- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:52.1-53.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者确立了相似与不相似是质特有的固有属性,指出几何图型等质并不容纳程度差异,论证了个别知识是质而非关系者,进而探讨了“何时”与“何处”的阐释顺序问题以及“何时”范畴的本质规定。
οὐ πάντα δὲ ἀλλὰ τὰ πλεῖστα. δικαιοσύνη δὲ δικαιοσύνης εἰ λέγοιτο μᾶλλον δικαιοσύνη καὶ ἧττον, ἀπορήσειεν ἄν τις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων διαθέσεων. ἔνιοι γὰρ ἀμφισβητοῦσι περὶ τῶν τοιούτων· δικαιοσύνην μὲν γὰρ δικαιοσύνης οὐ πάνυ δεῖν λέγεσθαι μᾶλλον καὶ ἧττον, οὐδὲ ὑγείαν ὑγείας, ὡς καὶ παρ’ ἡμῶν ἀνωτέρω διήρθρωται· ἧττον μέντοι ἔχειν ἕτερον ἑτέρου ὑγείαν καὶ δικαιοσύνην ἕτερον ἑτέρου εὔλογον, ὡσαύτως δὲ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις. ἀλλ’ οὖν τά γε κατὰ ταύτας λεγόμενα ποιὰ ἀναμφισβητήτως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· γραμματικώτερος γὰρ ἕτερος ἑτέρου μᾶλλον λέγεται καὶ ὑγιεινότερος καὶ δικαιότερος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν· τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τριγώνου λόγον καὶ τὸν τοῦ κύκλου πάνθ’ ὁμοίως τρίγωνα ἢ κύκλοι εἰσί, τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν μᾶλλον ἕτερον ἑτέρου ῥηθήσεται. οὐδὲν γὰρ μᾶλλον τὸ τετράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν· οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου λόγον. ἁπλῶς δέ, ἐὰν μὴ ἐπιδέχηται ἀμφότερα τὸν τοῦ προκειμένου λόγον, οὐ ῥηθήσεται τὸ ἕτερον τοῦ ἑτέρου μᾶλλον. οὐ πάντα οὖν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. Τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοιον δὲ καὶ ἀνόμοιον κατὰ μόνας τὰς ποιότητας λέγεται. ὅμοιον γὰρ ἕτερον ἑτέρου οὐκ ἔστι κατ’ ἄλλο οὐδὲν ἢ καθὸ ποιόν ἐστιν. ὥστε ἴδιον ἂν εἴη τῆς ποιότητος τὸ ὅμοιον λέγεσθαι κατ’ αὐτὴν ἢ ἀνόμοιον. οὐ δεῖ δὲ ταράσσεσθαι μή τις ἡμᾶς φήσει1 ὑπὲρ ποιότητος ποιησαμένους τὴν πρόθεσιν πολλὰ τῶν πρός τι συγκαταριθμεῖσθαι· τὰς γὰρ ἕξεις καὶ τὰς διαθέσεις τῶν πρός τι ἐλέγομεν εἶναι. σχεδὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων τὰ γένη τῶν πρός τι λέγεται, τῶν δὲ καθ’ ἕκαστον οὐδέν· ἡ μὲν γὰρ ἐπιστήμη, γένος οὖσα, αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται (τινὸς γὰρ ἐπιστήμη λέγεται), τῶν δὲ καθ’ ἕκαστα οὐδὲν αὐτὸ ὅπερ ἐστὶν ἑτέρου λέγεται, οἷον ἡ γραμματικὴ οὐ λέγεται τινὸς γραμματικὴ οὐδὲ ἡ μουσικὴ τινὸς μουσική, ἀλλ’ ἢ ἄρα κατὰ τὸ γένος καὶ αὗται τῶν πρός τι λέγονται,2 οἷον ἡ γραμματικὴ λέγεται τινὸς ἐπιστήμη, οὐ τινὸς γραμματική, καὶ ἡ μουσικὴ τινὸς ἐπιστήμη, οὐ τινὸς μουσική· ὥστε αἱ καθ’ ἕκαστα οὐκ εἰσὶ τῶν πρός τι. λεγόμεθα δὲ ποιοὶ τῇ καθ’ ἕκαστα· ταύτας γὰρ καὶ ἔχομεν· ἐπιστήμονες γὰρ λεγόμεθα τῷ ἔχειν τῶν καθ’ ἕκαστα ἐπιστημῶν τινάς. ὥστε αὗται ἂν καὶ ποιότητες εἴησαν, αἱ καθ’ ἕκαστα, καθ’ ἅς ποτε καὶ ποιοὶ λεγόμεθα· αὗται δὲ οὐκ εἰσὶ τῶν πρός τι. ἔτι εἰ τυγχάνει τὸ αὐτὸ ποιὸν καὶ πρός τι ὄν, οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις αὐτὸ τοῖς γένεσι καταριθμεῖσθαι. Μετὰ δὲ τὸν τῆς ποιότητος λόγον τὴν χρονικὴν καὶ τοπικὴν κατηγορίαν ἐκτίθεμεν. ὁπότερον δὲ ποτέρου προτάττειν ἢ ὑποτάττειν χρή, ἔχει διαπορίαν. δοκιμαζέσθω δὲ ὁ λόγος ἐπὶ τοῦ χρόνου καὶ τοῦ τόπου, ὡς ἐκεῖθεν τῶν παρόντων ὑφισταμένων. τῷ μὲν γὰρ τὸν τόπον τῇ οὐσίᾳ τῶν σωμάτων συνυπάρχειν, τὸν δὲ χρόνον συνυφίστασθαι τῇ κινήσει, πρότερον δὲ τὸ εἶναι τῶν γινομένων ἢ τὸ κινεῖσθαι, πρότερον ἔσται γένος3 καὶ τὸ τῇ ὑποστάσει τῶν γινομένων συνυφιστάμενον ἢ τὸ τῇ κινήσει παρομαρτοῦν. τῷ δ’ αὖ μηδὲν τῶν γενητῶν ἐγχωρεῖν εἶναι ἢ γενέσθαι ἄνευ χρόνου, πολλὰ δὲ εἶναι ἄνευ τόπου (ὅ τε γὰρ τόπος αὐτὸς οὐκ ἐν τόπῳ καὶ αἱ πράξεις πᾶσαι), δόξειεν ἂν εἰκὸς προτάττεσθαι τοῦ ποῦ τὸ ποτέ. μήποτε δὲ ἀσφαλῶς ἔχει ἅμα τὴν περὶ αὐτῶν ποιεῖσθαι διδασκαλίαν· ἀπονεύει γάρ πως πρὸς ἄλληλα καὶ κατὰ συζυγίαν προάγεται, ὥσπερ τὸ ποιεῖν καὶ πάσχειν, καὶ ἀδελφά πώς εἰσι, κοινὴν ἐπ’ ἴσης παρέχοντα τὴν συντέλειαν πρὸς ὅλην τὴν γένεσιν. τῇ γὰρ αἰσθητῇ καὶ φυσικῇ οὐσίᾳ τὰ μὲν συνεισῆλθεν, ὡς ποσότης καὶ ποιότης καὶ πρός τι, τὰ δὲ ἐπεισῆλθε κινηθείσῃ ὡς τὸ ποιεῖν καὶ πάσχειν, τὰ δὲ ἐπηκολούθησεν ὡς τὸ ἐν χρόνῳ καὶ ἐν τόπῳ καὶ τὸ κεῖσθαι καὶ τὸ ἔχειν. ἅμα δὲ τὴν διδασκαλίαν ποιούμενοι, ὅμως πανταχοῦ τὸ ποτὲ τοῦ ποῦ προτίθεμεν. λέγομεν δὴ ὡς οὔτε τὰ πράγματα τὰ ἐν χρόνῳ οὔθ’ ὁ χρόνος αὐτὸς οὔτε τὸ σύνθετον ἐξ ἀμφοῖν εἰδοποιεῖ τὴν τοῦ ποτὲ κατηγορίαν, ψιλὴ δὲ ἡ σχέσις τοῦ πράγματος πρὸς τὸν χρόνον. ἔστι δὲ διττόν· δηλοῖ γὰρ καὶ τὸν χρόνον αὐτόν, δηλοῖ καὶ τὴν κατηγορίαν, ὅπερ ἰδίως ἐν χρόνῳ λέγεται. οὕτω διττὸν καὶ τὸ ἀεί, τὸ μὲν ἐν χρόνῳ, καθ’ ὃ λέγομεν “ἀεί ἐστι πρᾶξις”, τὸ δὲ τοῦ αἰῶνος παρώνυμον.
