← 佚名

亚里士多德《范畴篇》释义

§35.31-37.12

知识感知对象的本性同时性与实体属于关系者

针对可知者与可感者是否在本性上与感知和知识同时存在的反驳,作者运用潜能与现实的区分化解了疑难,并在对比其他对立者之后,转向探讨依传统定义实体是否可属于关系者的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#5

ἔτι ζώου μὲν ἀναιρεθέντος οὐκ ἔστιν ἐπιστήμη, τῶν δὲ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι. ὁμοίως δὲ ἔχει τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως· τὸ γὰρ αἰσθητὸν πρότερον τῆς αἰσθήσεως δοκεῖ εἶναι. τὸ μὲν γὰρ αἰσθητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ. αἱ γὰρ αἰσθήσεις περὶ σῶμα καὶ ἐν σώματί εἰσιν, αἰσθητοῦ δ’ ἀναιρεθέντος ἀνῄρηται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν καὶ τὸ σῶμα), σώματος δὲ μὴ ὄντος ἀνῄρηται καὶ ἡ αἴσθησις· ὥστε συναναιρεῖ τὸ αἰσθητὸν τὴν αἴσθησιν. ἡ δέ γε αἴσθησις τὸ αἰσθητὸν οὔ· ζώου γὰρ ἀναιρεθέντος ἡ αἴσθησις μὲν ἀναιρεῖται, αἰσθητὸν δὲ οὔ, οἷον σῶμα, θερμόν, γλυκύ, πικρόν, καὶ τἄλλα πάντα, ὅσα εἰσὶν αἰσθητά. ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ ζῶόν τε γίνεται καὶ ἡ αἴσθησις· τὸ δέ γε αἰσθητόν ἐστι καὶ πρὸ τοῦ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν τὸ ζῶον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ὅλως ζῶον εἶναι ἢ αἴσθησιν· ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν. Μήποτ’ οὖν ὁ μὲν λόγος ἀληθὴς εἴη, καὶ πάντα ἅμα τῇ φύσει τὰ πρός τι ἐστὶν ἀλλήλοις συγγενόμενα καὶ συνυπάρχοντα καὶ συναπολλύμενα, ἃ δὲ νῦν εἰς τοὐναντίον ἐπεχειρήσαμεν, τοῦ πιθανοῦ μᾶλλον ἂν ἢ τοῦ ἀληθοῦς εἴη ἐχόμενα.1 καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ ὥσπερ ἐν ἄλλοις πολλὰ τῶν ζητουμένων κατεύθυνεν, οὕτω κἀνταῦθα προσληφθέντα τὰ ἠπορημένα λύει. εἰ μὲν γὰρ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ θερμόν, ἔτι δὲ ὅλως αἰσθητὸν καὶ ἐπιστητὸν ὡς πράγματα λαμβάνοιτο καὶ καθ’ ἑαυτὰ θεωρεῖται, προτερεύειν ἂν εὐλόγως τῆς ἐπιστήμης καὶ αἰσθήσεως λέγοιντο· εἰ δὲ ὡς αἰσθητὰ καὶ ἐπιστητά, κατ’ ἐνέργειαν μὲν οὔ (πῶς γάρ, μὴ οὔσης αἰσθήσεως καὶ ἐπιστήμης;) δυνάμει δέ· εἰ δὲ τοῦτο, εἴη ἂν δήπου δυνάμει καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, πρὸς ἃς ταῦτα λέγονται, συνυπάρχουσαι. εἰ γὰρ καὶ πρὸ τοῦ Θαλοῦ ἦν ἡ σελήνη, ὡς πρᾶγμα ἦν, οὐχ ὡς ἐπιστητόν· εἰ δὲ καὶ ἐπιστητὴ δυνάμει κατὰ τὴν ἔκλειψιν, καὶ ἡ τῆς ἐκλείψεως ἐπιστήμη δυνάμει δήπουθεν ἦν. ὡς δὲ ἐπὶ τῶν παρελθόντων, καὶ ἐπὶ τῶν μελλόντων ἕξει. καὶ περὶ τοῦ κύκλου, εἰ μὲν ἐπιστητὸς ἔσται ποτέ, ἔστι δὲ νῦν, οὐχ ὡς ἐπιστητόν, ἀλλ’ ὡς πρᾶγμά ἐστιν· εἰ δὲ καὶ ἐπιστητὸς δυνάμει, δυνάμει ἐστὶ καὶ ἡ ἐπιστήμη αὐτοῦ. καὶ ἐπὶ τούτοις, εἰ καὶ μὴ ἐν ἀνθρώποις σύγχρονος τῶν πραγμάτων καὶ κατ’ ἐνέργειαν ἡ ἐπιστήμη, ἀλλ’ οὖν ἐν τῷ ἀκινήτῳ αἰτίῳ ἦν ἡ τῶν πραγμάτων ἐπιστήμη καὶ πρὸ τοῦ τὰ πράγματα εἶναι. Εἰ δέ τις ἰσχυρίζεται καὶ ἐπὶ τοῖς ἄλλοις τῶν ἀντικειμένων, οἷον τοῖς ἐναντίοις καὶ τοῖς κατὰ στέρησιν καὶ ἕξιν καὶ τῇ ἀντιφάσει τὸ ἅμα εἶναι καὶ συνυπάρχειν, καὶ οὐ μόνοις ἀπολείπει τοῖς πρός τι, ἐκεῖνο δεῖ γινώσκειν, ὡς αὐτὰ μέν, καθό εἰσι φύσεως, τοσούτου δέουσι τοῦ συνυπάρχειν ἢ ἅμα εἶναι, ὅσῳ καὶ ἀλλήλων φθαρτικὰ καὶ ἀναιρετικά εἰσι·2 τὸ δὲ ὅλως τῇ θέσει τοῦ ἑνὸς συννοεῖσθαι τὸ ἕτερον καὶ ὅλως συνυπάρχειν καὶ ἅμα τὴν νόησιν ἔχειν ἀπὸ τῆς ἐνδιδομένης ἀπὸ τῶν πρός τι σχέσεώς ἐστιν αὐτοῖς. Τούτων οὕτω διωρισμένων καιρὸς ἂν εἴη καὶ τὸν ἐκδεδομένον τοῖς πρεσβυτέροις τῶν πρός τι λόγον ἡμᾶς ἐπισκέψασθαι. εἰ γὰρ πρός τι ἐστίν, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἔχει ἀπορίαν, πότερον οὐδεμία οὐσία τῶν πρός τι, καθάπερ δοκεῖ (ἕτερα γὰρ ἀλλήλων τῇ φύσει τὰ γένη τοῦ ὄντος ἐστίν), ἢ τοῦτο ἐνδέχεται κατά τινας τῶν δευτέρων οὐσιῶν. ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀληθές ἐστιν· οὔτε γὰρ τὰ μέρη οὔτε τὰ ὅλα πρός τι ἐστίν. ὁ γὰρ τις ἄνθρωπος οὐ λέγεται τινός τις ἄνθρωπος, οἷον ὁ Σωκράτης αὐτὸ ὅπερ ἐστὶν οὐ λέγεται ἑτέρου (εἰ γὰρ καὶ λέγεται τοῦ θεοῦ, ὡς κτῆμα δηλαδὴ ἢ ποίημα λέγεται), οὐδ’ ὁ τὶς βοῦς τινός τις βοῦς. ὡσαύτως δὲ καὶ τὰ μέρη· ἡ γὰρ τὶς χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ,3 καὶ ἡ τὶς κεφαλὴ οὐ λέγεται τινός τις κεφαλὴ ἀλλά τινος κεφαλή. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν, ἐπί γε τῶν πλείστων, οἷον ὁ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος, οὐδὲ ὁ βοῦς τινὸς βοῦς, οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλά τινος κτῆμα λέγεται.

此外,在动物被消灭时,知识并不存在,但可知者中的许多却可以存在。感觉方面的状况与这些相似;因为可感者似乎先于感觉。因为可感者若被消灭,便连带消灭感觉,但感觉并不连带消灭可感者。因为各种感觉都关涉身体且存在于身体中,而在可感者被消灭时,身体也已被消灭(因为身体也是可感者之一),而身体若不存在,感觉也已被消灭;因此可感者连带消灭感觉。然而感觉并不[连带消灭]可感者;因为在动物被消灭时,感觉虽然被消灭,可感者却没有[被消灭],例如身体、热、甜、苦,以及所有其他凡属可感者之物。此外,感觉与具有感觉能力者同时产生;因为动物与感觉是同时产生的;但可感者甚至在感觉存在之前就存在;因为火、水以及这类构成动物的事物,甚至在根本没有动物或感觉之前就存在;因此可感者似乎先于感觉。 也许原本的论理是真实的,一切关系者在本性上都是同时存在的,彼此共同生成、共存并共同毁灭,而我们刚才朝反方向所作的论证,依附的是具有说服力者而非真实者。潜能与现实正如在其他场合中引导许多所探索的事物一样,在此处被引入后也化解了疑难。因为如果甜、苦、热,以及普遍意义上的可感者与可知者被当作客体来接受并就其自身来考察,它们合理地会被说成先于知识与感觉;但如果作为可感者与可知者,则并非在现实中〔是可感者与可知者〕(因为在没有感觉与知识存在时,怎么可能如此呢?),而是在潜能中;如果是这样,它们所关涉言说的知识与感觉大概也就在潜能中共同存在了。因为即使在泰勒斯之前月亮就存在,它是作为客体存在,而不是作为可知者存在;如果它在交食方面也是潜在可知的,关于交食的知识大概也就潜在地存在了。正如对于过去的事物如此,对于未来的事物也将如此。关于圆,即便它将来某个时候成为可知的,而现在虽然存在,也是作为客体而不是作为可知者存在的;但如果它也是潜在可知的,关于它的知识也就潜在地存在。此外,即使在人类之中关于事物的现实知识并不与事物同时,但在不动的原因中,关于事物的知识甚至在事物存在之前就已经存在了。 如果有人坚持认为同时存在与共存也属于对立者中的其他几类,例如相反者、依缺失与获得而言者以及矛盾,而不单独留给关系者,那么必须认识到,这些事物本身就其本性而言,由于它们彼此具有破坏性与毁灭性,它们距离共存或同时存在是何等遥远;而一般而言因一者的设定而同时构想另一者,并且总体上共存且同时具有构想,乃是由于从关系者所赋予的关系性而属于它们的。 在这些被如此界定之后,也该是我们考察前辈们所给出的关于关系者的定义的时候了。因为如果凡是就其自身所是而言被称为属于他者的事物都是关系者,那么就会产生疑难:究竟是如通常所认为的那样,实体全然不属于关系者(因为存在的各个属类在本性上彼此不同),抑或是这在某些第二实体中是可能的。因为在第一实体上这是真实的;因为无论部分还是整体都不是关系者。因为某个个别的特定人并不被称为某人的某个特定人,例如苏格拉底就其自身所是而言并不被称为属于他者(因为即便他被称为属于神,显然也是作为财产或产物而被言说的),个别的特定牛也不被称为某人的某个特定牛。部分亦同样如此;因为某个特定的手并不被称为某人的某个特定的手,而是被称为某人的手,某个特定的头并不被称为某人的某个特定的头,而是被称为某人的头。在第二实体上同样如此,至少在大多数情况下是这样;例如人并不被称为某人的人,牛也不被称为某人的牛,木料也不被称为某人的木料,而是被称为某人的财产。

