← 佚名

亚里士多德《范畴篇》释义

§38.25-40.8

性质的范畴顺序及其作为内在原因的实在性

本节进入亚里士多德《范畴篇》第8章关于“质(性质)”的讨论,首先论述了范畴序列的依据(性质位列实体、数量、关系之后的第四位),随后批驳了概念论、谓词抽象说、德谟克利特原子论及分离理念说,确立了性质作为非物体的、被分有的原因真实定基于具性质的事物之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

Ποιότητα δὲ λέγω, καθ’ ἣν ποιοί τινες λέγονται, οἷον λευκότητα, θερμότητα, ψυχρότητα· λευκοὶ γὰρ καὶ θερμοὶ καὶ ψυχροὶ ἀπ’ αὐτῶν οἱ μετέχοντες λέγονται. καὶ εἰσὶ ποιότητες μὲν τὰ μεθεκτά, ποιὰ δὲ τὰ μετέχοντα. τετάρτην δὲ ἀπὸ τῆς οὐσίας ἐν τῇ διδασκαλίᾳ κατηριθμήσαμεν τὴν ποιότητα, τοῦ Ἀρχύτα μετὰ τὴν οὐσίαν τάξαντος1 (δευτέρα γὰρ ἡ ποιότης, ἐκεῖνός φησιν· ἄνευ γὰρ τοῦ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν),2 διά τε τὴν πρότερον λεχθεῖσαν αἰτίαν καὶ διὰ τὴν ἤδη ῥηθήσεσθαι μέλλουσαν. ὡς γὰρ ἡ οὐσία τῶν ὅλων προτέτακται τῷ ἐκεῖθεν τὸ εἶναι τοῖς ἄλλοις ἐνδίδοσθαι, οὕτω τὸ ποσὸν τοῦ πρός τι τῷ τὴν αἰτίαν τῶν λόγων αὐτῷ χορηγεῖν· ἐκ δὲ τῶν λόγων αἱ ποιότητες λαμβάνουσι τὴν ὑπόστασιν, καὶ οὕτως ἡ τάξις τῶν κατηγοριῶν ἐπιπλέκεται. καὶ τοῖς φυσικοῖς δὲ πράγμασιν οἰκείως ἄν τις τὴν τάξιν ὑπολογίσαιτο. μετὰ γὰρ τὴν οὐσίαν τὸ μέγεθός ἐστι· σὺν ποσῷ γὰρ πᾶσα φυσικὴ οὐσία. τῷ μεγέθει δ’ εὐθὺς τὸ μεῖζον θεωρεῖται καὶ ἔλαττον, ἐν οἷς ἡ σχετικὴ κατηγορία συνέστηκε. περὶ δὲ τὰ τοῦ ὄγκου μεγέθη αἵ τε παντοῖαι ἀλλοιώσεις καὶ τὰ πάθη συνίστανται. καὶ περὶ μὲν τῆς τάξεως ταῦτα· περὶ δὲ τῆς ὑποστάσεως ἤδη ῥητέον. εἰ δὲ καί τινων ὑπὲρ τὴν εἰσαγωγὴν ὁ λόγος ἅψαιτο θεωρημάτων, οὐκ ὀλιγωρεῖν χρή. καὶ δὴ πρῶτον μὲν οὐκ ἀποδεχόμεθα τοὺς κατὰ τὴν κοινότητα τὴν ἐκ τῶν πολλῶν καὶ κεχωρισμένην παρ’ ἡμῶν ἐννοουμένην ἐφιστάνοντας τὴν ποιότητα·3 κινδυνεύει γὰρ οὕτως ἀνυπόστατος εἶναι καὶ ἡ ποιότης καὶ τὰ ἑκτά· οὐδεμία γὰρ κατὰ τὰς τοιαύτας ἐπινοίας ὑπόστασις εἰσάγεται, ἐν δὲ τοῖς καθ’ ἕκαστα καὶ συνθέτοις ὑπάρχει οὖσα. καὶ μὴν οὐδὲ εἴ τινες ἀπὸ τῶν εἰωθότων λέγεσθαι κατηγορημάτων ὁμοίως μὲν ἐπὶ τῶν ὑπαρχόντων κατά τε κοινὰ συμπτώματα σωμάτων καὶ ἀσωμάτων παράγουσι τὰς ποιότητας, οἷον ἀπὸ τοῦ δεδοκῶσθαι δόκωσιν καὶ ἀπὸ τοῦ ἰσῶσθαι ἰσότητα καὶ ἀπὸ τοῦ σῶμα ὑπάρχειν σωματότητα, οὐδὲ οὗτοι ὀρθῶς ἀποφαίνονται. οὐ γὰρ ἀπὸ τῆς συμβάσεως τῶν κατηγορημάτων αἱ ἕξεις ὑπάρχουσιν, οἷον οὐκ ἐπειδὴ τὸ διεστάναι τοῖς κίοσι