← 佚名

亚里士多德《范畴篇》释义

§3.12-5.2

派生名与同义异名的定义及探讨名称的目的

在论述完同名同义与同名异义交织的诸方式后,作者详述了派生名与同义异名的定义及成立条件,并最终阐明了在范畴论之前探讨名称的缘由以及对附着于身体的人类而言词音与名称的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#2

ἢ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ διαφόροις ἑαυτοῦ ὀνόμασιν ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον Αἴας ὁ τοῦ Τελαμῶνος πρὸς Αἴαντα τὸν Λοκρὸν καὶ ὁμώνυμος καὶ συνώνυμος, τὸ μὲν ὅτι Αἴας, τὸ δὲ ὅτι ἄνθρωπος.1 ἢ ὅτε καθ’ ἓν καὶ τὸ αὐτὸ ὁμώνυμά τέ ἐστι καὶ συνώνυμα, πρὸς ἄλλο μέντοι καὶ ἄλλο, ὡς ὁ κόραξ ὁ ὄρνις· πρὸς μὲν γὰρ τὸ ὄργανον ὁμώνυμος, συνώνυμος δὲ πρὸς τοὺς ἄλλους κόρακας. καὶ τέταρτον, ὃ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, ὡς ὁ παρ’ Ὁμήρῳ Μέλας, Ἄγριος· καθὸ μὲν γὰρ κύριον τὸ Μέλας, εἴη ἂν ὁμώνυμον τῷ κατὰ τὴν χρόαν μέλανι· εἰ μέντοι τύχῃ καὶ τὴν χρόαν μέλας ὁ οὕτω καλούμενος, συνώνυμος ἂν εἴη τῷ ὁμοίως μέλανι. οὕτως δὲ καὶ ὁ τὸ Ἄγριος κύριον ἔχων ὄνομα, εἰ καὶ τὴν τοῦ ἤθους προσλήψεται ἀγριότητα, ὁμώνυμός τε εἴη πρὸς τὸν τὸ ἦθος ἄγριον καὶ συνώνυμος. τούτοις δὲ κἀκεῖνα παρόμοια, ὅσα ἀπὸ τῶν ἀρετῶν παρηγμένα ἔν τισιν ὡς κύρια λέγεται οἷον Ἐλευθέριος, Φιλάρετος, Εὐφρόσυνος, καὶ ὅσα ἀπὸ τῶν ἐθνικῶν, οἷον Ἰταλικός, Κρητικός, Ἐλευσίνιος. ἔτι τὸ ὁμώνυμον ἀντίφασιν ἐπιδέχεται· ὁ γὰρ γεγραμμένος ἄνθρωπος καὶ οὐκ ἄνθρωπος· τὸ δὲ συνώνυμον οὔ. τοσαῦτα καὶ περὶ συνωνύμων. Παρώνυμα δέ ἐστιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. δεῖ δὲ καὶ ἐπὶ τῶν παρωνύμων ζητεῖν, τί τὸ πρῶτον καὶ τί τὸ ἀπ’ ἐκείνου παρωνομασμένον, καὶ ἔτι κοινωνίαν πράγματος καὶ διαφοράν, καὶ κοινωνίαν ὀνόματος καὶ διαφοράν. τὸ γὰρ μουσικὴ γυνὴ καὶ μουσικὴ ἐπιστήμη, καὶ παρθένος καὶ παρθενική, ὡς τὰ μὲν πράγματος ἔχοντα διαφορὰν ὀνόματος δ’ οὔ, τὰ δὲ τὸ ἔμπαλιν διαλλάττοντα μὲν τῷ ὀνόματι ἀδιάφορα δὲ τῷ πράγματι, οὐ παρώνυμα. εἴη δ’ ἂν τῶν παρωνύμων καὶ τὰ πατρωνυμικὰ καὶ συγκριτικά, ἔτι δὲ ὑπερθετικὰ καὶ ὑποκοριστικά. ὑπὸ τὴν αὐτὴν δέ ἐστι κατηγορίαν τὸ παρώνυμον τῷ ἀφ’ οὗ παρωνόμασται. Πολυώνυμα δὲ γίνεται ὅταν διάφορα ὀνόματα καθ’ ἑνὸς πράγματος λέγηται, ἕνα καὶ τὸν αὐτὸν λόγον ἔχοντα, ὥσπερ ἄορ, ξίφος, σπάθη, φάσγανον· σίδηρος γὰρ ἀμφίστομος ταῦτα πάντα. δεῖ δὲ μὴ τοῦτο μόνον σκοπεῖν, εἰ τοῦ αὐτοῦ πλείονα κεῖται ὀνόματα, ἀλλ’ εἰ καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ σημαινόμενον φέρονται. τὸ γὰρ ἀμερὲς καὶ τὸ ἐλάχιστον καθ’ ἑνὸς λεγόμενα πράγματος τοῦ στοιχείου, καὶ ἀρχὴ καὶ αἴτιον καθ’ ἑνὸς ἴσως τοῦ ποιητικοῦ, καὶ κατὰ τῆς κύκλου περιφερείας τὸ κοῖλον καὶ τὸ κυρτὸν οὐ πολυώνυμα ἂν εἴη κυρίως, ἐπεὶ μὴ πρὸς τὸ αὐτὸ τοῦ πράγματος ἄμφω λέγεται, ἀλλ’ ἰδίαν ἑκάτερον περὶ τὸ αὐτὸ ὑπεσήμαινεν ἔννοιαν. κινδυνεύει δὲ καὶ ἐν τοῖς ὁμολογουμένως πολυωνύμοις λεγομένοις ὡς ἐπὶ τοῦ ἀνθρώπου, ὅταν ὁ αὐτὸς καὶ μέροψ καὶ βροτὸς λέγηται, ἐπεὶ ἕκαστον τῶν ὀνομάτων κατ’ ἄλλην καὶ ἄλλην σημασίαν ἐκδέδοται (τὸ μὲν γὰρ κατὰ τὸ ἀναλογιστικόν, τὸ δὲ κατὰ τὴν τῆς διαλέκτου πρὸς τὰ ἔθνη διαφοράν, τὸ δὲ κατὰ τὸ θνητὸν τῆς συστάσεως), μὴ κυρίως πολυώνυμα λέγεσθαι. λείπεται δὴ ἐκεῖνα μόνα εἶναι πολυώνυμα, ἐφ’ ὧν οὐ κατὰ τὰς διαφόρους σχέσεις τῆς μιᾶς φύσεως διάφορα κεῖται ὀνόματα, ἀλλ’ ὡς κατ’ αὐτήν, ἄλλου ἄλλως οὐκ ἐτυμολογικῶς ἀλλὰ κατὰ τὸ ἐπιτυχὸν ὀνομάσαντος. περὶ δὲ ἑτερωνύμων καὶ ἑτέρων, οὐδὲν πλέον ὑπὲρ αὐτῶν ἄλλο λέγεται, ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη. Αἰτία δὲ δι’ ἣν περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενοι τοσαῦτα περὶ διαφορᾶς ὀνομάτων ἐφιλοσοφήσαμεν πρότερον ἐκείνων, ὡς ἐπεὶ σκοπὸς ἡμῖν2 περὶ φωνῶν ἁπλῶν διαλαβεῖν, σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων, καὶ περὶ τῶν ὄντων σκέψασθαι οὐ καθὸ εἰσίν, ἀλλὰ καθὸ παρὰ τῶν πολλῶν καὶ νοοῦνται καὶ λέγονται, πολλαχῶς δὲ κοινωνεῖ τὰ ὄντα καὶ πολλαχῶς διαφέρει, πολυειδὴς καὶ ἡ τῶν ὀνομάτων κοινωνία καὶ ἑτερότης γεγένηται, οὐκ ἦν δὲ εὐπετὲς τοῖς ἐκεῖ λεγομένοις ἕπεσθαι τῷ μὴ πρότερον περὶ τούτων ἐπεσκεμμένῳ· ἐπιστήμονος δὲ καὶ τὸ πρὸ τῆς κατὰ μέρος διδασκαλίας τὰ χρησιμεύσοντα προεκτίθεσθαι.3 ὅλως δὲ περὶ ὀνομάτων καὶ τῆς χρείας αὐτῶν, καὶ τί δήποτε μόνος τῶν ἄλλων φωνὴν ἄνθρωπος ἔλαβεν, ἐκεῖνο εἰπεῖν δεῖ, ὡς εἰ μὲν ἦμεν ψυχὴ μόνη, μὴ κοινωνοῦντες σώματι, οὔτε φωνῆς ἂν ἐδεήθημεν οὔτε ὀνομάτων εἰς τὸ δηλοῦν ἀλλήλοις ἃ ἐννοούμεθα, κρείττονί τινι συναφῇ τῶν ψυχῶν συναπτομένων καὶ μεταδιδουσῶν ἀλλήλαις τῶν οἰκείων διανοημάτων. τὸ συμπεπλέχθαι γοῦν σώματι τὴν τῆς φωνῆς χρείαν ἐγέννησεν· αἱ γὰρ ἀποστᾶσαι τοῦ νοῦ καὶ τῶν ὄντων ψυχαὶ καὶ διακριθεῖσαι ἀλλήλων οὐκ ἄλλῳ ἢ τούτῳ εἰς ὁμόνοιαν πάλιν συνάγονται καὶ τοῖς πράγμασι συναρμόζονται καὶ πρὸς νοῦν ἀναπέμπονται.

或者,同一事物相对于同一事物,依照自身不同的名称既是同名异义者又是同名同义者,例如忒拉蒙之子埃阿斯相对于洛克里斯人埃阿斯而言既是同名异义者又是同名同义者:一者是因为被称为“埃阿斯”,另一者是因为被称为“人”。或者,是在依照单一且相同的名称既是同名异义者又是同名同义者,然而却是相对于不同的事物时,正如作为鸟类的乌鸦:因为相对于工具而言它是同名异义者,但相对于其他乌鸦而言则是同名同义者。第四种情况则是,依照相同的名称相对于同一事物既是同名异义者又是同名同义者,正如荷马诗篇中的墨拉斯与阿格里奥斯:因为就“墨拉斯”是专有名词而言,它相对于肤色黝黑者会是同名异义者;然而若如此得名之人恰好肤色亦黑,他相对于同样黑肤者便会是同名同义者。同样,以“阿格里奥斯”为专有名词的人,若其品性亦兼具粗暴野蛮,相对于品性粗暴者便既是同名异义者又是同名同义者。与这些极为相似的,还有凡由诸美德派生并在某些人身上作为专有名词而称呼的,如厄琉忒里奥斯、菲拉勒托斯、欧弗罗绪诺斯,以及凡由民族名称派生而来的,如伊塔利科斯、克里提科斯、厄琉息尼奥斯。此外,同名异义者容许矛盾——因为画中的人既是人又不是人——而同名同义者则不然。关于同名同义者,所论及的也就这么多。派生名者,是指凡从某事物出发而在语尾变化上有所差异,并具有依于该名称的称谓者,例如从“文法学”得出“文法家”,从“勇敢”得出“勇敢者”。在考察派生名者时,还必须探求何者为首要者,何者是由其派生得名者,此外还要探求事物的共通性与差异性,以及名称的共通性与差异性。因为“懂音乐的女子”与“音乐知识”,以及“处女”与“处女般的”,前者虽有事物的差异却无名称的差异,而后者反过来虽在名称上有差异而在事物上却无差异,因此都不是派生名者。父称与比较级,此外还有最高级与指小词,亦当属于派生名者。而且派生名者与其所由派生得名者属于同一个范畴。当对一个事物表述不同的名称,且具有唯一且相同的定义性陈述时,便产生出同义异名者,正如 aor、xiphos、spathe、phasganon;因为所有这些都是“双刃铁器”。但不仅应当考察这一点,即是否对同一事物设定了多个名称,而且还应当考察它们是否指向同一事物且依照相同的涵义。因为对于元素这一单一事物所表述的“不可分者”与“最小者”,对于致动者这一单一事物或许所表述的“原理”与“原因”,以及在圆周之上的“凹”与“凸”,严格说来都不是同义异名者,因为两者并非针对该事物的同一方面而言说,而是各自针对同一事物暗含了特有的概念。而且很可能即便在公认被称为同义异名者中,例如在人身上,当同一个人既被称为 merops 又被称为 brotos 时,由于每个名称都是依照各自不同的含义被赋予的(一者依照推论能力,一者依照各民族间方言的差异,一者依照形体构成的必死性),严格说来它们并未被同义异名地言说。由此可见,唯有在那些并非依照单一本性的不同关系设定不同名称,而是犹如依照该本性自身,由不同的人不依词源学而随性命名的情况下,才属于同义异名者。关于异名异义者及其他,除了开篇所言之外,毋须再作多论。我们打算论述范畴,却在此之前就名称的差异进行了如此深入的哲学探讨,其原因在于:我们的目的既然是论述通过单纯概念的中介指称单纯事物的单纯词音,并考察存在者,不是就其存在本身而言,而是就其被大众所思及和言说的程度而言;且由于存在者以多种方式相通并以多种方式相异,名称的共通性与相异性亦变得形态多样;而对于未曾预先考察这些事物的人来说,要理解那里所论的内容并非易事。预先在具体教学之前阐明有用之物,这也是通晓学问者的职责。总而言之,关于名称及其必要性,以及究竟为何在其他存在物中唯有人获得了声音,应当这样说:如果我们只是纯粹的心灵,不与身体相混通,我们便既不需要声音也不需要名称来彼此表明心中的想法,因为心灵本可以通过某种更优越的联合方式相互联结,并将各自的思想传递给彼此。与身体交织在一起,至少促成了对声音的需求;因为脱离了理智与存在者并彼此分离的心灵,唯有通过这一途径才能重新汇聚为同一心智,与事物相契合,并被重新引领至理智。

