- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:31.15-32.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述了关系者通过语法格与介词呈现出多样的换位形式,以及关系者的生成与消灭依附于相关联者的变化,随后依从亚里士多德的文本考察了关系者的诸属性(相反性、较多与较少、词项的换位)。
τὰ μὲν γὰρ αὐτῶν κατὰ τὴν γενικὴν τὴν ἀπόδοσιν ποιεῖται καὶ τὴν ἀντιστροφήν, ὡς ὁ πατὴρ υἱοῦ πατήρ, καὶ ὁ υἱὸς πατρὸς υἱός, καὶ τὸ μεῖζον ἐλάττονος καὶ τὸ ἔλαττον μείζονος. τὰ δὲ πρὸς δοτικήν, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ ὁμοίῳ τὸ ὅμοιον ὅμοιον. τὰ δὲ πρὸς γενικὴν μὲν ἔχουσι τὴν ἀπόδοσιν, πρὸς δοτικὴν δὲ τὴν ἐπιστροφήν, ὡς ἡ ἐπιστήμη ἐπιστητοῦ καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· τὰ δὲ πρὸς γενικὴν καὶ δοτικὴν μετά τινος παρονομασίας, ὡς τὸ ὑπερέχον τοῦ ὑπερεχομένου ὑπεροχῇ ὑπερέχει καὶ τὸ ὑπερεχόμενον ὑπεροχῇ τοῦ ὑπερέχοντος ὑπερέχεται, οἷον τὰ ιʹ τῶν ζʹ τρισὶν ὑπερέχει καὶ τὰ ζʹ τῶν ιʹ τρισὶ τοῖς αὐτοῖς ὑπερέχεται. τὰ δὲ καὶ μετὰ προθέσεως τὴν ἀγωγὴν ποιεῖται, οἷον τὸ μέγα πρὸς μικρὸν λέγεται μέγα, καὶ τὸ μικρὸν πρὸς μέγα λέγεται μικρόν, καὶ τὸ δῶρον παρὰ τοῦ δωρουμένου δωρεῖται, καὶ τὰ ὅμοια. Καὶ φθορὰ δὲ τοῖς πρός τι κατὰ τὴν γένεσιν. ἐπεὶ γὰρ ἐν ἑτέροις ἐστὶ καὶ πρὸς ἕτερα ἡ σχέσις, διὰ τοῦτο καὶ ἡ γένεσις αὐτῶν καὶ ἡ φθορὰ ἐκείνων ἔχεται, πρὸς ἅ πως ἔχει,1 καὶ κἂν μηδὲν αὐτὰ καθ’ αὑτὰ πάσχει, ἐκείνων μεταβαλλόντων συμμεταβάλλει. οὕτως δὲ μεταβάλλει τὰ πρός τι, ὡς πέφυκεν. τοῦ οὖν ἐκ δεξιᾶς καὶ τοῦ πατρὸς ληψόμεθα τὴν μεταβολήν, καθό εἰσι τοιοῦτοι· τοῦ μὲν γὰρ μεταβολὴ ἡ τοῦ υἱοῦ ἀλλοίωσις, τοῦ δ’ ἡ τοῦ πρὸς αὐτὸν τοιάνδε θέσιν ἔχοντος, καὶ ἐπὶ πάντων ὁ αὐτὸς ἀπαρκέσει λόγος. διῃρηκότες οὖν τὰ πρός τι καὶ κατὰ τὴν ὑπογραφὴν ἐκδιδάξαντες, καὶ τὴν φύσιν, ὅπως ἔχει, ἐκ τῶν ἐνδεχομένων περὶ αὐτῶν εἰπεῖν ἀμηγέπη παραστησάμενοι, τίσι τῶν ἄλλων γενῶν τὸ παρὸν ἀφορίζεται, καὶ τί τὸ ἴδιον αὐτοῦ, ζητεῖν τοῖς ἑξῆς ἀπαρχόμεθα. Ὑπάρχει δὴ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ καὶ κακία ἐναντίον, ἑκάτερον αὐτῶν τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ. κατά τε γὰρ τὴν ἐπὶ τὸ γένος ἀναφορὰν ἡ ἀρετὴ καὶ ἡ κακία πρός τι (ἕξεις γὰρ ἄμφω) καὶ καθ’ ὅσον ἡ μὲν μεσότης καὶ συμμετρία, ἡ δὲ ἀσυμμετρία. εἴδησις δὲ καὶ γνῶσις καὶ ἐπιστήμη, εἰ δεῖ τοῖς φιλοσοφοῦσι καὶ περὶ ὀνομάτων σκέπτεσθαι, τούτοις ἀλλήλων διενηνόχασιν, ἐν οἷς μὴ ἐκ παραλλήλου λαμβάνοιντο·2 τὴν μὲν γὰρ τῶν εἰδῶν θεωρητικὴν λέγουσι, τὴν δὲ τῶν γενῶν, τὴν δὲ ἐπαναβεβηκυῖαν καὶ τῶν πρώτων ἀρχῶν ἀντιληπτικήν. οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει ἐναντιότης· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων οὐδενί. Δοκεῖ δὲ 〈τὸ〉 μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι· ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται καὶ 〈ἰσαίτερον καὶ〉 ἀνισαίτερον μᾶλλον καὶ ἧττον λέγεται, ἑκάτερον αὐτῶν τῶν πρός τι ὄν· τό τε γὰρ ὅμοιον τινὶ ὅμοιον λέγεται, καὶ τὰ ἀνισαίτερα ἑτέρων τινῶν ἀνίσων ἀνισαίτερα. οὐ πάντα δὲ τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· τὸ γὰρ διπλάσιον οὐ λέγεται μᾶλλον καὶ ἧττον διπλάσιον, οὐδὲ τῶν τοιούτων οὐδέν. τὸ γὰρ αὐτὸ εἶδος τοῦ διπλασίου καὶ τριπλασίου ἔν τε τοῖς ἐλάττοσι καὶ ἐν τοῖς πλείοσιν ἀριθμοῖς· οὐ γὰρ μᾶλλον τὰ δέκα τῶν πέντε διπλάσια ἢ τὰ δύο τοῦ ἑνός. ἐπειδὴ γὰρ τὰ πρός τι τοῖς ἄλλοις συνυφίσταται ἢ παρυφίσταται γένεσιν, ὡς ἂν ἐκεῖνα περὶ ἐναντιότητος καὶ τοῦ μᾶλλον καὶ τοῦ ἧττον ἕξοι, καὶ ταῦτα. ὅθεν οὔτε τὰ ἐν οὐσίᾳ οὔτε τὰ ἐν ποσῷ πρός τι ἐπιδεκτικὰ τῶν εἰρημένων, ἐπεὶ μηδὲ τὰ ὑποτεθέντα γένη. ἐν ὅσαις δὲ κατηγορίαις ἐναντιότης πρόσεστι καὶ ἄνεσις καὶ ἐπίτασις, ὡς ἐπὶ τῆς ποιότητος, καὶ τὰ κατ’ ἐκείνας πρός τι τῶν τοιούτων μεθέξουσι. Τρίτον τοῖς πρός τι παρακολούθημα τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι. τριττῆς δὲ οὔσης τῆς ἀντιστροφῆς, τῆς μὲν ἐν συλλογισμῷ, τῆς δὲ ἐν προτάσεσι, τῆς δὲ ἐν ὅροις, ἡ τῶν πρός τι ἀντιστροφὴ ἡ κατὰ τοὺς ὅρους ἐστίν, καθ’ ἣν οὐ μόνον ψιλὴ τῶν πραγμάτων ἀντακολούθησις γίνεται, ὥσπερ τῷ σπουδαίῳ τὸ θεοσεβὲς καὶ τὸ ἀνάπαλιν, ἀλλὰ καὶ μετὰ τῆς πρὸς ἄλληλα τῶν ἀντικατηγορουμένων σχέσεως. οὐ γὰρ ταὐτόν ἐστι τὸ τόδε τοῦδε καὶ τοῦδε τόδε, καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο·3 ἄλλο γὰρ τὸ εἰπεῖν σπουδαῖος θεοσεβὴς καὶ θεοσεβὴς σπουδαῖος, καὶ ἄλλο πατὴρ υἱοῦ καὶ υἱὸς πατρός· τοῦτο μὲν γὰρ κατὰ σχέσιν, ἐκεῖνο δὲ κατὰ μέθεξιν.