συμβέβηκε, διὰ τοῦτο καὶ ἡ διάστασις περὶ αὐτοὺς βλέπεται. τὸ μὲν γὰρ κατηγόρημα, ἄχρι τοῦ λέγεσθαι μόνως θεωρούμενον, δύναται καὶ ἐπὶ τῶν μὴ ὑφεστώτων θεωρεῖσθαι· αἱ μέντοι ποιότητες, κατ’ αἰτίαν τινὰ πρωτουργὸν προυπάρχουσαι, τοσοῦτον ἀπέχουσι τοῦ συνακολουθεῖν τοῖς κατηγορήμασιν, ὥστε αὐταὶ 〈τὰ〉 ὑπάρχοντα κατηγορήματα ἐπιφέρουσιν, οἷον ἡ φρόνησις τὸ φρονεῖν, ἢ κατ’ ἐνέργειαν ἢ ἐν τῷ μετέχεσθαι. καὶ τοῖς περὶ Δημόκριτον δὲ ἐγκαλέσειεν ἄν τις, τί δήποτε τινὰς μὲν διαφορὰς περὶ τὰς ἀτόμους ἀπολείπουσιν, οἷον σχημάτων, βάρους, ναστότητος, σωματότητος, μεγέθους, κινήσεως, οὔτε δὲ χρόαν οὔτε γλυκύτητα οὔτε ζωὴν οὐδὲ τῶν ἄλλων τῶν τοιούτων λόγους προϋφεστηκέναι ἀποφαίνονται. κοινοῦ γὰρ ὄντος τοῦ περὶ τῶν ἑκτῶν λόγου ἄτοπον μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διατάττεσθαι, καὶ ἔτι ἀτοπώτερον τὰς ἀρχηγικωτάτας δυνάμεις ὑστερογενεῖς ποιεῖν, ὥσπερ ζωὴν καὶ νοῦν καὶ φύσιν καὶ λόγον καὶ τὰ τοιαῦτα. παραπλησίως δὲ ἀδύνατον καὶ τὸ ἀπὸ τῆς συνόδου ταῦτα ἀποτελεῖσθαι· νόμῳ γὰρ ἔσται χροιὴ κατὰ τὸν Δημόκριτον καὶ τἄλλα ὁμοίως, τῇ ἀληθείᾳ δὲ ἄτομον καὶ κενόν. ὁ δὲ ἅπαξ τὰ ὄντα ἀνελὼν οὐδὲν ἕξει τίθεσθαι, καὶ ὁ παραδεξάμενος τὸ ἀναίτιον οὐδαμοῦ στήσεται· τί γὰρ μᾶλλον ταῦτα ἢ τὰ ἐναντία προτιμήσει ἀπ’ οὐδεμιᾶς ὡρισμένης αἰτίας ὁρμώμενος; βέλτιον γοῦν εἰς ἐκείνην ἐλθεῖν τὴν ὑπόθεσιν, ἥτις ἀπὸ τοῦ ἔχεσθαι τὰ ἑκτὰ παράγει, καὶ ἑκτὸν τίθεσθαι τὸ οἷόν τε ἔχεσθαι, πραγματικῶς ἀποδιδόντας οὐκ ἐτυμολογικῶς· πᾶσα μὲν γὰρ ἕξις καὶ ποιότης ἑκτόν, οὐκ ἔμπαλιν δέ. ἔτι εἰ μέν τις τὰς ποιότητας αὐτὰς χωριστὰς ὥσπερ τὰς ἰδέας Πλάτων ἀφορίζοιτο, οὐκ ἔστιν ὕπαρξις αὐτῶν. πῶς γὰρ δὴ ἡ ἡμετέρα ἕξις ἔσται χωριστὴ καὶ ἡ μετεχομένη καθ’ ἑαυτήν·4 εἰ δὲ οὕτω τις αὐτὰς λαμβάνοι ὡς καὶ ἡμῖν παρούσας καὶ μετεχομένας, ἐν τοῖς ποιοῖς ἔσται αὐτῶν ἡ ἀληθὴς ὑπόστασις. εἰ γὰρ ποιότης ἐστί, καθ’ ἣν ποιοί τινες ἐσμέν, ποιοὶ δὲ κατὰ τὸ ἐνυπάρχον ἐσμέν (λευκὸν γὰρ λέγω κατὰ τὴν ἐν αὐτῷ ὁρωμένην λευκότητα), δῆλον ὡς εἴπερ ἔστι καὶ λευκότητος ἢ ἀνθρωπότητος ἐξῃρημένον εἶδος, ἰδέα μὲν ἔσται, ποιότης δὲ οὐκ ἔσται· μετεχόμενον γὰρ ἡ ποιότης. εἰσὶ μὲν οὖν ἀσώματα τὰ ἑκτὰ πάντα· ἁπλούστατα γὰρ καὶ τῇ φύσει πρῶτα, καὶ οὐ μέρη ἐκείνων ὧν ἑκτά, αἴτια δὲ μόνον.

