← 佚名

亚里士多德《范畴篇》释义

§37.12-38.24

第二实体的部分与关系者定义的重估

作者通过实体的四分法(整体/部分、普遍/个别)探讨第二实体的部分是否可属于关系者这一难题,并通过重新审视关系者的定义,基于确定认识的必然性论证了没有实体属于关系者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#6

ἐπὶ μὲν οὖν τῶν τοιούτων φανερὸν ὅτι οὐκ ἔστι τῶν πρός τι· ἐπ’ ἐνίων δὲ τῶν δευτέρων οὐσιῶν ἔχει ἀμφισβήτησιν, οἷον ἡ ἁπλῶς κεφαλὴ τινὸς κεφαλὴ λέγεται, τοῦ ἁπλῶς ἀνθρώπου, καὶ ἡ χεὶρ ἡ καθόλου ὡσαύτως τινὸς λέγεται χείρ, καὶ ἕκαστον τῶν τοιούτων· ὥστε ταῦτα τῶν πρός τι δόξειεν ἂν εἶναι, κατά γε τὰ εἰρημένα. πρὸς δὲ σαφήνειαν τῶν λεγομένων ἐκεῖνα δεῖ προσλαβεῖν, ὡς τῆς οὐσίας τὸ μὲν ὅλον τὸ δὲ μέρος, καὶ τὸ μὲν καθόλου τὸ δὲ μερικόν. συνδυαζόμενα δὲ καταλλήλως οὕτως ἂν λέγοιντο· ὅλον μὲν καὶ μερικὸν ἡ πρώτη οὐσία καὶ ἄτομος, Σωκράτης, Πλάτων, μέρος δὲ μερικὸν καὶ ἄτομον, ὡς ἥδε ἡ χεὶρ καὶ μία τῷ ἀριθμῷ, καὶ κεφαλὴ ὡσαύτως· καὶ ὅλον μὲν καθόλου ὁ κοινὸς καὶ κατ’ εἶδος ἄνθρωπος, μέρος δὲ καθόλου ἡ ἁπλῶς χεὶρ καὶ ἡ ἁπλῶς κεφαλή. ὡς δὲ μέρος τοῦ τινὸς ἀνθρώπου καὶ μερικοῦ ἡ τὶς καὶ μερικὴ χείρ, οὕτω τοῦ ἁπλῶς καὶ καθόλου ἡ ἁπλῶς καὶ καθόλου χείρ. εἰς τέσσαρα οὖν τῆς οὐσίας διῃρημένης, τὸ μὲν καθόλου ὅλον καὶ τὸ μερικὸν ὅλον καὶ τὸ μερικὸν μέρος ἐκτὸς πίπτει τοῦ τῶν πρός τι διορισμοῦ (οὐ γὰρ λέγονται ταῦτα ἑτέρων), τὸ μέντοι καθόλου μέρος, ὡς ἡ ἁπλῶς χεὶρ καὶ ἡ ἁπλῶς κεφαλή, ἐπειδὴ ἑτέρων λέγονται, τοῖς πρός τι καταταγήσεται. προσβιάσαιτο δ’ ἄν τις καὶ τὸ ἐν μέρει μέρος·1 ἡ γὰρ ἥδε ἡ χείρ, τοῦδε τοῦ σώματος λέγεται. μέρη δὲ οὐσίας ταῦτα, τὰ μὲν πρώτης τὰ δὲ δευτέρας. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἀληθὲς τὸ μηδεμίαν οὐσίαν τῶν πρός τι εἶναι, ὥσπερ ἐλέγετο· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι καὶ αὐτά. Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι ὁρισμὸς ἀποδέδοται, ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι ὡς οὐδεμία οὐσία τῶν πρός τι λέγεται· εἰ δὲ μὴ ἱκανῶς, ἀλλ’ ἔστι τὰ πρός τι, οἷς τὸ εἶναι ταὐτόν ἐστι τὸ πρὸς τί πως ἔχειν, ἴσως ἂν ῥηθείη τι πρὸς αὐτά. ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν τοῦτό γέ ἐστιν τὸ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεσθαι. ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. φανερὸν μὲν οὖν καὶ ἐξ αὐτοῦ ἐστιν. εἰ γὰρ οἶδέ τις τόδε τι ὅτι τῶν πρός τι ἐστίν, ἔστι δὲ τὸ εἶναι τοῖς πρός τι ταὐτὸν τὸ πρός τι πῶς ἔχειν, κἀκεῖνο οἶδε, πρὸς ὃ τοῦτό πως ἔχει· εἰ γὰρ μὴ κἀκεῖνο οἶδε, πρὸς ὃ τοῦτό πως ἔχει, οὐδ’ εἰ πρός τί πως ἔχει εἴσεται. καὶ ἐπὶ τῶν καθ’ ἕκαστα δὲ δῆλον τὸ τοιοῦτον, οἷον τόδε τι εἴ τις οἶδεν ἀφωρισμένως ὅτι ἔστι διπλάσιον, καὶ ὅτου διπλάσιόν ἐστιν ἀφωρισμένως οἶδεν· εἰ γὰρ μή τινος τῶν ἀφωρισμένων οἶδεν αὐτὸ διπλάσιον, οὐδ’ εἰ ἔστι διπλάσιον ὅλως οἶδεν. ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν ὅτι κάλλιόν ἐστι, καὶ ὅτου κάλλιόν ἐστιν ἀφωρισμένως οἶδεν· ἀναγκαῖον2 γάρ ἐστι διὰ ταῦτα ἀφωρισμένως εἰδέναι. οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος κάλλιον· ὑπόληψις γὰρ τὸ τοιοῦτον γίνεται, οὐκ ἐπιστήμη· οὐ γὰρ ἔτι ἀκριβῶς εἴσεται ὅτι χείρονος κάλλιον. εἰ γὰρ οὕτως ἔτυχεν, οὐδέν ἐστι χεῖρον αὐτοῦ. ὥστε φανερὸν ὅτι ἀναγκαῖόν ἐστιν, ὃ ἂν εἰδῇ τις τῶν πρός τι ὡρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἰδέναι. τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, αἵ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν〈ἔστιν〉 ὡρισμένως εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον· τίνος μὲν γὰρ αὕτη ἡ κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως. ὥστε οὐκ ἂν εἴη ταῦτα τῶν πρός τι· εἰ δὲ μή ἐστι τῶν πρός τι, ἀληθὲς ἂν εἴη λέγειν ὅτι οὐδεμία οὐσία τῶν πρός τι ἐστίν. ἐντεῦθεν δῆλον ὡς καὶ ἃ πρότερον ὡς τῶν πρός τι παραδείγματα ἐπὶ τῆς ἀντιστροφῆς ἐλαμβάνομεν, τὴν κεφαλὴν τοῦ ζώου ἢ τοῦ κεφαλωτοῦ λέγοντες καὶ τοῦ πλοίου τὸ πηδάλιον καὶ τῆς ὄρνιθος τὸ πτερόν, οὐχ ὡς ἡμῖν ἀρέσκοντα προσελήφθησαν, οὐδ’ οἰκείαν ἐκεῖ δόξαν εἰσήγομεν, ἀλλὰ τοῖς περὶ τῶν πρός τι παρὰ τῶν πρὸ ἡμῶν διωρισμένοις εἱπόμεθα. ἴσως δὲ χαλεπὸν περὶ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι καὶ μὴ πολλάκις ἐπεσκεμμένον· τὸ μέντοι διηπορηκέναι ἐφ’ ἕκαστον αὐτῶν οὐκ ἄχρηστόν ἐστιν.