因为它们中有些是按照属格来进行表述和换位的,如父亲是儿子的父亲,儿子是父亲的儿子,较大者比较小者大,较小者比较大者小。有些则是对应与格,如相等者与相等者相等,相似者与相似者相似。有些则是对应属格具有表述,而对应与格具有换位,如知识是可知者的知识,而可知者是通过知识而是可知者;有些则是对应属格和与格并带有某种词形变化,如超出者在超出量上超出被超出者,被超出者在超出量上为超出者所超出,例如十在三上超出七,七在同样的这三上被十所超出。有些也带有介词来进行表述,例如大者关涉小者被称为大,小者关涉大者被称为小,礼物由赠与者所赠与,以及诸如此类的事物。并且,关系者的消灭也遵循其生成。因为既然关联存在于其他事物之中且关涉其他事物,正因此它们的生成与消灭也依附于那些它们以某种方式与之相关的诸事物;即便它们自身依自身未遭受任何承受,当那些事物改变时,它们也一同改变。关系者便是以其本性的方式来改变的。因此,我们将就右侧者和父亲作为这类事物而言来把握其改变;因为对于一者而言改变乃是儿子的变质,对于另一者而言乃是相对于他具有此种姿态者的改变,并且对于一切事物,同样的理据都是适用的。因此,既然我们已经划分了关系者,并按照描述作出了传授,且从关于它们所能言说的事物中以某种方式展示了其本性是如何的,我们便在接下来的内容中开始探求:本范畴以何者区别于其他诸类,以及何者为其特有属性。 确实,相反性也存在于关系者中,例如美德与恶德相反,它们各属于关系者,知识与无知亦相反。因为无论依据向类的关联,美德与恶德都是关系者(因为二者皆为状态),而且就一者为中道与匀称,另一者为不匀称而言亦然。而领会、认知与知识,如果从事哲学思考者亦需考察名称的话,在它们不被平行并列理解的情形下,正是依据这些而相互区别;因为他们说,一种是对诸形式的观照,另一种是对诸类的观照,而另一种则是进一步上升而把握第一原理。但相反性并非存在于一切关系者中;因为两倍没有任何相反者,三倍亦无,此类事物中没有任何一个具有相反者。 并且,关系者似乎接受较多与较少;因为相似与不相似被称为较多与较少,更相等与更不相等也被称为较多与较少,它们各属于关系者;因为相似者被称为与某物相似,而更不相等者是比某些其他不相等者更不相等。但并非一切关系者都接受较多与较少;因为两倍不被称为较多或较少两倍,此类事物中没有任何一个如此。因为两倍与三倍的同一形式在较小的数与在较大的数中都是相同的;因为十是五的两倍并不比二是一的两倍更多。因为既然关系者是与其他诸类共同存立或伴随存立的,那么那些类在相反性以及较多与较少上具有怎样的状况,这些关系者亦将具有怎样的状况。由此,无论存在于实体中的关系者,还是存在于数量中的关系者,都不接受上述属性,因为其基础类亦不接受。然而,在具有相反性以及减弱与增强的诸范畴中(正如在性质的情形中),按照那些范畴的关系者亦将分有此类属性。 关系者的第三个附随属性是关涉换位者而言说。换位既有三种——一种在三段论中,一种在命题中,一种在词项中——关系者的换位乃是按照词项的换位;依据这种换位,不仅发生事物的单纯相互伴随(正如同敬畏神者伴随德行卓越者,反之亦然),而且带有相互反向述说者之间的相互关联。因为,这属于那和那属于这,与带有此种关联而具有这一点,并不是同一回事;因为说“德行卓越者是敬畏神者,敬畏神者是德行卓越者”,与说“儿子的父亲与父亲的儿子”是不同的;因为后者依照关联,而前者依照分有。
- 1.7ἐκείνων ἔχεται, πρὸς ἅ πως ἔχει
中被动态动词 ἔχεται 支配属格补足语 ἐκείνων,意为“依附于那些事物”或“与那些事物紧密相连”。关系从句 πρὸς ἅ πως ἔχει 以 ἐκείνων 为先行词,意为“[关系者]以某种方式与之相关联的那些事物”。
- 1.7εἴδησις δὲ καὶ γνῶσις καὶ ἐπιστήμη, εἰ δεῖ τοῖς φιλοσοφοῦσι καὶ περὶ ὀνομάτων σκέπτεσθαι, τούτοις ἀλλήλων διενηνόχασιν, ἐν οἷς μὴ ἐκ παραλλήλου λαμβάνοιντο
该句的主干为 εἴδησις δὲ καὶ γνῶσις καὶ ἐπιστήμη... διενηνόχασιν(“领会、认知与知识各不相同”)。与格 τούτοις 为表差异的与格,预先指引后文(τὴν μὲν γὰρ...)详述的具体区分。插入条件句 ἐν οἷς μὴ ἐκ παραλλήλου λαμβάνοιντο(“在它们不被平行并列[视作同义词]理解的情形下”)限制了该区别成立的前提条件。
- 1.7οὐ γὰρ ταὐτόν ἐστι τὸ τόδε τοῦδε καὶ τοῦδε τόδε, καὶ τὸ μετὰ σχέσεως ἔχειν τοῦτο
该句的主语由两个冠词短语构成:τὸ τόδε τοῦδε καὶ τοῦδε τόδε(“这属于那且那属于这”)与 τὸ μετὰ σχέσεως ἔχειν τοῦτο(“带有关系而具有此点”),二者在述补成分 ταὐτόν 之下进行比较。随后的 τοῦτο μὲν... ἐκεῖνο δὲ... 分别承接后者(带有关系者)与前者(单纯共存/分有者)构成对比。
