- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:49.10-50.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨稀密、粗滑、轻重与粗细究竟属于数量、位置还是性质,结束了第四种种的讨论;进而梳理依派生名而来的性质与具有某种质者的命名关系,并提出基于潜能与现实的科学划分体系。
εἰ δέ τις ἐνίσταιτο πρὸς τὸ θέσεις ταῦτα καθάπαξ εἶναι, ἐκεῖνο λέγομεν ὡς διττὸν τὸ τοῦ μανοῦ καὶ πυκνοῦ σημαινόμενον, τὸ μὲν ἐν τοῖς εἴδεσιν, ὃ καὶ δι’ ὅλου πάρεστι καὶ οὐσιῶδές ἐστι καὶ ἕξεως μᾶλλον οἰκεῖον θεωρεῖται, ὥσπερ ἀὴρ καὶ πῦρ μανὰ κατ’ οὐσίαν, τὸ δὲ ἐπίκτητον καὶ ἔξωθεν ὡς ἐν σχήματι, ὅπερ ἐν τοῖς σπόγγοις καὶ τῇ κισσήρει φαίνεται, οὐ κενοῦ τινος τῶν μεταξὺ παρεμπίπτοντος, ἀλλὰ τῶν στερεῶν σωμάτων κατὰ σχῆμα περιγραφομένων καί τινα ἐν τῇ περιγραφῇ τῶν λεπτοτέρων σωμάτων περιεχόντων. καὶ τὰ μὲν οὐσιώδεις ποιότητες, θέσεις δὲ τὰ κατὰ σχῆμα. ὡσαύτως δὲ καὶ περὶ τοῦ λείου καὶ τραχέος καὶ ἀπορήσομεν καὶ λύσομεν. βαρὺ δὲ καὶ κοῦφον τὸ μὲν κατὰ τὸν σταθμὸν καὶ τῇ ῥοπῇ χρώμενον ποσὸν ἄν κατὰ τὸν Ἀρχύταν εἴη, αἱ μέντοι ἰδιότητες τῶν στοιχείων, καθ’ ἃς κοῦφος μὲν ὁ ἀήρ, κουφότερον δὲ τούτου τὸ πῦρ, βαρεῖα δὲ ἡ γῆ καὶ βαρυτέρα τοῦ ὕδατος, ποιότητες ἄν τινες εἶεν. κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἰσχνὸν καὶ τὸ παχὺ τὰ μὲν ἐν ὄγκῳ καὶ μετρούμενα ἐν ποσῷ, τὰ δὲ κατὰ τὸν χαρακτῆρα τῆς ἰδιότητος προφερόμενα ἐν ποιῷ. τίνι δὲ τῶν εἰρημένων τῆς ποιότητος εἰδῶν τὸ κατὰ ποιὸν βαρὺ καὶ κοῦφον συντάξομεν, ἔχει διαπορίαν. τῷ μὲν γὰρ ἀναπλοῦν τὰ σώματα τὴν θερμότητα καὶ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον ποιεῖν,1 καὶ αὖ ἐν τῷ συνάγειν τὴν ψυχρότητα ἑαυτῇ ταὐτὸν τὸ βαρὺ ποιεῖν, ταῖς παθητικαῖς ἄν τις συνάψοι ποιότησι· τῷ δ’ αὖ παρακολουθεῖν τῷ μὲν θερμῷ τὴν κουφότητα, τῷ δὲ ψυχρῷ τὴν βαρύτητα, καὶ ποιητικὰς μὲν ἐκείνας εἶναι, τὰ δὲ μήτε τι ποιεῖν μήτε πάσχειν ὁρᾶν, εἰς ἄλλο τι γένος ἀναχθῆναι ταῦτα ζητεῖν ὑπολείπεται.2 ἐν τούτοις καὶ τὰ τοῦ τετάρτου εἴδους ἀποπεπεράτωται. Ἴσως μὲν οὖν καὶ ἄλλος τρόπος φανείη ποιότητος, ἀλλ’ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν τοσοῦτοί εἰσι. ποιότητες μὲν οὖν εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ’ αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν. ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται, οἷον ἀπὸ τῆς λευκότητος ὁ λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπ’ ἐνίων δὲ διὰ τὸ μὴ κεῖσθαι ταῖς ποιότησιν ὀνόματα οὐκ ἐνδέχεται παρωνύμως ἀπ’ αὐτῶν λέγεσθαι, οἷον ὁ δρομικὸς ἢ ὁ πυκτικὸς ὁ κατὰ δύναμιν φυσικὴν ἀπ’ οὐδεμιᾶς ποιότητος παρωνύμως λέγεται· οὐ γὰρ κεῖται ὀνόματα ταῖς δυνάμεσι, καθ’ ἃς οὗτοι ποιοὶ λέγονται, ὥσπερ ταῖς ἐπιστήμαις, καθ’ ἃς πυκτικοὶ ἢ παλαιστικοὶ κατὰ διάθεσιν λέγονται. ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου οὐ λέγεται παρωνύμως τὸ κατ’ αὐτὴν ποιόν, οἷον ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος· τῷ γὰρ ἀρετὴν ἔχειν σπουδαῖος λέγεται, ἀλλ’ οὐ παρωνύμως· οὐ γὰρ δεῖ ἐνάρετον λέγειν ἀπὸ τῆς ἀρετῆς, ὥσπερ οὐδὲ ἐγγράμματον ἀπὸ τῆς γραμματικῆς. οὐκ ἐπὶ πολλῶν δὲ τὸ τοιοῦτόν ἐστι. τὰ δὲ καὶ ὁμωνύμως ὡς ἡ μουσικὴ γυνὴ καὶ ἡ μουσικὴ ἐπιστήμη. ἐπ’ ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι παρὰ τὴν τῶν πραγμάτων δήλωσιν διὰ τὴν ἀνωμαλίαν τῆς χρήσεως· ὁ γὰρ δίκαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρείληπται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης, ὥσπερ καὶ ὁ εὐφρόσυνος ἀπὸ τῆς εὐφροσύνης, κατὰ δὲ τὰ πράγματα οὐκ ἔχει παράθεσιν.3 ποιὰ οὖν λέγεται τὰ παρωνύμως ἀπὸ τῶν εἰρημένων ποιοτήτων λεγόμενα ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν. Ὡς ἂν δὲ καὶ κατ’ ἐπιστημονικὴν ὁδὸν ἡ διαίρεσις τῆς ποιότητος γένοιτο, καὶ πάντα κατὰ τάξιν περιληφθείη τὰ εἴδη, οὕτω λέγομεν· τῆς ποιότητος τὸ μὲν ἐν δυνάμει ἐστί, τὸ δὲ ἐν ἐνεργείᾳ. καὶ τοῦ κατὰ δύναμιν τὸ μὲν ἰδίως ὁμωνύμως τῷ γένει κατὰ δύναμιν λέγεται, τὸ δὲ κατὰ ἀδυναμίαν, ὃ καὶ δεύτερον εἶδος ποιότητος ἔθεμεν· τοῦ δὲ κατ’ ἐνέργειαν τὸ μὲν τελειωτικόν ἐστι τοῦ ὑποκειμένου, τὸ δὲ κακωτικόν, τὸ δὲ οὐδέτερον τούτων. καὶ τοῦ τελειωτικοῦ τὸ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν, ὡς ἡ τοῦ πυρὸς θερμότης καὶ ἡ γλυκύτης τοῦ μέλιτος, τὸ δὲ οὔ, ὡς ἐπιστήμη καὶ ἀρετή. καὶ ἀμφότερα εὐαπόβλητα ἢ δυσαπόβλητα· ὧν τὰ μὲν περὶ ψυχὴν ἕξεις καὶ διαθέσεις κατονομάζομεν, τὰ δὲ περὶ τὸ σῶμα πάθη καὶ παθητικὰς ποιότητας.
