 1.8οὗ γὰρ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἐστί, τὸ δὲ μέλλον οὐδέπω ἐστί, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν;

    小词组合 οὐ γάρ 统摄整句反问(πῶς ἂν ὑπάρχοι...),其逻辑结构为:“实则既然过去已不再存在,未来尚未存在,而现在又是无部分的,这怎能真实存在呢?”前半部分的并列分句(τὸ μὲν... τὸ δὲ... τὸ δὲ...)为后半部分带有 ἄν 的潜能希求法反问提供了事实前提。

  2. 1.8ἧς ἀριθμὸς καὶ μέτρον γενεσιουργὸν καὶ προϊὸν εἰς ποίησιν τῶν ἐν τῷ κόσμῳ ὁ νῦν παραδιδόμενος χρόνος

    阴性属格关系代词 ἧς 指向前文的“灵魂的本质运动”(ἡ οὐσιώδης τῆς ψυχῆς κίνησις)或“过渡”(μετάβασις)。句法上,表语名词短语(ἧς ἀριθμὸς καὶ μέτρον...)发生倒装置于句首,省略系动词 ἐστί,而主语则是后置的 ὁ νῦν παραδιδόμενος χρόνος。

  3. 1.8καὶ τὰ μετὰ συνδέσμων δὲ λεγόμενα

    在古代语法学传统中,σύνδεσμος 不仅指连词,还涵盖介词及一般的虚词/连接成分。正如接下来的具体例证(ἐκ, ἐν, εἰς)所显示的,此处指的是“带介词言说的表达”(即介词短语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:55.2-56.17