- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:50.26-51.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者梳理了作为四种区分补充的完善性、损毁性与中立性质,探讨了质在其他范畴及非存在物中的表现以及质作为种差的地位。随后讨论了质的固有属性,即相反性及其对程度(较多与较少)的容纳。
καὶ τοῦ κακωτικοῦ δὲ ὡσαύτως τὸ μὲν περὶ ψυχὴν ἔχει τὸ εὐκίνητον ἢ δυσκίνητον, ὡς ἡ μανικὴ ἔκστασις καὶ ἡ ὀργή, τὸ δὲ περὶ σῶμα, ὡς ἡ ὠχρίασις ἢ ὑπὸ νόσου ἢ ὑπὸ φόβου, ἃ κοινῶς πάθη καὶ παθητικαὶ ποιότητες λέγονται. τῶν δὲ μήτε τελειωτικῶν μήτε κακωτικῶν τοῦ ὑποκειμένου1 τὰ μὲν διὰ βάθους κεχώρηκεν ὡς τὰ ἔν τισι χρώματα, τὰ δὲ ἐπιπολῆς ὡς αἱ μορφαὶ καὶ τὰ σχήματα. καὶ ὅλως δὴ πολύχουν τι ἡ ποιότης ἐστίν· ἐν πᾶσι γὰρ θεωρεῖται τοῖς γένεσιν, οἷον ἀνθρωπότης καὶ Σωκρατότης ποιότης ἐν οὐσίᾳ, καμπυλότης δὲ γραμμῆς καὶ εὐθύτης καὶ τρίγωνοι ἀριθμοὶ καὶ τετράγωνοι ἐν ποσῷ, χρῶμα δὲ διακριτικὸν καὶ συγκριτικὸν ἐν ποιῷ, καὶ ἐν τοῖς πρός τι δὴ ποιότης ἡ σχέσις τοῦ διπλασίονος καὶ τοῦ ἡμίσεος, καὶ ἐν τῷ ποῦ τὸ εὐάερον τόπον λέγειν καὶ δυσάερον, καὶ ἐν τῷ ποτὲ ὁ καιρὸς καὶ ἡ εὐκαιρία, καὶ ἐν τῷ ποιεῖν δὲ καὶ πάσχειν αἱ ποιητικαὶ καὶ παθητικαὶ ποιότητες, ἐν δὲ τῷ κεῖσθαι τὸ εὔθετον καὶ μή, ἐν τῷ ἔχειν δὲ τὸ εὐπερίβλητον καὶ μὴ τοιοῦτον. φθάνειν δέ φασι καὶ ἐπὶ τὰ ἀνύπαρκτα ὡς τὴν ἱπποκενταυρότητα καὶ ἐπὶ τὰ μὴ ὑπαρκτὰ ὄντα ὡς τὴν τεττιγότητα ἐν χειμῶνι. ἀλλὰ τούτων τὰ μὲν τῷ σχήματι μόνῳ τῆς λέξεως ἐμφαίνει τὴν ποιότητα, οὐκ ὄντα ποιά, ὡς τὰ ἐπὶ τῆς οὐσίας, τὰ δὲ ὅλως οὐχ’ ὑφέστηκε, τὰ ἐπὶ τῶν μὴ ὄντων. περὶ δὲ τῶν ἄλλων ἐκεῖνο ῥητέον, ὡς τὰς ἐν ποιότητι διαφορὰς ποιότητος εἶναι μόνης, τὰς δὲ ἐν ἄλλοις γένεσι μηδαμῶς ἐκβαίνειν ἀπὸ τῆς ἐν ἑκάστῃ ἰδιότητος ἐπὶ τὸ τῆς ποιότητος γένος. ἢ μήποτε περὶ αὐτῶν καὶ οὕτω δεῖ λέγειν, ὡς ἐν μὲν οὐσίαις ποιότης κατὰ τὰς οὐσιώδεις διαφοράς, ἐν δὲ τοῖς ἄλλοις γένεσιν οἰκείως ἐν ἑκάστῳ τὴν ἰδιότητα τοῦ γένους ἀφορίζουσα· τοῦτο γὰρ ποιότητος ἴδιον. πότερον δὲ πᾶσα ποιότης δύναται γενέσθαι καὶ οὐσιώδης