如果有人反对这些完全是位置,我们便说稀和密的涵义是双重的:一种存在于形式中,贯穿全体存在,是本质的,且被认为更属于状态,正如气和火在实体上是稀的;另一种则是后天的且来自外部的,如在形状中那样,这表现在海绵和浮石中,并非因为中间落入了某种虚空,而是因为固体物体依形状被勾画出轮廓,并在轮廓中包含着某些较细微的物体。前者是本质的性质,而依形状的后者则是位置。同样,关于滑和粗,我们亦将提出疑难并予以解决。另一方面,对于重和轻,依重量且运用下倾倾向者,依阿尔库塔斯将是数量;然而诸元素的特有属性——依此气是轻的,火比之更轻,地是重的,比水更重——将是某些性质。依同样道理,细和粗中,处于体积中且被度量者处于数量中,而依特有属性的特征被表述者则处于性质中。但依性质的重和轻应归于所陈述的质的哪一种,存在着疑难。因为由于热展开物体并使轻与自身同一,又在冷聚集时使重与自身同一,有人或许会将它们归入被动性质;但又由于轻随伴着热,重随伴着冷,且那些〔热和冷〕是能动的,而这些〔重和轻〕被观察到既不作亦不承受任何事物,便剩下寻求将它们归入某种其他属。关于第四种的事项至此亦告完结。或许质的其他方式亦会显现,但最常被谈论者大体上仅有这些。因此,所陈述的这些是性质,而具有某种质者则是依它们以派生名被谈论者,或以任何其他方式从它们被谈论者。在多数情况下,且几乎在所有情况下,都是以派生名被谈论的,例如从白产生白的,从文法产生文法家,从正义产生正义者,在其他情况下亦同样。但在某些情况下,由于没有为性质确立名称,便不可能从它们以派生名被谈论,例如依自然潜能的奔跑者或拳击者并非从任何性质以派生名被谈论;因为并没有为这些人依之被称为具有某种质的诸潜能确立名称,不像为诸门科学确立名称那样——依此他们依情态被称为拳击者或摔跤者。有时即便确立了名称,依其具有某种质者亦不以派生名被谈论,例如从美德产生优秀者;因为由于具有美德,他被称为优秀者,但并非以派生名;因为不应从美德说“具德者”,正如亦不应从文法说“具文法者”一样。但此类情况并不常见。有些事物甚至同名异义地被谈论,如通晓音乐的妇人和音乐这门科学。在某些情况下,由于使用的不规则,名称的意义亦偏离了事物的指明;因为正义者依名称是从审判中取得的,但依事物则是从正义中取得的,正如欣悦者从欣悦而来,但依事物而言并没有对应的并置项。因此,具有某种质者是指从所陈述的诸性质以派生名被谈论者,或以任何其他方式从它们被谈论者。为了使质的划分能依科学的途径进行,并且依序包容所有诸种,我们如此说:质的一部分在潜能中,另一部分在现实中。依潜能者中,一部分与属同名异义地依固有含义被称为“依潜能”,另一部分被称为“依无潜能”,我们亦将其设定为质的第二种;而在依现实者中,一部分完善主体,另一部分损毁主体,另一部分则非二者。而在完善者中,一部分在我们感觉周围产生情态,如火的热和蜜的甜,另一部分则不产生,如科学和美德。而二者皆或是易失的,或是难失的;其中关涉灵魂的我们称之为状态和情态,关涉身体的则称之为情态和被动性质。
- 1.8τῷ μὲν γὰρ ἀναπλοῦν τὰ σώματα τὴν θερμότητα καὶ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον ποιεῖν
带冠词不定式短语 τῷ ... ἀναπλοῦν ... ποιεῖν 整体充当表原因/根据的与格,从属于主句的 συνάψοι ἄν。不定式的逻辑主语为宾格 τὴν θερμότητα,τὰ σώματα 是 ἀναπλοῦν 的宾语,τὸ κοῦφον 是 ποιεῖν 的宾语,ταὐτὸν ἑαυτῇ 为其宾语补足语。
- 1.8τῷ δ’ αὖ παρακολουθεῖν ... εἰς ἄλλο τι γένος ἀναχθῆναι ταῦτα ζητεῖν ὑπολείπεται
形成对比的与格短语 τῷ δ’ αὖ παρακολουθεῖν ...(及其并列的 καὶ ποιητικὰς μὲν εἶναι...)表原因,修饰非人称动词 ὑπολείπεται。ὑπολείπεται 的主语是不定式 ζητεῖν,而 ζητεῖν 进一步支配带有宾格的被动不定式结构 ἀναχθῆναι ταῦτα(其中 ταῦτα 为不定式 ἀναχθῆναι 的主语)。
- 1.8κατὰ δὲ τὰ πράγματα οὐκ ἔχει παράθεσιν
此处 παράθεσιν 意为“并置项”或“对应物”,表明虽然在名称上有对应衍生词,但在实际事物层面上并不存在与之并置对应的性质概念。该句的省略主语即前文的 ὁ εὔφροσυνος,指出名称上的呼应与事物本体层面缺乏并置项之间的偏离。
