- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:32.33-34.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证了只有当关系者被固有地表述为其特有的相関者时换位才成立,并阐释了在缺乏既定名称时造词的必要性以及通过剥除偶性进行检验的方法。
πάντα γοῦν τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγονται, οἷον ὁ δοῦλος δεσπότου λέγεται δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης λέγεται, καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ, καὶ τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν, οἷον ἡ ἐπιστήμη ἐπιστητοῦ λέγεται ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ ἡ αἴσθησις αἰσθητῶν αἴσθησις καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· οὐ γὰρ πρὸς γενικὴν ἐποιήσαντο τὴν ἀντιστροφήν, ὥσπερ τὰ πρότερον, ἀλλὰ πρὸς δοτικήν. οὐ μὴν ἀλλ’ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἂν μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδοθῇ, ἀλλὰ διαμάρτοι ὁ ἀποδιδούς· οἷον τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ. οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδίδοται πτερὸν ὄρνιθος· οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτῆς λέγεται, ἀλλ’ ᾗ πτερωτόν ἐστι· πολλῶν γὰρ καὶ ἄλλων πτερά ἐστιν, ἃ οὐκ εἰσὶν ὄρνιθες. ὥστ’ ἂν ἀποδοθῇ οἰκείως, καὶ ἀντιστρέφει, οἷον τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον εἴη ὄνομα, πρὸς ὃ οἰκείως ἀποδοθείη, οἷον τὸ πηδάλιον πλοίου ἂν ἀποδοθείη, οὐκ οἰκεία ἡ ἀπόδοσις· οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται· ἔστι γὰρ πλοῖα, ὧν οὐκ ἔστι πηδάλια· τὰ γὰρ μικρὰ ἀκάτια κώπαις ἰθύνονται. διὸ οὐκ ἀντιστρέφει· τὸ γὰρ πλοῖον οὐ λέγεται πηδαλίου πλοῖον· ἀλλ’ ἴσως οἰκειοτέρα ἂν ἡ ἀπόδοσις εἴη, εἰ οὕτως πως ἀποδοθείη, τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον, ἢ ὁπωσοῦν ἄλλως· ὄνομα γὰρ οὐ κεῖται. καὶ ἀντιστρέφει γε ἐὰν οἰκείως ἀποδοθῇ· τὸ γὰρ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οἷον ἡ κεφαλὴ οἰκειοτέρως ἂν ἀποδοθείη κεφαλωτοῦ ἢ ζώου ἀποδιδομένη· οὐ γὰρ ᾗ ζῶον, κεφαλὴν ἔχει· πολλὰ γὰρ τῶν ζώων κεφαλὴν οὐκ ἔχει, ὡς οἱ ἐν θαλάττῃ πνεύμονες καὶ ὄστρεα πάντα καὶ καρκίνοι. οὕτω δὲ ῥᾷστα ἄν τις ἴσως λαμβάνοι οἷς μὴ κεῖται ὀνόματα,1 εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς ἃ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα, ὥσπερ ἐπὶ τῶν προειρημένων ἀπὸ τοῦ πτεροῦ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτὸν καὶ τῆς κεφαλῆς τὸ κεφαλωτόν. δύο γὰρ οἱ τρόποι τῆς ὀρθῆς ἀποδόσεως, τό τε πρὸς ὃ κατὰ φύσιν λέγεται ἀποδίδοσθαι καὶ τὸ ἐξισάζειν. ἰσότης δὲ γίνεται, ὅταν ἢ τὸ μεῖζον καθαιρῆται ἢ τὸ ἔλαττον αὔξηται. οὐ καινοτομοῦμεν δέ, ἐν οἷς ἀνάγκη, ὀνοματοποιεῖν προστάττοντες, ὁρῶντες ἑκάστην τέχνην αὐτὴν ἐφευρίσκουσαν οἷς πραγματεύεται τὰ ὀνόματα. ἢ γὰρ τὸ ἀλλαχοῦ τῇ συνηθείᾳ κείμενον ἰδίᾳ οἱ τεχνῖται ἀποτεμόμενοι ἔχουσιν, ὡς τὸ κέντρον ἐπὶ τῆς σφαίρας οἱ γεωμέτραι καὶ τὸ χρῶμα ἐπὶ τῇ διαφορᾷ τῶν μελῶν οἱ μουσικοί, ἢ καὶ παντάπασιν ἄγνωστα τῇ συνηθείᾳ λαμβάνοντες τῇ φύσει τῶν ὑποκειμένων προσήρμοσαν. ἃ δὲ παρ’ ἡμῖν ἐνταῦθα προσείληπται, τῇ τε φύσει τῶν ὑποκειμένων κατάλληλα καὶ τῇ συνηθείᾳ καὶ τῇ κοινότητι γνώριμα. Πάντα οὖν τὰ πρός τι, ἐάνπερ οἰκείως ἀποδιδῶται, πρὸς ἀντιστρέφοντα λέγεται, ἐπεὶ ἐάν γε πρὸς τὸ τυχὸν ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὰ ἃ λέγεται, οἷον ὁ δοῦλος ἐὰν μὴ δεσπότου ἀποδοθῇ δοῦλος ἀλλ’ ἀνθρώπου ἢ δίποδος ἢ ὁτουοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· οὐ γὰρ οἰκεία ἡ ἀπόδοσις. ἔτι ἐὰν μὲν οἰκείως ἀποδεδομένον ᾖ, πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων, ὅσα συμβεβηκότα ἐστί, λειπομένου δὲ τούτου μόνου, πρὸς ὃ ἀπεδόθη οἰκείως, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται, οἷον εἰ ὁ δοῦλος πρὸς δεσπότην λέγεται, περιαιρουμένων ἁπάντων, ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον τὸ δίποδι εἶναι, τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ,2 καταλειπομένου δὲ μόνου τοῦ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς αὐτὸ ῥηθήσεται· ὁ γὰρ δοῦλος δεσπότου δοῦλος λέγεται. ἐὰν δέ γε μὴ οἰκείως ἀποδοθῇ πρὸς ὅ ποτε λέγεται, περιαιρουμένων μὲν τῶν ἄλλων, καταλειπομένου δὲ μόνου τοῦ πρὸς ὃ ἀπεδόθη, οὐ ῥηθήσεται πρὸς αὐτό. ἀποδεδόσθω γὰρ ὁ δοῦλος ἀνθρώπου καὶ τὸ πτερὸν ὄρνιθος καὶ περιῃρήσθω τοῦ ἀνθρώπου τὸ δεσπότην αὐτὸν εἶναι· οὐ γὰρ ἔτι ὁ δοῦλος πρὸς ἄνθρωπον ῥηθήσεται· μὴ γὰρ ὄντος δεσπότου οὐδὲ δοῦλός ἐστιν. ὡσαύτως καὶ τοῦ ὄρνιθος περιῃρήσθω τὸ πτερωτὸν εἶναι· οὐ γὰρ ἔτι ἔσται τὸ πτερὸν τῶν πρός τι· μὴ γὰρ ὄντος πτερωτοῦ οὐδὲ πτερὸν ἔσται τινός. ὥστε δεῖ μὲν ἀποδιδόναι πρὸς ὅ ποτε οἰκείως λέγεται. καὶ ἐὰν μὲν ὄνομα ᾖ κείμενον, ῥᾳδία ἡ ἀπόδοσις γίνεται· μὴ ὄντος δὲ ἀναγκαῖον ἴσως ὀνοματοποιεῖν.