διαφορά, ἢ ἐπὶ μὲν τῶν σωμάτων ἀνάγκη ἔν τισι συγχωρεῖν (ἡ γὰρ λευκότης, συμβεβηκὸς οὖσα, οὐσιώδης ἐστὶ τοῦ ψιμμιθίου διαφορά) ἐπὶ δὲ τῶν ψυχικῶν διαθέσεων οὔ; ἢ κἀκεῖ γένοιτ’ ἄν ποτε, ὥσπερ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ μονοειδὴς καὶ οὐσιώδης ἐστὶ διαφορά. ἔτι ταῖς ποιότησι συντακτέον τὰ κατ’ αὐτὰς ποιά, καθ’ ὅσον περὶ αὐτά εἰσιν αἱ ποιότητες, μὴ προσποιουμένους τὸ ὑποκείμενον,2 ἵνα μὴ κατηγορίαι δύο νοῶνται, ἀλλ’ εἰς τοῦτο ἀνάγωνται, ἀφ’ οὗπερ λέγονται. οὐ χεῖρον δὲ καὶ πάλιν ὑπομνῆσαι, ὑπὲρ ὧν καὶ πρότερον, ὅτι αἱ νοηταὶ ποιότητες καὶ αἰσθηταὶ οὐκ ἂν εἶεν ὑπὸ τὸ αὐτὸ γένος· οὐδὲ γὰρ αἱ κατηγορίαι περὶ τῶν νοητῶν ἐπὶ πᾶν, ἀλλὰ περὶ τῶν λεγομένων. καὶ γὰρ οὐδὲ δυνατὸν τῶν ὄντως ὄντων καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ διαφερομένων ὡς ἰσοστοίχων ἓν εἶναι γένος ποιότητος. Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντία καὶ λευκότης μελανίᾳ καὶ τἄλλα, ὡσαύτως δὲ καὶ τὰ κατ’ αὐτὰς ποιὰ λεγόμενα, οἷον τὸ ἄδικον τῷ δικαίῳ καὶ τὸ λευκὸν τῷ μέλανι. οὐκ ἐπὶ πάντων δὲ τὸ τοιοῦτον· τῷ γὰρ πυρρῷ ἢ τῷ ὠχρῷ καὶ ταῖς τοιαύταις χροιαῖς οὐδέν ἐστιν ἐναντίον ποιοῖς οὖσιν. ἔτι δὲ ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ἔσται ποιόν. τοῦτο δὲ δῆλον ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων τὰς ἄλλας κατηγορίας, οἷον εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ποιὸν δὲ ἡ δικαιοσύνη, ποιὸν ἄρα καὶ ἡ ἀδικία· οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόζει τῇ ἀδικίᾳ, οὔτε τὸ ποσὸν οὔτε τὸ πρός τι οὔτε τὸ ποῦ οὔθ’ ὅλως τι τῶν τοιούτων οὐδέν, ἀλλ’ ἢ ποιόν.3 ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων. Ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά. λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται, καὶ δίκαιον μᾶλλον ἕτερον ἑτέρου καὶ ἧττον. καὶ αὐτὸ δὲ ἐπίτασιν λαμβάνει· λευκὸν γὰρ ὂν ἔτι ἐνδέχεται λευκότερον γενέσθαι.