我所谓的性质,乃是指事物依之被称为具有某种性质者,例如白、热、冷;因为分有它们的事物,乃是依据它们而被称作白的、热的和冷的。可被分有之物是性质,而分有者则是具某种性质者。我们在教学中将性质从实体数起排在第四位,尽管阿尔库塔斯将其置于实体之后(因为他说:“性质是第二位的;因为若不具有‘所是’,就不可能成为具有某种性质者”),这既是因为先前所述的原因,也是因为现在将要叙述的原因。因为,正如实体排在万物之先是由于存在是从实体赋予其他事物的,同样,数量先于关系者也是因为它为关系者提供了比例[逻各斯]的原因;而诸性质从诸比例中获得实在基础[实体化存在],各范畴的秩序便是如此交织而成的。人们也可以依据自然事物适当地考量这一秩序。因为在实体之后的是大小(因为一切自然实体都伴随着数量);而在大小之中,立刻便可观察到较大与较小,关系范畴正是在这些之中建立起来的。而围绕着体积的大小,各种各样的变异和诸情态得以构成。关于秩序就谈这些;关于其实在基础,现在必须加以论述。即便论述涉及某些超出导论的考察,也不应当轻视。 首先,我们不赞同那些依据出自多者且由我们在分离中构想的共同性来确立性质的人;因为这样一来,性质和可具有者都有没有实在基础的危险;因为依照此类构想,没有任何实在基础被引入,而[性质]是作为存在者存在于个别且复合的事物之中的。再者,有些人从依照物体和非物体的共同附性而同样在存在者之上惯常被言说的谓词中推导出诸性质——例如从“被架梁”推导出“梁架”,从“被等同”推导出“均等”,从“是身体”推导出“身体性”——这些人同样断言得不正确。因为诸状态并不是从谓词的凑合中存在的;例如,并不是因为各立柱适逢相互隔开,由此“间距”便在它们周围被观察到。因为谓词若仅仅就其被言说而言加以考察,也可以在不具有实在基础的事物上被考察;然而诸性质由于依循某种首要起作用的原因而预先存在,绝非伴随于谓词之后,以至于它们自身便带来了实际具备的谓词,正如明智无论在现实活动中还是在被分有中都带来了“明智地思考”。 人们也可以指责德谟克利特一派:究竟为何他们为原子保留了某些差异,如形状、重量、稠密度、物体性、大小、运动,却断定颜色、甘甜、生命以及其他类似事物的比例[逻各斯]都不曾预先存在?因为关于可具有者的论述是共同的,不在相同的事物上做出相同的规定是荒谬的,而把生命、理智、自然、理性等诸如此类最本原的力量造作成为后生的,就更加荒谬了。同样,认为这些是通过汇聚而产生出来的,也是不可能的;因为按照德谟克利特的观点,颜色将是约定的,其他事物同样如此,而在真实中只有原子与虚空。但是,一旦取消了存在之物的人,将没有任何东西可以设定;而承认无原因者的人,将无处停歇;因为若不从任何确定的原因出发,他为何偏爱这些而非其相反者? 至少,走向那个从“被具有”中引出可具有者,并把可具有者设定为能够被具有之物的假设是更好的,这是实事求是地而非词源学地做出界定;因为一切状态与性质都是可具有者,反之则不然。再者,如果有人像柏拉图界定相[理念]那样将诸性质自身界定为分离的,它们便不具有实存。因为我们的状态怎么会是分离的,而被分有之物自身又怎能独立存在呢?但如果有人把它们理解为既临在于我们之中又被分有的,它们的真实实在基础就将在具某种性质的事物之中。因为如果性质是我们依之具有某种性质者,而我们是依于内在之物而具有某种性质的(因为我说某物是白的,是依照在其自身中被看见的白),那么显然,纵使有白或人性的超越的形式,那也只会是理念,而不会是性质;因为性质是某种被分有的东西。 因此,一切可具有者都是无物体的;因为它们是最单纯的,并且在自然上次序在先,它们并不是以它们为可具有者的那些事物的部分,而仅仅是原因。