因此,在诸如此类的事物上,显然不属于关系者;但在某些第二实体上则存在争议:例如,无条件而言的头被称为某者的头,即无条件而言的人的[头],普遍的手同样被称为某者的手,诸如此类的每一事物亦然;因此,至少按照前面所言,这些似乎会属于关系者。为了使所言明晰,必须补充说明:实体有一部分是整体,另一部分是部分;有一部分是普遍的,另一部分是个别的。相应地组合起来,可以这样言说:整体且个别的,是第一实体即个别物,如苏格拉底、柏拉图;而个别且单个的部分,例如这只在数目上为一的手,头亦同样如此;整体且普遍的,是依种而言的共同的人;部分且普遍的,则是无条件而言的手和无条件而言的头。正如特定个别的手是特定个别的人的部分,无条件且普遍的手也是无条件且普遍的人的部分。于是,在实体被划分为四种之后,普遍的整体、个别的整体以及个别的部分都落在了关系者的界定之外(因为这些并不被称为属于他者);然而普遍的部分,如无条件而言的手和无条件而言的头,由于被称为属于他者,将被归入关系者之中。有人或许还会把个别的部分也强行算入;因为这只手被称为这个身体的[手]。而这些都是实体的部分,有的属于第一实体,有的属于第二实体。如果是这样,那么正如刚才所说的那样认为没有任何实体属于关系者,就不再是真实的了;因为实体的部分自身也是实体。 因此,如果关系者的定义已被充分给出,那么要证明没有任何实体被称为关系者,即便不是不可能的,也是极难的;但如果未被充分给出,而是关系者乃是其所是与以某种方式相关于某物为同一的事物,那么或许可以针对它们说些什么。先前的定义固然伴随着一切关系者,但就其自身所是而言被称为属于他者,却绝非它们作为关系者之所以为关系者。由此显然,若有人确定地知道某个关系者,他也将确定地知道它所关涉言说的对象。这从它自身也是显然的。因为如果有人知道某个特定的这物属于关系者,而对于关系者而言,其所是就是以某种方式相关于某物,那么他也知道这物是以某种方式所相关的对象;因为如果他不同时知道这物是以某种方式所相关的对象,他就连它是否以某种方式相关于某物也不会知道。在个别具体的事物上,此类事情也是显然的:例如,如果有人确定地知道这物是双倍的,他也确定地知道它是何物的双倍;因为如果他不知道它是某确定之物的双倍,他就根本不知道它是否是双倍的。同样,如果他知道这物是更美的,他也确定地知道它是比何物更美的;因为因由这些缘故,确定地知道是必然的。他不会不确定地知道这物是比更差之物更美的;因为这类事情变成了意见,而不是知识;因为他将不再准确地知道它是比更差之物更美的。因为假若适逢其会,没有任何东西比它更差。因此显然,凡确定地知道关系者中某一事物的人,必然也确定地知道它所关涉言说的对象。然而对于头、手以及这类各属实体的每一事物,就其自身所是而言[能够]确定地知道,但对于它所关涉言说的对象,却并非必然[知道];因为这只头属于何人,或这只手属于何人,是不能确定地知道的。因此,这些不会属于关系者;而如果它们不属于关系者,那么说没有任何实体属于关系者便是真实的。由此显然,我们先前在反转中作为关系者的范例所采用的那些——如说“动物的头”或“具头者的头”,“船的舵”和“鸟的翼”——并不是作为我们赞同的主张而被引入的,我们在那里也没有引入我们自己的意见,而是遵循了我们前辈关于关系者所作的界定。或许,对于此类事情,在未经多次审视之前便断然下结论是困难的;然而,对它们中的每一项都彻底进行一番疑难探讨,却并非无益。

语法注2 条
  1. 1.7προσβιάσαιτο δ’ ἄν τις καὶ τὸ ἐν μέρει μέρος

    动词 προσβιάσαιτο(配 ἄν 构成潜能希求法)在此取“强行归入/拉入(某一范畴或定义)”之意,支配宾格宾语 τὸ ἐν μέρει μέρος(个别的部分),指可能会有人强行将个别部分也拉入关系者的界定中。

  2. 1.7αὐτὸ μὲν ὅπερ ἐστὶν 〈ἔστιν〉 ὡρισμένως εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον

    句法上由 μέν...δέ 构成对比。前半句带有校勘补入的 ἔστιν(作无人称动词,表可能),意为“确定地知道它自身是什么是可能的”;后半句则承前省略了不定词 εἰδέναι,需补充理解为 οὐκ ἀναγκαῖον [ἐστιν εἰδέναι](“确定地知道它所关涉言说的对象却不是必然的”)。关系从句 πρὸς ὃ δὲ λέγεται 作省略的不定词 εἰδέναι 的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:37.12-38.24