← 佚名

亚里士多德《范畴篇》释义

§41.26-43.6

状态与素质的形式差异与动态变化批判

作者论证了状态与素质的区别并非源于运动、时间或强度的递增,而是基于单一形式内部所包含的非质料性纯粹形式差异,并批判了将复合物的易变情态转移至形式本身之上的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#3

διττὴ γὰρ ἡ ἀρετή, διττὴ καὶ ἡ ἐπιστήμη· τῆς τε γὰρ ἀρετῆς ἡ μέν ἐστιν ἀτελής, ἥτις ἢ λόγῳ μόνῳ ἢ ἔθει ἢ φύσει πρὸς τὸ καλῶς ἔχειν παρεσκεύασται, ἡ δὲ τελεία, ἡ τοῖς τρισὶ τούτοις ἀπήρτισται· τῆς τε αὖ ἐπιστήμης τῆς μὲν ἰδικώτερον λεγομένης κατὰ τὴν τῶν ὄντων ὡς ὄντων ἀκριβῆ γνῶσιν, τῆς δὲ κοινότερον τῆς κατὰ πάσης ἐπιστήμης καὶ τέχνης διατεινούσης, ἔτι δὲ καὶ τῆς θερμότητος καὶ ψυχρότητος καὶ νόσου καὶ ὑγείας τῶν μὲν συμφύτων τῶν δὲ ἐπικτήτων οὐσῶν, τὴν ἀρετὴν ἐνταῦθα καὶ ἐπιστήμην καὶ τὴν θερμότητα καὶ ψυχρότητα κοινότερον ἐκλαμβανόμενοι, τὰς μὲν εὐαποβλήτους τὰς δὲ δυσκινήτους ἐπωνομάσαμεν.1 φανερὸν δὲ ὅτι ταῦτα βούλονται ἕξεις λέγειν, ἅ ἐστι πολυχρονιώτερα καὶ δυσκινητότερα· τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ τι κατέχοντας, ἀλλ’ εὐκινήτους ὄντας οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί πως κατὰ τὴν ἐπιστήμην ἢ χεῖρον ἢ βέλτιον. ὥστε διαφέρει ἕξις διαθέσεως τῷ τὸ μὲν εὐκίνητον εἶναι, τὸ δὲ πολυχρονιώτερόν τε καὶ δυσκινητότερον. εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις· οἱ μὲν γὰρ ἕξεις ἔχοντες καὶ διάκεινταί πως κατὰ ταύτας, οἱ δὲ διακείμενοι οὐ πάντως καὶ ἕξιν ἔχουσιν. ἀλλ’ ἐκεῖνο ἐν τούτοις ἐπιστασίας ἄξιον, εἰ καὶ βαθυτέρας δεῖται τῆς ἐπιβλέψεως· οὔσης γὰρ τῆς ἐν ἕξει καὶ διαθέσει διαφορᾶς κατὰ τὸ μόνιμον καὶ δυσκίνητον, πότερον τοῦτο διαφορᾶς ἐστι προσθήκη ἢ ψιλῆς σχέσεως ἢ πλεονασμός τις ἄλλος ὁποιοσοῦν; εἰ γὰρ ἕν τι τούτων, 〈πῶς〉 εἶδος γέγονεν ἕτερον, καὶ οὐχ ὁμοειδεῖς ἕξις καὶ διάθεσις; μήποτ’ οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους οἱ λόγοι θεωροῦνται2 τῆς ἕξεως καὶ διαθέσεως, ἔχοντες διαφορὰς ἐν ἑαυτοῖς εἰδητικὰς μὲν περιεχομένας δὲ ὑπὸ τοῦ αὐτοῦ εἴδους. αἰτίαν δὲ εἶναι τούτου 〈φαμὲν〉 τὴν καθαρότητα καὶ 〈τὴν〉 ἄυλον τῶν εἰδῶν φύσιν, δι’ ἣν ἀμιγῶς τὰ πολλὰ ἔστιν οἷς3 ἐν ἑνὶ περιέχονται· οὐ γὰρ κατὰ τὴν τῶν μεγάλων μόνον διαφορὰν τὰ εἴδη διΐστανται, ἀλλὰ καὶ κατὰ τὰ ἐλάχιστα. οὔτ’ οὖν ἐπίτασιν οὔτε μεταβολὴν ἀποδεκτέον, δι’ ἣν ἀπὸ τῆς διαθέσεως ἡ ἕξις ἀπογεννᾶται· οὐ γὰρ ἐκ κινήσεως ὁ λόγος ἀποβλαστάνειν πέφυκεν. ἀρχηγικώτερον γὰρ καὶ αἰτιώτερον τὸ ἀκίνητον τοῦ κινουμένου καὶ τὸ τῇ τοῦ ἑνὸς συμμετρίᾳ προσεοικὸς τοῦ εἰς τὴν ἀοριστίαν τῆς ὕλης ὑποφερομένου. παραιτησόμεθα δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοὺς τὸ ἀπαγὲς καὶ πεπηγμένον εἰς διάκρισιν τῶν αὐτῶν ὑποτείνοντας· σωματικὴν γὰρ ποιοῦνται τὴν τῶν εἰδῶν διδασκαλίαν καὶ κατὰ μεταβολὴν τὴν ἕξιν ἀποτελοῦσι, καὶ ἔσται οὕτως μεταβολὴ κυριωτέρα τοῦ ἑστηκότος εἴδους, ὃ παντελῶς ἐστιν ἀδύνατον. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ τὸ πολυχρονιώτερον καὶ ὀλιγοχρονιώτερον ἐν ταῖς τοιαύταις διαφοραῖς ὑπολογίζεσθαι ἄξιον, διότι χρόνος μὲν συμφέρεται κινήσει, κίνησις δὲ οὐκ ἔχει ἐν ἑαυτῇ τὸ κῦρος τῆς τῶν εἰδῶν ἰδιότητος, κατ’ αὐτὴν δὲ μᾶλλον αὐτὴ ἀφώρισται. οὐδὲ τὸ ἀτελὲς καὶ τέλειον, εἴ τις καὶ τοῦτο εἰς διάστασιν αὐτῶν παραλαμβάνοι ὡς ἐχέγγυον, ἀναμφισβήτητον ἔχει τὴν ἐπίκρισιν, ἐπεὶ οὐδὲν ἐν τοῖς λόγοις ἀτελὲς θεωρεῖται κατά γε τὴν οἰκείαν ἑκάστου τάξιν· πληροῦται γὰρ αὐτὴ πρὸς ἣν ἕκαστος αὐτῶν εἴληχε δύναμιν. ἴσως οὖν ἐπὶ τὰ μετέχοντα τῶν λόγων καὶ τὰ σύνθετα τὰς τοιαύτας δεῖ μετάγειν διαφοράς. τὸ γὰρ ἐλλεῖπον τῆς οἰκείας φύσεως τούτοις συμμιγνύμενον φαίνεσθαι ποιεῖ ἀτελῆ τὰ τέλεια καὶ ἀσύμμετρα τὰ ὡρισμένα καὶ κινούμενα εἰς ἐπίτασιν τὰ ἑστηκότα. καθόλου οὖν διωρίσθω ὡς δεῖ τὸν μετεχόμενον λόγον καθαρῶς θεωρεῖν αὐτὸν καθ’ αὑτόν, εἰ καὶ ὅτι μάλιστά ἐστιν ἐν ἑτέρῳ. δι’ ἀκριβείας μὲν οὖν ἐξεταστέον, τίνα μὲν ἐν τῷ συνθέτῳ πάρεστιν κατὰ τὸν τοῦ εἴδους λόγον, τίνα δὲ κατὰ τὴν τοῦ ὑποκειμένου ὑλικοῦ φύσιν, τίνα δὲ κατὰ τὸ κοινὸν ἐξ ἀμφοῖν· οὕτω γὰρ ἂν μάλιστα οὐκ ἂν συγχυθείη τῶν εἰδῶν ἡ καθαρότης, ἣν δεῖ καθ’ ἑαυτὴν τῷ λόγῳ περιλαμβάνειν. διὰ ταῦτ’ ἄρα οὐκ ἔστιν ἡ ἕξις διάθεσις προσλαβοῦσα τὸ μόνιμον, οὐδὲ ἡ αὐτὴ ὑγεία, ἐν μὲν τῷ ἀναλαμβάνοντι εὐκίνητος οὖσα, διάθεσίς ἐστι, βεβαιωθεῖσα δὲ καὶ δυσκίνητος ἀποτελεσθεῖσα ἕξις γίνεται. πάλιν γὰρ καὶ ἐνταῦθα τὰ τῶν συνθέτων καὶ μετεχόντων παθήματα μετάγομεν ἐπὶ τὰ ἁπλούστατα εἴδη τῶν ποιοτήτων καὶ γενέσεις ἐν αὐτοῖς ποιοῦμεν διὰ κινήσεως ἐναλλαττομένας. τὸ δὲ ἐξαίφνης αὐτῶν παρόν, ὅταν παρῇ, καὶ μὴ παραγινόμενον, ὅταν μὴ ἐγγένηται, οὐκ ἔοικε διατηρεῖν ὁ τοιοῦτος διορισμός. οὐδὲ εἴ τις τὸ ὅλον καὶ μέρος ἐπ’ αὐτῶν λαμβάνει, τυγχάνει τῆς ἀληθείας, ὡς καὶ ἀνωτέρω εἴρηται· οὐ γὰρ ἐν αὐτοῖς αἱ τοιαῦται διαφοραί.

因为德性是双重的,科学也是双重的;因为在德性中,一种是不完全的,即仅凭言理[逻各斯]、或凭习惯、或凭本性而被准备好达到优良状态者,而另一种则是完全的,即由这三者共同完善者;再者,在科学中,一种是依据对作为存在者的存在者的精确认识而在更本义上被言说的,另一种则是作为延伸至一切科学和技艺而在更共通的意义上被言说的;此外,在热与冷、疾病与健康中,有些是生来具有的,有些则是后天获得的;我们在此于更共通的意义上理解德性与科学以及热与冷,将一些称为易丧失的,而将另一些称为难以动摇的。显而易见,他们希望将那些更为持久和更为难以动摇者称为状态;因为对于那些并不完全掌握诸科学、而是容易动摇的人,他们便断言其并不具有状态,尽管这些人依科学而以某种方式——或劣或优地——具有素质。因此,状态之所以不同于素质,乃在于后者易于动摇,而前者既更为持久又更为难以动摇。属于状态者也是素质,但属于素质者却并不必然是状态;因为具有状态者也依状态而以某种方式具有素质,但具有素质者却绝不必然也具有状态。但在这些之中值得考察的、即便需要更深入省察的问题乃是:既然状态与素质的差异在于持久与难以动摇,这究竟是差异的附加、纯粹关系的附加,还是某种其他任何形态的过剩?因为如果它是这些中的一种,[如何]会产生不同的种,而状态与素质岂非同种的吗?那么,状态与素质的诸理则[逻各斯]难道不是在一个种的广度中被观照,在它们自身之中具有形式上的差异,却被包含在同一之种下吗?[我们说]造成这一情况的原因乃是诸形式的纯洁性与无质料的本性,由于它,诸多事物在某些方面不相混合地被包含在一之中;因为形式不仅依据巨大的差异而分立,也依据极微小的差异而分立。因此,既不可接受强化,也不可接受由于它而使状态从素质中产生出来的变化;因为理则[逻各斯]本性上并不是出于运动而萌发的。因为不动者比起被运动者更为根本、更具始因性,正如类似于一的均齐者比起被拖入质料的不确定性者更为根本和更具始因性一样。出于同样的原因,我们也将拒绝那些为区分同类事物而提出未凝固与凝固的人;因为他们把形式的学说变成了物体性的,并依照变化来完成状态,这样变化将比静立的形式更为主导,而这是完全不可能的。出于同样的原因,在这样的差异中也不值得把更长时间与更短时间考虑在内,因为时间伴随着运动,而运动本身并不具有决定形式固有特性的权威,不如说运动自身是依据它[固有特性]而被限定的。同样,完全与不完全——即使有人为了它们的区分而将其作为担保采纳下来——也不具有无可争议的判定,因为在理则中,至少依据各自固有的秩序,没有任何东西被看作是不完全的;因为各自所分得的潜能所对应的秩序本身是被圆满充实的。因此,或许应当将这类差异转移到分有理则的事物以及复合物之上。因为固有本性的欠缺与这些事物相混合,使得完全者显现为不完全,使被限定者显现为不均齐,使静立者显现为朝着强化而运动。因此总的说来,应当确立的是:即使被分有的理则极其处于他者之中,也必须纯粹地观照其自身。因此,必须精确地检验,在复合物中,哪些是依照形式的理则而临在,哪些是依照基底质料的本性而临在,哪些又是依照由两者构成的共通者而临在;因为唯有如此,诸形式的纯洁性才最不至于被混淆,而这纯洁性正是必须依其自身由理智所把握的。因此正是由于这些原因,状态并不是增加了持久性的素质,也不是同一健康一方面在康复者身上容易动摇时是素质,另一方面在得以巩固并被造成难以动摇之后便成为了状态。因为在这里,我们也是再次将复合物与分有者的受动转移到了性质的最单纯形式之上,并在它们[形式]之中造作了通过运动而交替的生成。这样一种界定,似乎并未保持住它们在临在时是骤然临在、在不产生时便不临在这一特性。而且,如果有人在它们身上采纳整体与部分,他也无法达到真理,正如前文所言;因为这类差异并不在它们自身之中。

