← 佚名

亚里士多德《范畴篇》释义

§43.6-44.27

作为第二类质的自然潜能与无潜能

作者总结了第一种种(状态与素质)的讨论,界定了质的第二种种“自然潜能与无潜能”(如拳击、奔跑、健康、多病、坚硬与柔软)的定义与固有涵义。接着论证了潜能虽在时间和生成上先于现实,但现实在实体和目的上先于潜能,并进而对潜能作为从不完全通向完全的中介展开了理智性的形而上学省察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#4

πῶς γὰρ ἄν ἐν τοῖς ἀμερέσι διαιρεθείη τὸ ἐν τούτοις διάφορον; ἀλλ’ ἴσως ἐν τοῖς μεριστοῖς καὶ τοῖς μετέχουσι τὸ παρηλλαγμένον αὐτῶν καθ’ αὑτὸ θεωρεῖται, τοῖς μὴ δυναμένοις τὸ ἀμερὲς αὐτῶν ἀμερῶς ὑποδέχεσθαι.1 καὶ περὶ μὲν ἕξεως καὶ διαθέσεως ἐπὶ τοσοῦτον διέσκεπται. Ἕτερον δὲ εἶδος ποιότητος, καθ’ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν, καὶ ἁπλῶς ὅσα κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγονται. οὐ γὰρ τῷ διακεῖσθαί πως ἕκαστον τῶν τοιούτων λέγεται (οὔπω γὰρ γεγόνασιν ἐν μετουσίᾳ τῶν ἕξεων, καθ’ ἃς λέγονται), ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν παθεῖν, οἷον πυκτικοὶ ἢ δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πως, ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως, ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μὴ πάσχειν ὑπὸ τῶν τυχόντων. ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἔχει· τὸ μὲν γὰρ σκληρὸν λέγεται τῷ δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου. πολλαχῶς δὲ τῆς δυνάμεως λεγομένης, τῆς μὲν κατ’ ἐπιτηδειότητα φυσικήν, ὡς ὁ παῖς δυνατὸς ἀναγνῶναι, τῆς δὲ κατὰ τὴν τῆς ἐπιτηδειότητος τελειότητα, ὡς ὁ γράμματα εἰδὼς ἀναγνῶναι δυνατός (ἥ τε ποιητικὴ καὶ ἡ παθητικὴ δυνάμεις λέγονται· ἡ μὲν γὰρ ὅτι ἀπ’ αὐτοῦ εἰς ἕτερον, ἡ δὲ ὅτι ἀφ’ ἑτέρου εἰς αὐτό), κατ’ οὐδεμιᾶς τούτων τὰ ἐνταῦθα συνείρομεν.2 ἀλλ’ ἔτι παρὰ ταύτας δύναμις λέγεται, καθ’ ἣν μόνος τις κάλλιον τῶν ἄλλων ποιεῖ (ὡς ὁ βαδίζων, ὅσον οὐκ ἄλλος, καὶ διανηξάμενος πέλαγος, ὅσον οὐχ ἕτερος), καὶ ἡ ἀντίθετος πρὸς ταύτην τοῦ αὐτοῦ τούτου ἀδυναμία, ἥτις καὶ αὐτὴ δύναμίς τις στερητικὴ λέγεται. τὸ γὰρ δυνάμενόν τι χεῖρον παθεῖν λέγομεν ἔχειν τούτου δύναμιν, καὶ τὸ ἀφυὲς ἐξαιρέτως ἐπί τι καὶ ἀδύναμον δυνατὸν ἐπὶ ταῦτα οὕτως ἔχειν φαμέν. καὶ τοῦτό ἐστιν ὃ κατὰ δύναμιν καὶ ἀδυναμίαν δεύτερον εἶδος ποιότητος λέγομεν. καθόλου γὰρ ἡ ἑτέρων δύναμις ἐν τοῖς τοιούτοις ἄλλων ἔσται ἀδυναμία καὶ τὸ ἔμπαλιν· ἡ γὰρ ἐπὶ τὰ χείρω δύναμις ἀδυναμία ἐστὶν ἐπὶ τὰ βελτίονα, καὶ τὸ κρείττω δύνασθαι ἀδυνατεῖν ἐστιν ἐπὶ τὰ χείρω. καὶ οὐκ ἐξίσταται παντάπασιν ἡ ἀδυναμία τοῦ λόγου τῆς δυνάμεως, ἀλλ’ ὑπ’ αὐτοῦ κρατεῖται. τὰ γὰρ ἀτελῆ συνείληπται τοῖς τελείοις· ἀπ’ αὐτῶν γὰρ ἔχει τὴν αἰτίαν τοῦ εἶναι. τὸ κατὰ στέρησιν καὶ ἕξιν δὲ τῆς ποιότητος εἶδος τοῦ κατὰ δύναμιν καὶ ἀδυναμίαν προτάττομεν. καίτοι πρότερον ὁ δυνάμει γραμματικὸς τοῦ καθ’ ἕξιν καὶ ἐνέργειαν [οὐ] κατὰ τὸν τῆς γενέσεως λόγον, ἀλλ’ οὐ κατὰ τὸν τῆς οὐσίας.3 προηγεῖται μὲν γὰρ κατὰ χρόνον καὶ γένεσιν, καὶ μάλιστα ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, τῆς ἐνεργείας ἡ δύναμις· πρότερον γὰρ ἐν τῇ ὁδῷ τῆς φύσεως τοῦ ἐντελοῦς ἀνθρώπου τὸ σπέρμα καὶ ἔμβρυον. κατ’ οὐσίαν δὲ καὶ τὸ οὗ ἕνεκα πρεσβύτερον τὸ ἐνεργείᾳ καὶ τέλειον τοῦ ἀτελοῦς καὶ δυνάμει, τὸ μὲν ὅτι ἐκεῖθεν παράγεται, τὸ δ’ ὅτι ἕνεκεν ἐκείνου γίνεται. τό τε γὰρ σπέρμα ἐκ τοῦ ἀνθρώπου καὶ ἡ περὶ τὸ ἔμβρυον πραγματεία τῆς φύσεως τοῦ ἐντελοῦς ἀνθρώπου ἕνεκεν. δεῖ δὲ καὶ τὰς νοερωτέρας ἐπιβολὰς περὶ τῆς φυσικῆς ταύτης ἐπιθεῖναι δυνάμεως, τίς τέ ἐστι λέγοντας καὶ ἐν τίσι θεωρεῖται τῶν ὄντων. εἰ δὲ μὴ δυνατὸν περὶ αὐτῶν τὸ σαφὲς δι’ ὀλίγων εἰπεῖν, τὸ διὰ πολλῶν ἐλθεῖν εἰς τὴν τῶν προτεθέντων σαφήνειαν οὐκ ἄκαιρον οὐδὲ περιττὸν ἡγησόμεθα. ἔστι μὲν οὖν καθόλου τοῦτο τὸ γένος πᾶσιν ὑπάρχον τοῖς ὁπωσοῦν τελειουμένοις· οὐ γὰρ ὅλως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον παραγίνεται τι, εἰ μὴ μέση δύναμις παρείη, ἐπιδιδοῦσα μὲν τὸ ἐνδεὲς εἰς τελείωσιν, δεχομένη δὲ τὴν ἀποπλήρωσιν ἀπὸ τοῦ τελειοτάτου. συναγωγὸς οὖν ἐστι τῶν ἄκρων καὶ ὁδὸν παρέχει τὴν ἀπὸ τῶν ὑποδεεστέρων ἐπὶ τὰ κρείττονα καὶ παρασκευὴν ἐντίθησι καὶ ἀφορμὴν εἰς τελείωσιν, μοῖράν τέ τινα προείληφεν ἀπὸ τῆς ἐνεργείας καὶ οἷον ἔλλειψίς τίς ἐστιν ἀπὸ τῆς τελείας οὐσίας καὶ ἕξεως καὶ προθέρμανσίς τις ὡς ἐλλυχνίου πρὸ τῆς τοῦ πυρὸς θερμότητος, καὶ εἴδους δὲ μετρία μετουσία ἀπομεριζομένη κατὰ μέτρα καὶ οὐχ ὅλη παροῦσα. τοιαύτη δὲ οὖσα προηγουμένως ἐν ταῖς ψυχαῖς θεωρεῖται ταῖς λογικαῖς· ὅτε γὰρ ὁ τῆς ψυχῆς νοῦς ὑπὸ τοῦ χωριστοῦ τελειοῦται, δύναμίς ἐστιν ἡ προάγουσα τὸν νοῦν τῆς ψυχῆς ἐπὶ τὸ νοερὸν εἶδος καὶ τὴν κατ’ ἐνέργειαν νόησιν.

