← 佚名

亚里士多德《范畴篇》释义

§34.14-35.31

换位的排他性与关联者的本性同时性

作者探讨了是否唯有关联者才具有换位性这一难题,将其与实体性共存者和同指事物区分开来,分类讨论了关联概念及神与造物的关联,并审视了关联者的第四种属性(本性上的同时性)及其反例(可知者与知识)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#4

οὕτω δὲ ἀποδιδομένων φανερὸν ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα ῥηθήσεται. εἰ δὲ καὶ μόνως,1 ἀπορήσειεν ἄν τις εἰς τὰ τοιαῦτα ἀποβλέψας· καὶ γὰρ εἴ τι καλόν, καὶ ἀγαθόν, καὶ εἴ τι ἀγαθόν, καλόν. ἢ τοῦτο μὲν καὶ αὐτόθεν ἔσφαλται· οὐ γὰρ ἀντιστρέφει· ἐπὶ πλέον γὰρ τὸ ἀγαθὸν τοῦ καλοῦ. τὰ δὲ συνυπάρχοντα διὰ τὸ ἀεὶ παρεῖναι δόξειεν ἂν ἀντιστρέφειν, ὡς τὸ κέντρον τῇ σφαίρᾳ καὶ τῷ ἡλίῳ τὸ φῶς καὶ τῷ πυρὶ ἡ θερμότης· τὸ μὲν γὰρ κατ’ οὐσίαν σύνεστιν, τὸ δὲ ἀνάγεται εἰς τὸν ἥλιον ὡς δεύτερον πρὸς πρῶτον καὶ αἴτιον, τῷ δὲ πυρὶ ἡ θερμότης ὡς οὐσιώδης ποιότης συμπέφυκε.2 καὶ οἱ ὅροι μέντοι τῷ κεφαλαιώδεις εἶναι τοῖς ὧν εἰσι πράγμασιν ἀντακολουθοῦσι. μήποτ’ οὖν ἀκριβέστερον τοῦ εἰρημένου ἐξακούειν δεῖ· οὐ γὰρ ἀλλήλοις συνυπάρχειν τὰ πρός τι ἐλέγετο, ὡς τὸ φῶς καὶ ὁ ἥλιος καὶ ἡ θερμότης καὶ τὸ πῦρ, οὐδὲ ὅτι τὸ ἕτερόν ἐστιν ὅπερ τὸ ἕτερον, ὡς τὸ καλὸν καὶ ἀγαθόν, εἰ καὶ ἀντιστρέφοντα δοίημεν, ἀλλὰ πρός τι ἐλέγομεν τά τε ἀντιστρέφοντα καὶ τὰ ἀλλήλων εἶναι λεγόμενα. τὸ μὲν γὰρ πρὸς ἕτερον ἀπονεύειν καὶ πρὸς ἕτερον λέγεσθαι τὸ εἶδος αὐτὸ τοῦ πρός τι ἐστίν· τὸ δὲ καὶ ἐκεῖνο, πρὸς ὃ λέγεται, ὁμοίως λέγεσθαι πρὸς τὸ πρὸς αὐτὸ λεγόμενον, τοῦτο τὸ ἴδιον. ὅλως γὰρ οὐδὲ λέγεται πρὸς ἄλληλα τὰ ἄλλως συνυπάρχοντα· οὐ γὰρ τὸ φῶς πρὸς τὸν ἥλιον λέγεται, εἰ καὶ ἐκεῖθεν ἐστί. τὸ γὰρ τοῦ τινὸς εἶναι γέννημα ἢ ἐνέργειαν ἢ πάθος ἢ κτῆμα ἕτερον τοῦ πρός τι εἶναι καὶ λέγεσθαι· τὰ μὲν γὰρ ἐν τῷ πρὸς ἕτερον ἀπονεύειν οὐσίωνται,3 τὰ δὲ κἂν ἄλλου ᾖ, ἀλλ’ ὅμως καὶ ἰδίαν ἔχει φύσιν. Τῶν δὲ τῇ αὐτῇ πτώσει ἀντιστρεφόντων τὰ μὲν τῷ αὐτῷ πράγματι χρῆται ἐφ’ ἑκάτερον, ὡς τὸ ἴσον καὶ ὅμοιον, τὰ δὲ ἑτερότητα ἔχει ὡς πατὴρ καὶ υἱός, δοῦλος καὶ δεσπότης. καὶ ἔτι τῶν πρός τι τὰ μὲν πρὸς ἀπολελυμένα ἑαυτῶν λέγεται, ὡς πατὴρ πρὸς υἱόν, ἕτερον ἑαυτοῦ τῇ ὑποστάσει· τὰ δὲ συνῆπται εἰς ἃ λέγεται, ὡς τὸ μέρος τῷ ὅλῳ. οὕτω δ’ ἂν λέγοιτο καὶ ὁ κόσμος πρός τι ὡς πρὸς τὸ κοσμωτόν· ἔξωθεν γάρ τοι ἑαυτοῦ οὐκ ἔχει πρὸς ὃ λεχθήσεται· εἰ δὲ καὶ ὡς ἀποτέλεσμα τοῦ ποιήσαντος νενόηται καὶ κοσμήσαντος, ἔσται καὶ τῇ ὑποστάσει κεχωρισμένος. ἀλλὰ πῶς ἄνθρωπος ὅμοιος θεῷ λέγεται καὶ ὅλως ἡ εἰκὼν τῷ παραδείγματι; πότερον καὶ τὰ τοιαῦτα πρός τι, καίπερ τῆς σχέσεως οὐκ ἀντιστρεφούσης (οὐ γὰρ δὴ καὶ ἀνθρώπῳ θεὸς ὅμοιος ἢ τὸ παράδειγμα τῇ εἰκόνι), ἢ τὸ μὲν παράδειγμα ἀντιστρέφει (ὡς γὰρ εἰκὼν παραδείγματος, οὕτω καὶ τὸ παράδειγμα εἰκόνος), τὸ δὲ ὅμοιον οὐκέτι;4 εἰ δὲ δυσχεραίνει τις τὴν ἀπ’ ἐκείνων ὁποιανοῦν πρὸς τὰ τῇδε σχέσιν, τὴν ἄσχετον καλουμένην ἐννοείτω σχέσιν καὶ τὴν ἀνεπίκλητον πρόνοιαν, καθ’ ἣν ἡμῶν δεσπόζει θεός, καὶ κτήματα αὐτοῦ ἡμεῖς, ὡς προνοοῦντος ἐκείνου, κατευθυνομένων δὲ ἡμῶν. Τέταρτον τοῖς πρός τι παρακολούθημα τὸ ἅμα τῇ φύσει εἶναι· δοκεῖ γὰρ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι. καὶ ἐπὶ μὲν τῶν πλείστων ἀληθές ἐστιν· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι, καὶ δούλου ὄντος δεσπότης ἐστίν· ὁμοίως δὲ τούτοις καὶ τἄλλα. συναναιρεῖ δὲ ταῦτα ἄλληλα· μὴ γὰρ ὄντος διπλασίου οὐκ ἔστιν ἥμισυ, καὶ ἡμίσεος μὴ ὄντος οὐκ ἔστι διπλάσιον· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα τοιαῦτα. οὐκ ἐπὶ πάντων δὲ τῶν πρός τι ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι· τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι. ὡς γὰρ ἐπὶ τὸ πολὺ προυπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν· ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην. τά τε γὰρ ἄνευ ὕλης νοητὰ ἅμα τῇ κατ’ ἐνέργειαν ἐπιστήμῃ, καὶ ἡ τῶν κοινῶν ὑπόστασις καὶ ἐξ ἀφαιρέσεως ἅμα τῇ περὶ αὐτῶν ἐπιστήμῃ, καὶ πρὸς τούτοις τὰ ἀναπλάσματα τῆς τε φαντασίας καὶ τὰ τῶν τεχνιτῶν· ἅμα γὰρ χίμαιρα καὶ ἡ περὶ αὐτῆς ἐπιστήμη. ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ· ἐπιστητοῦ γὰρ μὴ ὄντος οὐκέτι ἐπιστήμη (οὐδενὸς γὰρ ἔτι ἔσται ἐπιστήμη), ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει ἐπιστητὸν εἶναι, οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴ γ’ ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστιν οὐδέπω, αὐτὸς δέ, τὸ ἐπιστητόν, ἐστίν.

