- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:40.8-41.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐明了作为内在质料之永恒理则(逻各斯)的性质本性,论述了以物体为中介产生谓词的过程,提出了《范畴篇》第8章关于性质的四分法,并依据恒久性界定了第一类中“状态”与“素质”的差异。
καὶ ταῦτα οὐκ ἔξωθεν, ἀλλ’ ἐν τοῖς ἔχουσι περιέχονται, ἀριθμοί τινες ὄντες ἐν τῇ ὕλῃ καὶ λόγοι ἀΐδιοι,1 καθ’ οὓς αἵ τε ποικιλίαι τῶν ὄντων καὶ αἱ διαφοραὶ τῶν πρώτων στοιχείων καὶ τῶν ἐκ τούτων συγκριμάτων ὑφίστανται. ἀΐδιοι δέ εἰσιν οἱ ἀριθμοὶ οὗτοι καὶ οἱ λόγοι, ὥσπερ καὶ ἡ ὕλη· αἱ μέντοι κινήσεις αὐτῶν καὶ ἐν ἀλλήλοις θέσεις καὶ τάξεις μετάπτωτοι καὶ οὐκ ἀΐδιοι. ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι,2 οὐδέπω ῥυθμίζοντες τὸ ὑποκείμενον καὶ σχηματίζοντες, ἀλλ’ ὡς οἱ ἐν τῷ σπέρματι λόγοι κατὰ συμβεβηκὸς οἱονεὶ ἐνυπάρχουσιν ἀκρατήτως ἐνόντες, καὶ ὥσπερ ἐν τῇ ψυχῇ καὶ τῇ τέχνῃ τὸ τοῦ ἀνδριάντος εἶδος, καὶ ὡς τὰ χρώματα ἐν τῇ ὄψει, ὅταν ὁρᾷ τὸ κεχρωσμένον σῶμα, οὕτως οἱ λόγοι ὥσπερ ἀφεστῶτες ἐνυπάρχουσιν. ἀμέσως δὲ ἡ τοῦ εἴδους φύσις αἰτία ἐστί, μηδενὸς μεταξὺ παρεμπίπτοντος τοῦ μετεχομένου καὶ τοῦ μετέχοντος· παροῦσα γὰρ ἐν τῷ εἶναι εὐθὺς εἰδοποιεῖ τὸ μετέχον. ὑφίστησι δὲ καὶ ἄλλο τελευταῖον ἀπὸ τῆς παρουσίας ἐξ ἑαυτῆς, ὅπερ κατηγόρημα λέγεται· μέσον δὲ ἀεὶ τὸ σῶμα τάττεται. οἷον αἰτία πρώτη ἡ φρόνησις καὶ τοῦ φρονίμου καὶ τοῦ φρονεῖν καὶ ἡ ὑγεία τοῦ τε ὑγιαίνοντος καὶ ὑγιαίνειν. καὶ ἡ μὲν φρόνησις αὕτη καὶ ἡ ὑγεία, εἴπερ ἐστὶ καθ’ ἑαυτά, ἁπλούστατα ἔσται καὶ πρῶτα καὶ ἀσώματα, ὁμοίως δὲ καὶ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν· σώματα δὲ ὅ τε ὑγιαίνων καὶ ὁ φρονῶν. ἔστι τοίνυν ἡ ποιότης λόγος οὐχ ὡς θεωρῶν ἑαυτόν οὔτε ὡς ἐκ ζητήσεως ἢ θεωρίας παραγινόμενος, ἀλλ’ ὡς ἔχων καὶ διδούς, ἅπερ ἔχει, καὶ ὡς αὐτὸ τὸ εἶναι ποιῶν, καὶ ἐν τῷ ἔχεσθαι καὶ μένειν πάντα ἀπεργαζόμενος. ὅθεν τέλειος μὲν καὶ ὡρισμένος παντάπασιν οὐδαμῶς ἐστι (μίγνυται γὰρ πρὸς τὸ ἀτελὲς πάντη καὶ ἀόριστον), ἀλλ’ οὐδὲ ἔσχατος πάντη καὶ ἀόριστός ἐστι· διακοσμεῖ γὰρ τὸ ὑλικὸν πᾶν καὶ ἐπιμελεῖται τεταγμένως αὐτοῦ, καὶ τὸ μέγιστον εἰς ἓν συνέρχεται. ἐάν τε γὰρ ἐν σμικρῷ ἐάν τε ἐν μεγάλῳ ὁ τῆς ποιότητος ὑπάρχει λόγος, εἷς καὶ ὁ αὐτὸς ὑπάρχει. οὐδὲν ἄρα τὸ ποσὸν συμβάλλεται εἰς τὴν ὑπόστασιν αὐτοῦ, ἀλλ’ ἔστιν ἀμερίστως περὶ τὰ σώματα μεριζόμενος· ἐν γὰρ πλείοσι τοῖς ποιοῖς ὁ αὐτὸς διανέμεται, ὥσπερ εἶδος ἐν ὕλῃ, † ἔχοντα μέντοι καὶ αὐτὸν ὑπόστασίν τινα.3 οὐ γὰρ ἂν κατ’ αὐτὸν ἐλέγετο τὸ ποιόν, εἴπερ ὅλως τῆς ὕλης ἦν, καὶ μὴ ἑστηκὼς ἐν ἑαυτῷ παρεῖχεν αὐτῇ τὸ εἶναι, καὶ οὕτως αὐτῇ συνῆν χωριστῶς· τῷ μὲν γὰρ ἐν πλείοσιν ἀτόμοις εἶναι τὴν διάκρισιν ἴσχει καὶ τὴν διαίρεσιν, τὸ δὲ τὸν αὐτὸν εἶναι τὸ ἀδιαίρετον. ἔτι μέντοι καὶ ἀκίνητος· κινεῖται δὲ κατὰ συμβεβηκὸς τῷ γίνεσθαι τῶν κινουμένων καὶ ἐν αὐτοῖς εἶναι. τοσαῦτα καὶ περὶ τούτων· διαιρήσομεν δὲ κατὰ μὲν τὸν ὑφηγημένον τῆς διαιρέσεως τρόπον καὶ διεξοδικώτερον ἐν τῷ τέλει· νυνὶ δὲ ὁλοσχερέστερον λέγομεν, ὡς ἔστιν ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων· διαιρεῖται γὰρ εἰς ἕξιν καὶ διάθεσιν, εἰς δύναμιν καὶ ἀδυναμίαν, εἰς πάθος καὶ παθητικὴν ποιότητα, καὶ εἰς σχῆμα καὶ μορφήν. ταῦτα δὲ οὔτε ὁμότιμα τὰ εἴδη, οὔτ’ ἐπ’ ἴσης τὸ κοινὸν κατηγορούμενον ἔχουσι, τῷ τὰ μὲν εἶναι ὑπέρτερα τὰ δὲ καταδεέστερα, καὶ τὰ μὲν τελειότερα τὰ δὲ ἀτελέστερα, καὶ τὰ μὲν ἐν τῷ δύνασθαι τὰ δὲ ἐν τῷ ἐνεργεῖν ἔχειν τὸ εἶναι (ἐν οἷς καὶ τὸ πρότερον καὶ τὸ ὕστερον), ὡς ἄν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὑφέσει τῆς πρώτης δυνάμεως πληθυνόμενά τε πρὸς ἄλληλα καὶ διαφορούμενα. Ἕν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν·4 διαφέρει δὲ ἕξις διαθέσεως τῷ μονιμώτερον καὶ πολυχρονιώτερον εἶναι. τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ ἀρεταί· ἥτε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάνπερ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι, οὐδὲ εὐμετάβολον. διαθέσεις δὲ λέγονται, ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις, νόσος καὶ ὑγεία, καὶ ὅσα ἄλλα τοιαῦτα· διάκειται μὲν γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ ψυχρὸς γενόμενος, καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνει διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι.