但并非全部,而是绝大多数。然而,正义是否相对于正义被称为较多或较少的正义,人们可能会产生疑问;在其他性态上亦同样。因为有些人对此类事物存有争议:他们认为正义绝不应当相对于正义被称为较多或较少,健康相对于健康亦然,正如我们在上文亦已做出的区分;然而一人比另一人具有较少的健康,一人比另一人具有较少的正义,则是合乎情理的,在语法学及其他性态上亦同样。但无论如何,依这些被称为具有某种质者,毫无疑问容纳程度的较大与较小;因为一人被称为比另一人更精通语法,且被称为更健康、更正义,在其他事物上亦同样。然而三角形与正方形似乎不容纳程度的较大与较小,其他任何图型亦然;因为接受三角形的定义和圆的定义的事物,全都是同等的三角形或圆,而在不接受它们的事物中,绝无一物会被说成比另一物更是如此。因为正方形绝不比矩形更是圆;因为二者都不接受圆的定义。简而言之,若两者都不接受所提事物的定义,则一者便不会被说成比另一者更是如此。因此,并非所有事物都容纳程度的较大与较小。 因此,所言及的这些没有一个是质所特有的,但相似与不相似唯独依质而被言说。因为一物相对于另一物之所以相似,不在于依任何其他事物,而仅在于依其具有某种质。因此,依质而被言说为相似或不相似,应当是质所特有的。我们亦不必因担心有人会说我们在提出关于质的论述时将许多关系者一并列入而感到不安;因为我们曾说过习性和性态属于关系者。实际上,在此类事物中,几乎所有的属都被言说为关系者,而个别事物中则绝无一物是如此;因为知识作为属,正是就其自身之所是而言说为属于另一者的(因为它被称为某物的知识),但个别事物中没有任何一个就其自身之所是而言说为属于另一者的,例如语法学并不被称为某物的语法学,音乐亦不被称为某物的音乐;只不过大概它们亦是依属而被言说为关系者,例如语法学被称为某物的知识,而非某物的语法学,音乐被称为某物的知识,而非某物的音乐;因此个别事物并非关系者。而我们是因个别事物而被言说为具有某种质的;因为我们所拥有的正是这些;实则我们是因拥有某些个别知识而被言说为有知识者。因此这些个别事物,正是我们赖以被称为具有某种质者的那些质;而它们并非关系者。此外,纵使同一事物恰巧既是某种质又是关系者,将它列入这两个属中亦毫无荒谬之处。 在关于质的论述之后,我们阐释时间性与空间性的范畴。然而究竟应当将哪一个置于另一者之前或之后,则存有疑问。论述应当就时间与空间加以检视,因为当前的范畴正是从那里建立起来的。一方面,由于空间与物体的实体共存,而时间与运动共存立,且对于生成之物而言存在先于运动,因此与生成之物的存立共存立的属,将先于伴随运动的属。但在另一方面,由于受造之物没有任何一个能够无时间而存在或生成,而许多事物则可以无空间而存在(因为空间本身并不在空间之中,一切行为亦然),因此将“何时”置于“何处”之前似乎合乎情理。不过,将关涉它们的讲授同时进行或许是稳妥的;因为它们在某种程度上彼此倾向,并如能动与受动那样成对推进,且在某种程度上如同兄弟,对整个生成同等地提供共同的圆满。因为对于可感觉的自然实体而言,有些是伴随其一同进入的,如数量、质与关系;有些是在其被运动时随后进入的,如能动与受动;有些则是随之而来的,如在时间中、在空间中、位置与所有。然而,我们在同时进行讲授的同时,依然处处将“何时”置于“何处”之前。于是我们说,既非时间中的诸事物,亦非时间本身,亦非由两者构成的复合物形塑了“何时”这一范畴,而唯独是事物与时间的单纯关系形塑了它。且它是双重的;因为它既指明时间本身,亦指明该范畴,即本义上被称为“在时间中”者。同样,“总是”亦是双重的:一者在时间中,依此我们说“行为总是存在”;另一者则是派生自永恒的同源词。
- 1.8οὐ δεῖ δὲ ταράσσεσθαι μή τις ἡμᾶς φήσει
紧接在 οὐ δεῖ ταράσσεσθαι(“不必感到不安”)之后的 μή 从句充当表示担忧或顾虑的宾语从句,意为“唯恐有人会说……”。此处使用了陈述语气将来时 φήσει 而非虚拟语气,生动地表现了对可能出现的实际质疑的预期。
- 1.8ἀλλ’ ἢ ἄρα κατὰ τὸ γένος καὶ αὗται τῶν πρός τι λέγονται
小词组合 ἀλλ’ ἢ ἄρα 承接前文的否定,引出一种有限度的让步或转折:“抑或大概它们亦不过是依属而被言说为关系者”。这是在 ἀλλ’ ἤ(“除……之外”)上加入表推论或让步的 ἄρα 构成的惯用表达。
- 1.8τῷ μὲν γὰρ τὸν τόπον τῇ οὐσίᾳ τῶν σωμάτων συνυπάρχειν ... πρότερον ἔσται γένος
以 τῷ μὲν γὰρ ... συνυπάρχειν 开头的带冠词不定式从句与后文的 τῷ δ’ αὖ ... 从句相对应,构成表示原因或根据的与格结构。主句的基本骨架为:“一方面因……[τῷ μὲν ...],与……共存立者将是先于伴随运动者的属[πρότερον ἔσται γένος καὶ τὸ ... ἢ τὸ ...]”,形成长篇的对比并列结构。
