- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:46.8-47.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了质的第三种种,即被动性质与情态,阐明它们之所以如此得名,要么是因为在感觉中引起情态(味觉、热等),要么是因为由情态产生(颜色等),并在身体与灵魂两方面区分了持久固定的性质与暂时的情态。此外,作者指出了情态的三重划分及其与运动诸种的对应,并解答了关于它与第一种种(状态和情态)之区别的疑难。
Τρίτον δὲ εἶδος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. ἔστι δὲ τὰ τοιάδε οἷον γλυκύτης καὶ πικρότης καὶ στρυφνότης καὶ πάντα τὰ τούτοις συγγενῆ, ἔτι δὲ καὶ θερμότης καὶ ψυχρότης καὶ λευκότης καὶ μελανία. ὅτι μὲν οὖν αὗται παθητικαὶ ποιότητές εἰσι, φανερόν· τὰ γὰρ δεδεγμένα αὐτὰ ποιὰ λέγονται κατὰ ταύτας, οἷον τὸ μέλι τῷ γλυκύτητα δεδέχθαι λέγεται γλυκὺ καὶ τὸ σῶμα λευκὸν τῷ λευκότητα δεδέχθαι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. παθητικαὶ δὲ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα τὰς ποιότητας πεπονθέναι τι· οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ, οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν. ὁμοίως δὲ τούτοις καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης παθητικαὶ ποιότητες λέγονται οὐ τῷ αὐτὰ τὰ δεδεγμένα πεπονθέναι τι, τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν παθητικαὶ ποιότητες λέγονται·1 ἡ γὰρ γλυκύτης πάθος τι κατὰ τὴν γεῦσιν ἐμποιεῖ καὶ ἡ θερμότης κατὰ τὴν ἁφήν, ὁμοίως δὲ καὶ αἱ ἄλλαι. λευκότης δὲ καὶ μελανία καὶ αἱ ἄλλαι χροιαὶ οὐ τὸν αὐτὸν 〈τρόπον〉 τοῖς προειρημένοις παθητικαὶ ποιότητες λέγονται, ἀλλὰ τῷ αὐτὰς ἀπὸ πάθους γεγενῆσθαι. ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων παθῶν τι πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν αὐτὸν ἔχειν. εἴ τις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγίνετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ’ ἂν διάθεσις, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν φαίνεσθαι. ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων ἀπό τινων παθῶν δυσκινήτων καὶ παραμονίμων τὴν ἀρχὴν εἴληφε, παθητικαὶ ποιότητες λέγονται. εἴτε γὰρ ἐν τῇ κατὰ φύσιν συστάσει ὠχρότης ἢ μελανία γένηται, ποιότης λέγεται (ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα), εἴτε διὰ νόσον μακρὰν εἴτε διὰ καῦμα τὸ τοιοῦτον συμβέβηκεν ὠχρότης ἢ μελανία, καὶ μὴ ῥᾳδίως ἀποκαθίστανται ἢ καὶ παραμένουσι, ποιότητες καὶ αὗται λέγονται· ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα. ὅσα δὲ ἀπὸ ῥᾳδίως διαλυομένων καὶ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, ποιότητες δ’ οὔ· οὐ γὰρ λέγονται ποιοί τινες κατὰ ταύτας. οὔτε γὰρ ὁ ἐρυθριῶν διὰ τὸ αἰσχυνθῆναι ἐρυθρίας λέγεται οὔτε ὁ ὠχριῶν διὰ τὸ φοβηθῆναι ὠχρίας, ἀλλὰ μᾶλλον τὸ πεπονθέναι τι.2 ὥστε πάθη μὲν τὰ τοιαῦτα λέγεται, ποιότητες δ’ οὔ. ὁμοίως δὲ τούτοις καὶ κατὰ ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγεται. ὅσα τε γὰρ εὐθὺς ἐν τῇ γενέσει ἀπό τινων παθῶν δυσκινήτων γεγένηνται, ποιότητες λέγονται καὶ αὐταί, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται, ὀργίλοι τε καὶ μανικοί. ὁμοίως δὲ καὶ ὅσαι ἄλλαι ἐκστάσεις μὴ φυσικαὶ ἀλλ’ ἀπό τινων συμπτωμάτων γεγένηνται δυσαπάλλακτοι ἢ ὅλως ἀκίνητοι, ποιότητες καὶ τὰ τοιαῦτα· ποιοὶ γὰρ κατὰ ταύτας λέγονται. ὅσα δὲ ἀπὸ ῥᾳδίως ἢ ταχὺ ἀποκαθισταμένων γίνεται, πάθη λέγεται, οἷον εἴ λυπούμενός τις ὀργιλώτερος γεγένηται· οὐ γὰρ λέγεται ὀργίλος ὁ ἐν τῷ τοιούτῳ πάθει ὀργιλώτερος ὤν, ἀλλὰ μᾶλλον τὸ πεπονθέναι τι. ὥστε πάθη μὲν λέγεται τὰ τοιαῦτα, ποιότητες δ’ οὔ. πάθη δὲ ψυχῆς τὰ τοιάδε, καίπερ ὄντα τοῦ συναμφοτέρου,3 κατὰ τὸ ἐπικρατοῦν λέγομεν. αἱ γὰρ πρὸς τὸ σῶμα συγγενεῖς τῇ ψυχῇ καταστάσεις καὶ αἱ ῥέπουσαι εἰς γένεσιν καὶ μὴ κρατοῦσαι ἑαυτῶν καὶ αἱ παραγόμεναι ὑπὸ τοῦ σώματος καὶ ὑλικώτεραι τῶν ψυχικῶν παθῶν τούτων αἴτιαι. τριττὸν δὲ τὸ πάθος, τό τε εἰς φθορὰν ἄγον ὡς ἡ σῆψις τὰ σώματα, καὶ ὃ συνέχει διὰ τῆς μεταβολῆς ἐν τῷ κατὰ φύσιν τὸ ὑποκείμενον, ὡς τὰς αἰσθήσεις συνέχει τὰ κατ’ αὐτὰς πάθη, καὶ ἔτι πάθος καὶ ἡ ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ μεταβολὴ καὶ ὅλως ἡ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδος. εἴ τις δὲ καὶ κατ’ εἴδη τῶν κινήσεων διαιροίη τὰ πάθη, ὀρθῶς ἀποδίδωσι· τὰ μὲν γὰρ ἔσονται κατ’ οὐσίαν, τὰ δὲ κατὰ ποσόν, τὰ δὲ κατὰ ποιόν. ἀλλὰ πῶς οὐ συμπεσοῦνται ἕξεις καὶ διαθέσεις καὶ παθητικαὶ ποιότητες καὶ πάθη, εἴπερ ὡς ἐνταῦθα κἀκεῖ τῷ εὐμεταβόλῳ καὶ δυσκινήτῳ τὴν ἕξιν τῆς διαθέσεως ἀπεκρίνομεν; ἢ παρ’ ὅσον4 ἐκεῖ μὲν τὰς ἐκ διδασκαλίας καὶ ἔξωθεν ἐγγινομένας ἀμεταβλήτους καὶ εὐκινήτους ὡς ἐπὶ πᾶν ἀπεδίδομεν τελειότητας, ἐνταῦθα δὲ παθητικὰς ποιότητας καὶ πάθη τὰ φύσει λέγομεν.