而这些并不是来自外部,而是被包含在具有它们的事物之中,它们是质料中的某种数目和永恒的理则[逻各斯],正是依照它们,存在事物的多样性、最初元素的差异以及由这些元素构成的复合物的差异才得以建立。这些数目和理则正如质料一样是永恒的;然而它们的运动以及在彼此之中的位置和排列是易变的,并非永恒。诸理则以内在的方式存在,宛如退避一旁,尚未规范基质并赋予其形状,而是正如种子中的理则依据附性、仿佛不受约束地存在那样,又正如雕像的形式在灵魂和技艺中那样,以及如同当视力观看有色物体时诸颜色在视力中那样,各理则正是如此宛如退避一旁般内在存在着。而形式的本性乃是直接的原因,因为在被分有者与分有者之间没有任何东西居间介入;因为借由在存在中的临在,它便直接使分有者获得形式。它还从其临在由自身确立了另一最终之物,即被称为谓词者;而物体始终被置于中间。例如,明智既是明智者也是明智思考的第一原因,健康既是健康者也是健康状态的原因。而此明智与健康自身,如果它们是就自身而言存在的,就将是最单纯的、第一位的和无物体的,健康状态与明智思考同样如此;但健康者与明智者则是物体。因此,性质是某种理则,不是作为观照自身者,也不是作为出于探究或观照而产生者,而是作为具有并给予其所具有之物者,作为造作存在本身者,并在被具有和留驻中成全万物者。因此,它绝非完全圆满和确定的(因为它与在各个方面未完成和不确定的东西相混合),但它也不是在各个方面都是最终的与不确定的;因为它整饬全部质料性的事物,并有秩序地关照它,最重要的是,它汇聚为一。因为无论性质的理则存在于微小者之中还是巨大者之中,它都作为一且同一者而存在。因此,数量对于它的实在基础毫无贡献,但它在物体周围无可分割地被分割;因为正如形式在质料中一样,同一者被分配在多数具性质者之中,[其自身也具有某种实在基础]。因为如果性质完全属于质料,而不是在其自身中伫立并赋予质料以存在,并且如此以分离的方式与质料同在,那么具性质者就不会依照它而被言说了;因为借由存在于多数个别事物中,它具有了分别和分割,而借由是同一者,它保留了不可分割性。再者,它也是不动的;但由于成为运动之物的所有物并在它们之中,它依附性地被运动。关于这些就说这么多;我们将按照所指示的划分方式在末尾更详尽地进行划分;但现在我们较为概括地指出,性质是依多种方式被言说者之一;因为它被划分为状态与素质,能力与无能力,情态与情态性性质,以及形状与形态。这些种类并非具有同等尊贵,也不均等地拥有共同被述说的属性,乃是因为某些居于上位而某些居于下位,某些更为完全而某些更为不完全,某些在潜能中具有存在而某些在现实中具有存在(在这些之中也有在先与在后之别),仿佛是由于首要力量的减弱,从一出发并向着一,彼此繁衍且显出差异。因此,让状态与素质被说成是性质的一个种类;而状态之所以不同于素质,乃在于它更为持久和长久。诸科学与诸德性便是如此;因为科学似乎属于持久且难以动摇的事物,即便某人只是适度地获得了科学,只要未曾因疾病或某种其他类似原因而发生巨大转变;德性同样如此,例如正义、节制以及此类事物的每一者,似乎既非易于动摇也非易于转变。而被称为素质的,则是那些容易动摇且迅速转变的事物,例如热与冷、疾病与健康,以及所有其他诸如此类的事物;因为人虽依据这些而处于某种素质,但却能迅速转变,从热变为冷,从健康变为患病;其他事物同样如此,除非这些事物中的某一个由于时间久远而已经自然化,变得不可救药或极其难以动摇,人们或许此时便可以将其称为状态。
- 1.8ἀριθμοί τινες ὄντες ἐν τῇ ὕλῃ καὶ λόγοι ἀΐδιοι
分词 ὄντες 作为分词短语,对分句主语(ταῦτα,指可具有者/诸性质)起同格说明的补足作用,引出表语 ἀριθμοί 与 λόγοι。
- 1.8ὥσπερ δὲ ἀφεστῶτες ἐνυπάρχουσιν οἱ λόγοι
ἀφεστῶτες 是动词 ἀφίστημι 的完成时主动分词阳性主格复数(意为“退避”、“隔开立着”)。与比况词 ὥσπερ 结合,副词性地修饰 ἐνυπάρχουσιν,描述理则并未沉没于质料之中而保持其形相本性的内在存在方式。
- 1.8† ἔχοντα μέντοι καὶ αὐτὸν ὑπόστασίν τινα
文本中带有校勘十字(cruces)的疑难处。传抄的 ἔχοντα 是阳性宾格单数,可能为主格分词(如 ἔχων,“其自身也保留某种实在基础”)之讹误,或者与 αὐτόν 一同构成宾格分词短语。无论何种校订,语境都表示该理则自身保持着独立于质料的某种实在基础。
- 1.8Ἕν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν
复合主语 ἕξις καὶ διάθεσις(状态与素质)由两词构成,因而动词采用第三人称复数命令式 λεγέσθωσαν,但表语补足成分 ἓν εἶδος 为单数,表明状态与素质共同构成了性质划分中的单一一种。