因为在不可分的事物中,它们之中的差异怎能被分割呢?不如说,或许正是在可分的事物和分有者之中——即那些不能以不可分的方式接受其不可分本性者之中——它们的变异才依其自身被观照。关于状态与素质,就探讨到这里。 质的另一个种,乃是依据它我们称人为拳击家、奔跑者、健康者或多病者,并且简言之,凡是依照自然潜能或无潜能而言说的事物皆属之。因为这类事物中的每一者,并不是因以某种方式具有素质而被言说的(因为它们尚未进入依之而被言说的状态的分有之中),而是因具有容易做某事或不受任何影响的自然潜能或无潜能;例如,拳击家或奔跑者并非因以某种方式具有素质而被言说,而是因具有容易做某事的自然潜能;健康者被言说,乃因具有不受偶然事物轻易影响的自然潜能;多病者被言说,乃因具有不能免受偶然事物影响的自然无潜能。与这些类似,坚硬与柔软亦是如此;因为坚硬者被言说,乃因具有不易被分割的潜能,而柔软者则因具有对于此同一之事的无潜能。 虽然潜能有多种言说方式,一种是依据自然适合性,如儿童能朗读,另一种则是依据适合性的完成,如通晓文字者能朗读(并且也被称为主动潜能与被动潜能;因为前者是从自身出发走向他者,而后者是从他者出发走向自身),但我们并不是依据这些中的任何一种将此处的事物联系在一起的。然而除这些之外,还言说一种潜能,依照它某人独自比其他人做得更好(正如某人行走得无人能比,横渡大海无人能及),以及与此相对的对于此同一之事的无潜能,而此无潜能本身也被称为某种匮乏性的潜能。因为凡能够遭受较劣之事者,我们说它具有此事的潜能;而凡对于某事极其缺乏天赋且无能者,我们说它对于这些事能够处于此种状况。这就是我们所说的依据潜能与无潜能的质的第二个种。因为总的说来,在诸如此类的事物中,对于某些事的潜能将是对其他事的无潜能,反之亦然;因为对于较劣之事的潜能,乃是对较优之事的无潜能;而能够行较优之事,乃是对较劣之事无能。并且无潜能并未完全脱离潜能的理则[逻各斯],而是为它所统制;因为不完全者被包含在完全者之中,因为它们是从完全者那里获得其存在的始因的。 然而,我们将依照匮乏与状态的质之种置于依照潜能与无潜能的种之前。尽管就生成的理则而言,潜能中的文法学者先于依状态和现实的文法学者,但就实体的理则而言则不然。因为依照时间与生成,尤其是在同一且单一者身上,潜能先于现实;因为在自然的进程中,种子和胚胎先于完全的人。但依照实体与目的[为了什么],处于现实且完全者比起不完全且处于潜能者更为根本[在先],一方面是因为〔后者〕是从那里产生出来的,另一方面是因为它是为了那个而生成的;因为种子来自于人,而关于胚胎的自然运作乃是为了完全的人。 此外,还必须对这种自然潜能添加更为理智性的考量,说明它究竟为何物,并在存在者的哪些事物中被观照。如果无法用简短的话语阐明关于它们的原委,那么为了使所提出的话题明确而经过较多话语,我们也不认为是不得其时或多余的。总的来说,这一属存在于所有以任何方式达致完善的事物之中;因为如果中间的潜能不在场,将匮乏者推向完善,并从最完全者那里接受充实,那么任何事物都根本无法从不完全到达完全。因此,它是两极的联合者,提供了从劣等者通往优等者的道路,赋予了迈向完善的准备与凭借,预先分得了现实的某种份额,仿佛是相对于完全实体与状态的某种欠缺,如同灯芯在火的热度之前的一种预热,并且也是依量度分发、并非全体临在的形式的适度分有。作为这样一种性质,潜能首要地在理性灵魂中被观照;因为当灵魂的理智由分离的理智所完善时,正是潜能将灵魂的理智引向理智形式与现实中的思维。