语法注4 条
  1. 1.8τοῦ Ἀρχύτα μετὰ τὴν οὐσίαν τάξαντος

    属格独立结构(genitivus absolutus)。与主句动词 κατηριθμήσαμεν(“我们列举了”)相对照,以让步或转折的方式引出伪阿尔库塔斯所采取的不同次序。

  2. 1.8ἄνευ γὰρ τοῦ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν

    ἦμεν 是 εἶναι 在多利安方言中的不定式形式,反映了对伪阿尔库塔斯著作的原句引用。其句法相当于 ἄνευ τοῦ τί ἐστιν εἶναι ἀδύνατον [ἐστι] ποιόν τι εἶναι(“若无‘所是’的存在,具有某种性质者的存在便是不可能的”)。

  3. 1.8τοὺς κατὰ τὴν κοινότητα τὴν ἐκ τῶν πολλῶν καὶ κεχωρισμένην παρ’ ἡμῶν ἐννοουμένην ἐφιστάνοντας τὴν ποιότητα

    作为主动词 οὐκ ἀποδεχόμεθα 之宾语的分词短语。分词 ἐφιστάνοντας 的直接宾语是后置的 τὴν ποιότητα,而 κατὰ τὴν κοινότητα... 则是说明立论依据的介词短语。κοινότητα 由两个定语短语限定:τὴν ἐκ τῶν πολλῶν 与 καὶ κεχωρισμένην παρ’ ἡμῶν ἐννοουμένην(“由我们在分离中构想的”)。

  4. 1.8πῶς γὰρ δὴ ἡ ἡμετέρα ἕξις ἔσται χωριστὴ καὶ ἡ μετεχομένη καθ’ ἑαυτήν

    表不可能性的修辞反问句。包含由 καὶ 连接的复合主语(ἡ ἡμετέρα ἕξις 和 ἡ μετεχομένη),在共用动词 ἔσται 下分别由 χωριστή 和 καθ’ ἑαυτήν 作表语补足:“我们的状态怎么会是分离的,而被分有之物自身又怎能独立存在呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:38.25-40.8