无论如何,一切关系者都是关涉换位者而言说的,例如奴隶被称为主人的奴隶,主人被称为奴隶的主人,两倍被称为一半的两倍,一半被称为两倍的一半,较大者比较小者大,较小者比较大者小。在其他事物上同样如此,只是在表达上因格的不同有时会有差异,例如知识被称为可知者的知识,可知者被称为通过知识而是可知者,感觉被称为可感觉者们的感觉,可感觉者被称为通过感觉而是可感觉者;因为它们并不是像前者那样对应属格进行换位,而是对应与格。然而有时,如果不是固有地对应于它所关涉而言说的事物作出表述,而是表述者失误了,它就会显得并不换位;例如翅膀若被表述为鸟的,鸟并不能就翅膀进行换位。因为起初翅膀就不是固有地被表述为鸟的;因为并非就其为鸟而言其翅膀被言说,而是就其为有翼者而言;因为很多其他不是鸟的事物也有翅膀。因此,如果固有地作出表述,它也会换位,例如翅膀是有翼者的翅膀,有翼者是通过翅膀而为有翼者。有时,如果没有既定的名称可供固有地表述,造词或许也是必要的;例如舵若被表述为船的,这种表述便不是固有的;因为并非就其为船而言其舵被言说;因为有些船是没有舵的;小艇乃是用桨操纵的。所以它不换位;因为船不被称为舵的船;但如果大致这样表述:舵是有舵之物的舵,或者以任何其他方式,这种表述或许更为固有;因为没有既定的名称。并且,若固有地表述,它确实换位;因为有舵之物是通过舵而为有舵之物。在其他事物上同样如此,例如头部若被表述为有头之物的,比被表述为动物的更为固有;因为并非就其为动物而言它拥有头部;因为许多动物并不具有头部,如海里的海蜇、一切贝类和螃蟹。对于那些未确立名称的事物,如果有人从最初的事物出发,向那些与之换位的事物也赋予名称,或许最容易把握,正如在上述事物中由翅膀得出“有翼者”,由舵得出“有舵者”,由头部得出“有头者”那样。因为正确表述的方式有两种:既要对应于本性上它所关涉而言说的事物作出表述,又要使其均等。而当较大者被减去或较小者被增加时,均等便产生。我们在有必要的情形下吩咐造词,并不是在标新立异,因为我们看到每门技术自身都在为它所处理的事物发明名称。因为技术人员要么单独截取并保有于他处在日常习用中确立的名称(正如几何学家在球体上使用“中心”,音乐家在旋律的差异中使用“色彩”),要么选取日常习用中完全不知晓的名称,使其适应于底层实体的本性。而我们在此处采纳的名称,既适合底层实体的本性,又为日常习用与普遍性所熟知。因此,一切关系者只要固有地作出表述,都是关涉换位者而言说的;因为若是关涉偶然碰上的事物作出表述,而不是关涉它实际所关涉的那些事物本身(例如奴隶若不是被表述为主人的奴隶,而是被表述为人的,或两足动物的,或诸如此类任何事物的),它便不换位;因为这种表述不是固有的。此外,如果它已经固有地对应于它所关涉而言说的事物被表述,那么在所有其他作为偶性的事物都被剥除、只留下它被固有地表述所对应的这唯一事物时,它将始终关涉它而言说;例如奴隶若是关涉主人而言说,在属于主人的所有偶性——例如具有两足、能接受知识以及是人——都被剥除,唯独留下是主人时,奴隶将始终关涉它而言说;因为奴隶被称为主人的奴隶。但若没有固有地对应于它所关涉而言说的事物被表述,在其他事物被剥除、只留下它被表述所对应的对象时,它将不会关涉它而言说。因为设奴隶被表述为人的,翅膀被表述为鸟的,且从人身上剥除其为主人的属性;奴隶将不再关涉人而言说;因为主人若不存在,奴隶亦不存在。同样,从鸟身上剥除其为有翼者的属性;翅膀将不再属于关系者;因为有翼者若不存在,也不会有任何事物的翅膀。因此,必须对应于它固有地关涉而言说的事物作出表述。如果具有既定名称,表述便容易;但若没有,造词或许就是必要的。
- 1.7οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς ἃ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα
关系代词 οἷς 省略了先行词,表示“对于那些未确立名称的事物(与格)”,在主句谓语 λαμβάνοι(省略宾语 ὀνόματα)与条件从句之间充当逻辑所指。καί 修饰 τοῖς πρὸς ἃ ἀντιστρέφουσι,意为“如果向那些与之换位的事物‘也’赋予名称”。
- 1.7οἷον τὸ δίποδι εἶναι, τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ
在带冠词的不定式结构(τὸ ... εἶναι)中,谓词形容词与名词(δίποδι, ἐπιστήμης δεκτικῷ, ἀνθρώπῳ)与前面的与格 τῷ δεσπότῃ 保持格的一致。并列表示主人的诸偶性规定:“具有两足、能接受知识以及是人”。