语法注3 条
  1. 1.8τῆς τε γὰρ ἀρετῆς ἡ μέν ἐστιν ἀτελής... ἐπωνομάσαμεν

    紧接着开篇的 διττὴ γὰρ ἡ ἀρετή...,本句并列了部分属格结构(τῆς τε γὰρ ἀρετῆς ἡ μέν... ἡ δέ... 与 τῆς τε αὖ ἐπιστήμης τῆς μέν... τῆς δέ...),并插入了属格独立结构(ἔτι δὲ καὶ τῆς θερμότητος... οὐσῶν)。随后,这些属格成分汇入带有与第一人称复数主语一致的分词 ἐκλαμβανόμενοι 的主句中,最终落在支配双重宾格(以 τὰς μέν... τὰς δέ... 为宾补)的主要动词 ἐπωνομάσαμεν 上,构成复杂的长句骨架。

  2. 1.8μήποτ’ οὖν ἐν πλάτει τοῦ ἑνὸς εἴδους οἱ λόγοι θεωροῦνται

    μήποτε 与现在时直陈式 θεωροῦνται 连用,是哲学注解中特有的惯用结构,用来表达审慎的肯定推测或主张(“难道不是……吗”、“或许……正是如此”),而非单纯的否定疑问。

  3. 1.8ἔστιν οἷς

    短语 ἔστιν οἷς(固化惯用语 ἔστιν οἵ 的与格形式)在此起代词性(“在某些事物中”)或副词性(“在某些方面/情况下”)作用,与 ἐν ἑνί 呼应,表明诸多形式“在某些方面/事物中”不相混合地被包含于一之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:41.26-43.6