- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:44.27-46.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于质的第二种种(自然潜能与无潜能),注疏者论证潜能并非仅源于质料,而是源于质料与形式的结合及对理则的分有,并藉由凝聚度、形式的对立以及无潜能的两种方式解释坚硬与柔软的成因。
διαφανὴς δὲ μάλιστά ἐστι κατὰ τὴν φύσιν· τὰ γὰρ ἔργα τῆς φύσεως ἐν κινήσει τῇ ἐκ τῆς δυνάμεως ταύτης εἰς ἐντελέχειαν ὁδευούσῃ, καὶ ἐν μεταλήψει λόγων, ἢ οὐκ ἐν ἄλλῳ παραγίνεται ἢ τῷ δυναμένῳ δέχεσθαι·1 οὐ γὰρ πᾶν εἶδος εἰς τὸ τυχὸν ἐγγίνεται, ἀλλὰ τὸ δυνάμενον παραγίνεσθαι εἰς τὸ ἐπιτηδείως ἔχον ὑποδέχεσθαι. καὶ ἐν τῇ ψυχῇ δέ, καθ’ ὅσον φύσεως ἐφάπτεται τοῦ ἐνεργείᾳ νοῦ ἀφισταμένη, κατὰ τοσοῦτον τὸ δυνάμει θεωρεῖται. καὶ ἐν παντὶ δὲ τῷ κόσμῳ εἴ τις προάγοιτο γένεσις, οὐκ ἄλλως ἢ διὰ τῆς δυνάμεως εἰς οὐσίαν προάγεται· καὶ τῇ ὕλῃ δὲ ἡ ὑποδοχὴ τοῦ εἴδους διὰ δυνάμεως παραγίνεται. αὐτὴ δὲ ἢ δι’ ἑαυτῆς ἱκανή ἐστι προβιβάζεσθαι ὡς ἐπὶ τῶν αὐτοκινήτων ψυχῶν, ἢ ῥᾳδίως εἰς τὸ τέλειον ὑπὸ τῆς ἐνεργείας προάγεται. ἀλλὰ τοιαύτη μὲν καὶ ἐν τοιούτοις ἡ δύναμις τὴν ἑαυτῆς ὑπόστασιν ἐκληρώσατο. πότερον δὲ ἀπὸ τῆς ὕλης τὸ δυνάμει καὶ ἡ δύναμις αὐτή, ὥς τινες οἴονται, ἢ αὐτὴ ἡ ὕλη τὸ δυνάμει, ὡς ἄλλοις δοκεῖ; ἢ τοῦτο ἄτοπον. οὔτε γὰρ παρέχεταί τινα αἰτίαν ἡ ὕλη ἀφ’ ἑαυτῆς ἀσθενὴς οὖσα πάντη, οὔτε οὐσίαν ἐνδίδωσιν ἐκπεπτωκυῖα τοῦ ὄντος, οὔτε δυνάμεως ἀρχὴν παντελῶς οὖσα ἀδύναμος, οὔτε ποιότητος ἀφορμὴν ἄποιος οὖσα καθ’ ἑαυτήν. ἀλλ’ οὔτε ἔχει τι γόνιμον ἐστερημένη πάντων καὶ ἐν ἐνδείᾳ οὖσα καὶ πενίᾳ καθ’ ἑαυτήν. ἀλλ’ οὐδὲ σχέσις ὕλης τὸ δυνάμει τῆς πάντη ἀσχέτου, οὐδὲ πλεονασμὸς οὐδὲ ἔκτασις ἢ συστολὴ ἢ μάνωσις ἢ πύκνωσις τῆς ἀπεστερημένης πάσης κινήσεως, οὔτε ἄλλο οὐδὲν τῶν περὶ τὴν ὕλην ἐπινοουμένων αἴτιον γίνεται τῆς τῶν δυνάμεων ὑποστάσεως. λείπεται τοίνυν ἀπὸ τῆς συνόδου τούτων ὕλης τε καὶ εἴδους ἢ τῶν ἀνάλογον ἐχόντων πρὸς ὕλην καὶ εἶδος τὴν τοιαύτην ὑφίστασθαι δύναμιν. ἐν οὖν τῇ ὕλῃ συνίσταται ἡ δύναμις ἀπὸ τοῦ εἴδους κατὰ τὴν ἀμηγέπη τῶν λόγων μετουσίαν, ὅταν προΐῃ τις ἀπ’ αὐτῶν πρόδρομος ἐπιτηδειότης, ὡς εἶναι μὲν τὴν μετουσίαν ὑποδοχὴν τῆς ἕξεως· κἂν τὸ σῶμα δὲ κἂν ἡ ψυχὴ τὴν ἐπιτηδειότητα ταύτην δέχοιτο, ταῦτα πάντα σώζει τὴν πρὸς τὴν ὕλην ἀναλογίαν, καθ’ ἣν πρὸς τὰ τελειότερα ἑαυτῶν ὡς πρὸς εἶδος συνταττόμενα