语法注3 条
  1. 1.1τὸ μὲν ὅτι Αἴας, τὸ δὲ ὅτι ἄνθρωπος

    τὸ μέν ... τὸ δέ 用作副词性宾格(或表示关系的宾格),分别引出由 ὅτι 引导的因果从句:“一者是因为……,另一者是因为……”。

  2. 1.1Αἰτία δὲ δι’ ἣν περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενοι τοσαῦτα περὶ διαφορᾶς ὀνομάτων ἐφιλοσοφήσαμεν πρότερον ἐκείνων, ὡς ἐπεὶ σκοπὸς ἡμῖν

    句首名词 Αἰτία 省略了系动词 ἐστί,构成“我们……之所以探讨如此之多的原因[在于]……”的框架。随后的 ὡς 从句引出解释的具体内容,其内部由 ἐπεί 引导的从属结构与主要结论 οὐκ ἦν δὲ εὐπετές 形成长复合句。

  3. 1.1ἐπιστήμονος δὲ καὶ τὸ πρὸ τῆς κατὰ μέρος διδασκαλίας τὰ χρησιμεύσοντα προεκτίθεσθαι

    ἐπιστήμονος 是表示特征的述语属格(predicate genitive of characteristic),带冠词的不定词短语 τὸ ... προεκτίθεσθαι 作主语,结构为“预先阐明……是通晓学问者的特征/职责”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:3.12-5.2