质的第三个种是被动性质与情态。此类事物例如甜、苦、涩以及与此相类的一切,此外还有热、冷、白和黑。那么,显而易见这些都是被动性质;因为接受了它们的事物依它们而被说成具有某种质,例如蜂蜜由于接受了甜而被说成是甜的,身体由于接受了白而被说成是白的;在其他事物上亦同样如此。然而它们被称为被动性质,并不是由于接受了这些性质的事物本身遭受了某种情态;因为蜂蜜绝非由于遭受了某种情态而被说成是甜的,其他此类事物亦无一如此。与此相似,热和冷被称为被动性质,并不是由于接受了它们的事物本身遭受了某种情态,而是由于所言的每一性质都能在感觉中产生情态,因而被称为被动性质;因为甜在味觉中引起某种情态,热在触觉中引起,其他性质亦同样如此。但白、黑以及其他颜色被称为被动性质,并非以与前述者相同的方式,而是由于它们本身是由情态产生的。那么,由于情态而产生许多颜色的变化,这是显而易见的:因为有人因感到羞愧而变红,因恐惧而变苍白,此类事情的每一件皆是如此;因此,即使某人出于某些自然的征候在自然上遭受了某种此类情态,他具有相似的肤色也是合乎情理的。因为倘若在感到羞愧时身体周围如今产生某种倾向,依照自然的构成亦可产生同一种倾向,以致在自然上肤色亦显得相似。因此,在此类征候中,凡是从某些难以变动且持久的情态获得始基者,皆被称为被动性质。因为无论苍白或黑是在自然的构成中产生的,都被称为性质(因为我们依它们而被说成具有某种质),还是由于久病或炎热而发生此类苍白或黑,且不易复原甚至持久存在,这些亦被称为性质;因为我们同样依它们而被说成具有某种质。而凡是从易于消散且迅速复原者产生的事物,则被称为情态,而非性质;因为人们并不依它们而被说成具有某种质。因为由于感到羞愧而脸红的人并不被称为红脸汉,由于恐惧而面色苍白的人亦不被称为苍白汉,而是宁可说他遭受了某种情态。因此,此类事物被称为情态,而非性质。与此相似,在灵魂中亦言及被动性质与情态。因为凡是在出生时即刻从某些难以变动的情态产生者,它们本身亦被称为性质,例如狂乱的发作、暴怒以及此类事物;因为人们依它们而被说成具有某种质,即易怒的和狂乱的。同样,其他任何非自然的狂乱发作,只要是由某些征候产生、难以摆脱或完全不可变动的,此类事物亦是性质;因为人们依它们而被说成具有某种质。而凡是从易于或迅速复原者产生的事物,则被称为情态,例如某人因忧伤而变得更易怒;因为在此类情态中变得更易怒的人并不被称为易怒者,而是宁可说他遭受了某种情态。因此,此类事物被称为情态,而非性质。此类灵魂的情态,尽管属于复合体,我们乃是依照居支配地位者而言的。因为属于灵魂的与身体同类的状态、倾向于生成而不自制的状态、由身体产生且更偏质料性的状态,乃是这些灵魂情态的原因。而情态有三重:导向毁灭的情态,正如腐烂引导身体;通过变化将主体保持在顺应自然之中的情态,正如各感觉中的情态保持各感觉;此外,从潜能到现实的变化,以及总的来说从不完全到完全的进阶,亦是情态。如果有人依照运动的诸种来划分诸情态,他亦表述得当;因为有些情态依照实体,有些依照数量,有些依照性质。然而,既然无论在此处还是在彼处,我们都是以易变与难变来区分状态与倾向,那么状态和倾向、被动性质和情态又怎能不重合呢?抑或这是因为,在彼处我们大体上赋予了出于教导和从外部产生的不变与易变之完全性,而在此处我们将出于自然者称为被动性质与情态?
- 1.8τῷ δὲ κατὰ τὰς αἰσθήσεις ἑκάστην τῶν εἰρημένων ποιοτήτων πάθους εἶναι ποιητικὴν παθητικαὶ ποιότητες λέγονται
带有冠词的与格不定式结构(τῷ ... εἶναι)表示原因,与前文的 οὐ τῷ ...(并非由于……)相呼应。不定式 εἶναι 的逻辑主语为宾格 ἑκάστην τῶν εἰρημένων ποιοτήτων,表语为 πάθους ... ποιητικήν(引起情态的)。
- 1.8ἀλλὰ μᾶλλον τὸ πεπονθέναι τι
承接前文带有 λέγεται / λέγονται 的否定分句,带有冠词的完成时不定式 τὸ πεπονθέναι τι 用作表语补足语,省略了 λέγεται,意为“而是宁可说[他]遭受了某种情态”或“而是属于遭受了某种情态”。
- 1.8καίπερ ὄντα τοῦ συναμφοτέρου
连词 καίπερ 与中性复数分词 ὄντα 构成让步从句,修饰宾语 πάθη ψυχῆς τὰ τοιάδε。属格 τοῦ συναμφοτέρου 为领属属格,意为“尽管属于复合体(灵魂与身体的复合体)”。
- 1.8ἢ παρ’ ὅσον
选言连词 ἤ 引出对前文疑问(πῶς οὐ συμπεσοῦνται...)所提疑难的解答。短语 παρ' ὅσον 引导原因或限定从句,意为“抑或是因为 / 在……的限度内”。