ἐπιτηδειότητα ἴσχει πρὸς τὴν τελειοτέραν μετουσίαν. τὰ γὰρ ἐν γενέσει, ἀπὸ τοῦ ἀτελοῦς προκόπτοντα ἐπὶ τὸ τέλειον, τὴν τῆς ὑποδοχῆς τῆς ἕξεως προκοπὴν δεξάμενα, εἶτα τῆς τελειοτέρας μεθέξεως εὐμοιρήσαντα, τοῦ μὲν μετεχομένου μένοντος, τοῦ δὲ μετέχοντος ὅλον ἅμα τὸ εἶδος μὴ δυναμένου καταδέξασθαι,2 ἄλλην πρὸ ἄλλης ἀεὶ μέθεξιν ἀτελεστέραν πρὸ τελειοτέρας ὑποδέχεται. Κατὰ τὸν αὐτὸν δὲ τῆς θεωρίας εἱρμὸν καὶ περὶ τοῦ μαλακοῦ καὶ σκληροῦ διαλάβωμεν· πότερον τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὑπὸ διαστάσεως τὸ μὲν ναστοτέρας τὸ δὲ ἀραιοτέρας γεγένηται, καὶ πύκνωσις καὶ μάνωσις αὐτοῖς ἡ οὐσία, καὶ τὸ διάφορον ἑκατέρῳ παρέχεται ὧδε μὲν κενοῦ πολλοῦ ἀπόληψις, ἐκεῖ δὲ συνίζησις τῶν κενωμάτων καὶ ἀποπλήρωσις, ἢ ὕλης πλεονασμὸς καὶ ἔνδεια ποιεῖ τὸ μὲν σκληρὸν τὸ δὲ μαλακόν; ἢ ἀντὶ τούτων βέλτιον κατὰ τὴν συνοχὴν ἤτοι ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τὸ διάφορον αὐτῶν ὑπολογίζεσθαι. τά τε γὰρ ἄλλα τούτῳ συμφωνεῖ καὶ τὸ λέγεσθαι τὸ μὲν σκληρὸν δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν ἀδυναμίαν τοῦ αὐτοῦ· τὸ γὰρ δυσδιαίρετον ἢ εὐδιαίρετον κατὰ τὸ τῆς συνοχῆς ὑπερβάλλον ἢ ἐλλεῖπον συνίσταται. τὸ δ’ αὐτὸ ἄν τις καὶ κατὰ τὴν τοῦ εἴδους μᾶλλον ἢ ἧττον ἐπικράτειαν ὑπολογίσαιτο· σκληρὸν μὲν γὰρ τὸ τοῦ εἴδους ἀντεχόμενον μᾶλλον, μαλακὸν δὲ τὸ ἐναντίον ἀφοριζόμενος. μήποτ’ οὖν καὶ κατὰ λόγους διαφόρους ἑκάτερον τούτων ἀποτελεῖται καὶ κατὰ εἰδῶν τελείαν ἀντίθεσιν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ πικρὸν καὶ τὸ γλυκὺ καὶ μανὸν καὶ πυκνόν. εἰ γὰρ πᾶν μὲν τὸ κατὰ φύσιν ἔχον τελείαν ἔχει τοῦ οἰκείου εἴδους ἀντίληψιν, ἔστι δέ τινα μαλακὰ κατὰ φύσιν ζῶα καὶ φυτά, καὶ ἐν τοῖς τοῦ ζώου μορίοις ὁ πνεύμων, πῶς ἂν καλῶς ἔχοι κατ’ ἔλλειψιν εἴδους τὸ μαλακὸν ἀφοριζόμενον;3 ἢ διττὸν εἶδος ἀδυναμίας, ἓν μὲν τὸ κατὰ στέρησιν, ὡς τὸ νοσῶδες ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων, οὗ δύναμιν εἶχε τὸ ὑγιεινόν, τὸ δὲ κατὰ εἶδος ὑφεστώς, ὥσπερ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ σκληρὸν ἀδυναμίαν τοῦ ῥᾳδίως. ὡς δὲ χεῖρον ἐν τῇ ἀντιθέσει τὸ μαλακὸν κατὰ τὴν ἀδυναμίαν ἀφωρίσθη. τοσαῦτα καὶ περὶ τοῦ δευτέρου τῆς ποιότητος εἴδους διείληπται.