对于损毁性的事物亦同样,一部分关涉灵魂而具有易动性或难动性,如狂乱的发作和愤怒;另一部分则关涉身体,如由疾病或由恐惧引起的苍白,这些通常被称为情态和被动性质。而在既不完善亦不损毁主体的那些性质中,一部分贯通于深度之中,如存在于某些事物中的颜色;另一部分则停留于表面,如形态和图型。总的来说,质确实是某种极其丰富多样的事物;因为它在所有的属中都被观察到,例如在实体中有人性与苏格拉底性这种质,在数量中有线条的弯曲性与笔直性以及三角形数与四边形数,在性质中有离析性与凝聚性的颜色,在关系中有加倍与减半的关联这种质,在“何处”中有说空气良好的地方与不良的地方,在“何时”中有适期与良机,在能动与受动中有能动性质与被动性质,在位置中有安放良好与否,在所有中有易于穿戴与非此之类。人们甚至说它延伸到非实在之物,如半人马性,以及延伸到非现存的存在物,如冬日中的蝉性。但这些事物中,前者仅凭措辞的形态显明性质,并非具有某种质者(如实体中的情况);而后者则全然不具有实在性(如非存在物中的情况)。关于其他事物,则必须这样说:处于质中的诸差异仅属于质本身,而在其他诸属中的诸差异则绝不从各自的固有属性中脱离而迈向质这个属。抑或关于它们或许亦应如此说:在实体中质依据本实质的差异,而在其他诸属中则依各自固有的方式界定该属的固有属性;因为这乃是质所特有的。但究竟是每一种性质都能成为本实质的差异,还是在物体上必然在某些事物中予以承认(因为白虽为偶性,却是铅白本实质的差异),而在灵魂的情态上则不然?抑或在灵魂中亦有时会产生,正如能够接受理智与科学对于人而言是单一形式且本实质的差异一样?此外,依诸性质而具有某种质者必须与诸性质一并排列,只要诸性质关涉它们,而无须附加主体,以免被理解为两个范畴,而是被归结到它们正是由此被称呼的那个范畴。再次提醒早先亦已提及的那些事亦无妨,即可理知的性质与可感觉的性质不可能处于同一个属之下;因为诸范畴根本不是关涉可理知之物的,而是关涉被言说之物的。因为对于相异的真正存在者与处于生成和毁灭中之物而言,甚至不可能作为同等序列者而有单一的质的属。 在依某种质的方面亦存在相反性,例如正义与不正义相反,白与黑相反,其余皆然;依它们被称为具有某种质者亦同样,例如不正义者与正义者相反,白者与黑者相反。但这并非在一切事物中都成立;因为对于红褐或黄褐以及此类色调,尽管它们是具有某种质者,却没有任何相反者。此外,若相反者中的一方是质,其余的另一方亦将是质。这通过在个别事例中检视其他范畴便显而易见,例如若正义与不正义相反,且正义是质,则不正义亦是质;因为其他范畴中没有任何一个适用于不正义,既非数量,亦非关系,亦非何处,亦全然不是任何此类事物,而唯独是质。在依质的其他相反者上亦同样。 具有某种质者亦容纳程度的较大与较小;因为一物被称为比另一物较白或较不白,一物被称为比另一物较正义或较不正义。并且它本身亦接受强化;因为作为一个白物,它仍有可能变得更白。
- 1.8τῶν δὲ μήτε τελειωτικῶν μήτε κακωτικῶν τοῦ ὑποκειμένου
接续前一分块中提出的现实中质的三分法(完善主体者、损毁主体者、非二者)之第三部分的划分属格短语。后文的“τὰ μὲν... τὰ δὲ...”充当受该属格支配的主语。
- 1.8μὴ προσποιουμένους τὸ ὑποκείμενον
与动名词性形容词“συντακτέον”连用的宾格分词结构,修饰省略的逻辑动作主体(宾格的“我们/论者”)。语义上充当表示方式或条件的环境分词:“而不附加主体”。
- 1.8ἀλλ’ ἢ ποιόν
紧接在否定词“οὐδέν”之后的习惯用语“ἀλλ' ἤ”(“除……之外”),承前省略了动词“ἐφαρμόζει”,意为“除了质以外,没有任何[范畴适用]”。