因此很明显,若是这样表述,一切关系者都将关涉换位者而言说。但若是问是否仅仅如此,人们着眼于下列这类事物或许会产生疑难:因为若某物是美的,它也就是善的;若某物是善的,它也就是美的。难道这从一开始就是错误的吗?因为它并不换位;因为善比美更为宽泛。另一方面,因始终同在而共存的事物似乎会换位,正如中心对于球体、光对于太阳以及热对于火;因为中心依实体而共在,光作为对原初者与原因的派生者而归结于太阳,而热作为实体性性质与火天生相融。然而定义也因具有要约性而与它们所属的客体相互追随。难道不应当更加确切地理解所说的话吗?因为关系者并不是像光与太阳、热与火那样被说成彼此共存,也不是像美与善那样一者就是另一者(即使我们假定它们换位),而是我们把那些换位并且被称为属于彼此的事物称为关系者。因为向他者倾斜并关涉他者而言说,乃是关系者自身的属相;而它所关涉而言说的那个对象也同样关涉那关涉它言说者而言说,这才是固有属性。因为以其他方式共存的事物,根本不会关涉彼此而言说;因为光并不关涉太阳而言说,即便它来自那里。因为作为某物的产物、活动、受动或所有物,不同于作为关系者而存在和被言说;因为前者是在向他者倾斜中获得其本质的,而后者即便属于他者,却仍然具有其自身的本性。在以同一格换位的事物中,有的在两端使用同一事物(如“相等”与“相似”),有的则具有差异(如“父亲”与“儿子”,“奴隶”与“主人”)。此外,在关系者中,有的关涉与自身相分离的事物而言说(如“父亲”关涉“儿子”,在存有上与自身相异);有的则与它们所关涉的事物相连结(如“部分”关涉“整体”)。以此方式,宇宙或许也能作为关涉被秩序化者而被说成是关系者;因为在自身之外它确实没有可关涉而言说的对象;但若它也被设想为创造它并秩序化它者的成果,它在存有上也是被分离的。但是人何以被称为相似于神,一般而言影像何以被称为[相似于]原型?这类事物难道也是关系者,尽管其关涉并不换位(因为神断乎不相似于人,原型亦不相似于影像),抑或是原型换位(因为正如影像是原型的,原型也是影像的),而“相似”却不再换位?但若有人反感从彼处通往此处事物的任何关涉,就让他去设想所谓无关联的关涉与不被非难的摄理吧,依此神统治我们,我们是神的财产,神在摄理,而我们在受引导。属于关系者的第四个伴随性质是本性上的同时存在;因为关系者似乎在本性上是同时存在的。并且在大多数情况下这是真实的;因为两倍与一半同时存在,有一半存在时就有两倍存在,有奴隶存在时就有主人存在;与这些相似,其余事物亦然。并且它们相互同归于尽;因为若没有两倍就不存在一半,若没有一半就不存在两倍;在其他所有此类事物上同样如此。但本性上的同时存在似乎并非在所有关系者上都是真实的;因为可知者似乎先于知识。因为通常而言我们是在事物预先存在的情况下获得知识的;因为人们在极少数情况下会看到,或者根本不会看到知识与可知者同时产生。因为无质料的理会之物与现实的知识同时存在,普遍者的存有以及通过抽离而得者与关于它们的知识同时存在,此外还有想象的再造物与技工的再造物;因为喀迈拉与关于它的知识是同时的。此外,可知者若被取消,便连带取消知识,但知识并不连带取消可知者;因为若没有可知者,就再也没有知识(因为不再是任何事物的知识),但在没有知识时,并不妨碍可知者存在,例如化圆为方若是可知者,即使关于它的知识尚不存在,作为可知者的它自身却存在。