语法注3 条
  1. 1.8τοῖς μὴ δυναμένοις τὸ ἀμερὲς αὐτῶν ἀμερῶς ὑποδέχεσθαι

    对前文“可分的事物和分有者”(τοῖς μεριστοῖς καὶ τοῖς μετέχουσι)的同格限定短语。否定词 μή 与分词 δυναμένοις 结合,在构词和句法上说明了接受者的能力限制(无法以不可分的方式接受不可分的形式),这正是使变异显得仿佛属于形式自身的原因。

  2. 1.8πολλαχῶς δὲ τῆς δυνάμεως λεγομένης, τῆς μὲν κατ’ ἐπιτηδειότητα φυσικήν... κατ’ οὐδεμιᾶς τούτων τὰ ἐνταῦθα συνείρομεν

    这是一个属格绝对独立结构(τῆς δυνάμεως λεγομένης),其内部包含两个划分(τῆς μέν... τῆς δέ...)以及能动与被动潜能的括号性插入,经过长距离延展后落入主句(κατ’ οὐδεμιᾶς τούτων τὰ ἐνταῦθα συνείρομεν)。主句中的 τούτων 指代属格绝对句中所列举的常规潜能,并通过紧接着的 ἀλλ’ ἔτι παρὰ ταύτας 对比性地引出本篇所特指的“卓越性/匮乏性潜能”。

  3. 1.8καίτοι πρότερον ὁ δυνάμει γραμματικὸς τοῦ καθ’ ἕξιν καὶ ἐνέργειαν [οὐ] κατὰ τὸν τῆς γενέσεως λόγον, ἀλλ’ οὐ κατὰ τὸν τῆς οὐσίας

    在对比结构“依照生成的理则在先,但依照实体的理则却非如此”(κατὰ τὸν τῆς γενέσεως λόγον, ἀλλ’ οὐ κατὰ τὸν τῆς οὐσίας)中,现代校订本放入方括号的否定词 [οὐ] 必须视作被删去,否则文意不通。主句的比较级 πρότερον 支配比较属格 τοῦ καθ’ ἕξιν καὶ ἐνέργειαν,其优先性的限定条件由后接的两个对比性介词短语加以规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:43.6-44.27