语法注3 条
  1. 1.7τοῦ πιθανοῦ μᾶλλον ἂν ἢ τοῦ ἀληθοῦς εἴη ἐχόμενα

    中动动词 ἔχομαι 支配属格,意为“紧贴”、“依附于”或“接近于”。在此处 τοῦ πιθανοῦ 与 τοῦ ἀληθοῦς 皆由 ἐχόμενα 所支配,构成表语,表达反对性论证是依附于看似可信者而非真理本身。

  2. 1.7τοσούτου δέουσι τοῦ συνυπάρχειν ἢ ἅμα εἶναι, ὅσῳ καὶ ἀλλήλων φθαρτικὰ καὶ ἀναιρετικά εἰσι

    此句使用 τοσούτου δεῖν(“相差甚远/断乎不……”)的习惯句式,由属格冠词不定词 τοῦ συνυπάρχειν ἢ ἅμα εἶναι 表明所远离的状态,并与相关的 ὅσῳ(“正如/在何等程度上”)相呼应,后者引出说明它们彼此互相破坏的原因分句。

  3. 1.7ἡ γὰρ τὶς χεὶρ οὐ λέγεται τινός τις χεὶρ ἀλλά τινος χείρ

    主语 ἡ τὶς χείρ(“某只特定的手”)与被否定的表语补足成分 τινός τις χείρ(“某人的某只特定的手”)以及被肯定的替代项 τινος χείρ(“某人的手”)形成严格对照。作为个体的部分并不是以其双重个体性被表述为“某特定个体的特定个体部分”,而是被表述为“某人的手”,这构成了第一实体本身并非关系者这一论证的关键要点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:35.31-37.12