语法注4 条
  1. 1.7εἰ δὲ καὶ μόνως

    省略了主语和谓语动词的紧缩句。承接前文的 ἀποδιδομένων ... πρὸς ἀντιστρέφοντα ῥηθήσεται,补出 ἀντιστρέφει 解读为“是否唯独[关系者才换位]”。

  2. 1.7τὸ μὲν γὰρ κατ’ οὐσίαν σύνεστιν, τὸ δὲ ἀνάγεται εἰς τὸν ἥλιον ὡς δεύτερον πρὸς πρῶτον καὶ αἴτιον, τῷ δὲ πυρὶ ἡ θερμότης ὡς οὐσιώδης ποιότης συμπέφυκε

    该三联平行结构分别对应前文所列举的三组例子(中心与球、太阳与光、火与热)。τὸ μέν 指中心(κέντρον),τὸ δέ 指光(φῶς),第三组则直接以具体名词 τῷ δὲ πυρὶ ἡ θερμότης 承接。

  3. 1.7τὰ μὲν γὰρ ἐν τῷ πρὸς ἕτερον ἀπονεύειν οὐσίωνται

    οὐσίωνται 是动词 οὐσιόω 的中被动态完成式直陈语气(或现在时虚拟语气),意为“被赋予本质/本质在于”。介词短语 ἐν τῷ ... ἀπονεύειν 指出关系者的本质所在。

  4. 1.7πότερον καὶ τὰ τοιαῦτα πρός τι, καίπερ τῆς σχέσεως οὐκ ἀντιστρεφούσης ... ἢ τὸ μὲν παράδειγμα ἀντιστρέφει ... τὸ δὲ ὅμοιον οὐκέτι;

    由 πότερον ... ἤ 构成的选择疑问句。第一肢询问此类事物是否即使关系不换位也属于关系者;第二肢则提出另一方案:是否原型换位而“相似”不再换位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:34.14-35.31