但它尤其依照自然而显著;因为自然的工作处于从这种潜能通向完全现实的运动之中,并且处于对理则[逻各斯]的分有之中,而这种分有并不产生在任何其他事物中,唯独产生在能够接受者之中。因为并非任何形式都能在偶然的事物中产生,而是能够产生的形式产生在具有接受的适合性者之中。在灵魂中亦然,它在多大程度上脱离现实中的理智而触及自然,在潜能中的事物就在多大程度上被观照。在整个宇宙中,如果引导出任何生成,它绝非以其他方式、唯独通过潜能被引导至实体;而对质料而言,对形式的接受也是通过潜能而产生的。潜能本身要么能够依自身而前进,正如在自运动的灵魂中那样,要么容易由现实引导至完全者。潜能作为如此之物且在如此之物中,分得其自身的存立。 那么,究竟如某些人所认为的,处于潜能者以及潜能本身来自于质料,还是如另一些人所主张的,质料本身即是处于潜能者?或者说,这实属荒谬。因为质料从自身出发并不能提供任何原因,它完全是软弱无力的;它也不赋予实体,因为它已经从存在者中跌落;它完全无能,因而也不赋予潜能的始基;它依自身而言无性质,因而也不赋予质的凭借。不仅如此,它被剥夺了一切,依自身而言处于欠缺与贫困之中,不具有任何繁殖能力。不仅如此,处于潜能者既不是完全无关联的质料的关联,也不是被剥夺了一切运动的质料的过多、伸展、收缩、稀疏或凝聚;关于质料所构想的任何其他事物,都不能成为诸潜能存立的原因。因此剩下的结论就是:这种潜能是由这些事物——即质料与形式,或者与质料和形式成比例的事物——的结合而存立的。因此,在质料中,潜能是依照对诸理则[逻各斯]的某种分有而从形式中构成的,每当某种先行的适合性从它们之中产生时,这种分有就成为对状态的接受。无论身体还是灵魂接受这种适合性,这一切都保持着对质料的比例关系,依照这种关系,它们相对于比自身更完全者被配置(如同相对于形式一样),从而具有通向更完全分有的适合性。因为生成中的事物从不完全走向完全,接受了对状态之接受的进阶,继而分得更完全的分有,在被分有者保持不变、而分有者不能同时接受全部形式的情况下,总是在更完全的分有之前接受另一个更不完全的分有,相继不断。 依照同样的考察脉络,我们也来探讨柔软与坚硬:坚硬与柔软究竟是由间距——前者较密,后者较疏——所造成的,且凝聚与稀疏就是它们的本质,是一处对大量虚空的截留、另一处对虚空部位的沉陷与充实为二者提供了差异,还是质料的过多与欠缺使一者坚硬而另一者柔软?或者说,与其如此,不如依照或过度或不足的凝聚来考量它们的差异。因为其他方面都与此相符,而且坚硬者被说成具有不易被分割的潜能,而柔软者被说成具有对于此事的无潜能,这一点也相符;因为难分割或易分割乃是依照凝聚的过度或不足而构成的。人们也可以依照形式优势的强弱来考量此同一之事:将坚硬者界定为更固守形式者,而将柔软者界定为与其相反者。那么,难道它们之中的每一者不也是依照不同的理则[逻各斯]、依照形式的完全对立而成就的吗,正如热与冷、苦与甜、稀与密一样?因为如果凡顺应自然者都对其固有形式具有完全的领受,而自然中存在某些柔软的动物与植物,并且在动物的器官中有肺,那么如果将柔软者界定为依据形式的欠缺,这怎能妥当呢?抑或无潜能的种有两种,一种是依照匮乏的,正如多病者具有不能免受偶然事物轻易影响的无潜能,而健康者则具有此事的潜能;另一种则是依照形式而存立的,正如柔软者具有不易被分割的无潜能,而坚硬者具有容易[被分割]的无潜能?而在对立中作为较劣者,柔软者乃是依照无潜能被界定的。关于质的第二个种,也就探讨这么多了。
- 1.8ἢ οὐκ ἐν ἄλλῳ παραγίνεται ἢ τῷ δυναμένῳ δέχεσθαι
虽然出现了两次 ἤ,但第一个 ἤ 是连词(或可能为关系代词 ἥ 的异读),而后面的 οὐκ ... ἢ 则是表示排他性限定的惯用句式,意为“除……之外不在任何其他事物中”。随后的与格 τῷ δυναμένῳ δέχεσθαι 要么承前省略了前置词句 ἐν ἄλλῳ 中的前置词 ἐν,要么直接受动词 παραγίνεται 支配。
- 1.8τοῦ μὲν μετεχομένου μένοντος, τοῦ δὲ μετέχοντος ὅλον ἅμα τὸ εἶδος μὴ δυναμένου καταδέξασθαι
两个平行的独立属格从句(τοῦ μὲν μετεχομένου μένοντος 与 τοῦ δὲ μετέχοντος ... μὴ δυναμένου καταδέξασθαι)通过 μέν ... δέ 形成对比。前者表示“在被分有者保持不变的同时”,后者则表示原因与伴随情况:“由于分有者不能同时接受全部形式”。
- 1.8πῶς ἂν καλῶς ἔχοι κατ’ ἔλλειψιν εἴδους τὸ μαλακὸν ἀφοριζόμενον;
分词 ἀφοριζόμενον 在性数格上与主语 τὸ μαλακόν 一致(主格中性单数),但在句法上它充当条件分词,相当于条件从句(“如果柔软者被界定为……”),与带有 ἄν 的潜能祈愿语气(πῶς ἂν καλῶς ἔχοι)相配合。
