- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:30.1-31.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者提出了关系者的定义(即依其所是属于其他事物或关涉其他事物者)及其例证,并探讨了关系者向各种形式的划分、附属于其他范畴的分类、依自身与依附带属性的区别,以及关系随基底存续的不同方式。
Πρός τι οὖν τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται,1 ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερα, οἷον τὸ μεῖζον τοῦθ’ ὅπερ ἐστὶν ἑτέρου λέγεται μεῖζον· τινὸς γὰρ μεῖζον λέγεται· καὶ τὸ διπλάσιον ἑτέρου λέγεται τοῦθ’ ὅπερ ἐστίν· τινὸς γὰρ διπλάσιον λέγεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων 〈ὅσα〉 τοιαῦτα. ἔστι δὲ καὶ τὰ τοιάδε τῶν πρός τι, οἷον ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις. πάντα γὰρ τὰ εἰρημένα τοῦθ’ ὅπερ ἐστὶν ἑτέρων λέγεται, ἢ ἄλλως ὁπωσοῦν πρὸς ἕτερον, καὶ οὐκ ἄλλο τι· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ ἐπιστήμη τινὸς ἐπιστήμη καὶ ἡ θέσις τινὸς θέσις, καὶ τἄλλα ὡσαύτως. πρός τι οὖν ἐστι, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον ὄρος μέγα λέγεται πρὸς ἕτερον ὄρος· πρός τι γὰρ μέγα λέγεται τὸ ὄρος. καὶ τὸ ὅμοιον δὲ τινὶ ὅμοιον λέγεται, καὶ τἄλλα δὲ τὰ τοιαῦτα ὡσαύτως πρός τι λέγεται. ἔστι δὲ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές, ἡ δὲ θέσις τῶν πρός τι. τὸ δ’ ἀνακεκλίσθαι καὶ ἑστάναι καὶ καθῆσθαι αὐτὰ μὲν οὔκ εἰσι θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται,2 ὥσπερ καὶ τὸ κεῖσθαι ἀπὸ τῆς θέσεως, ὑφ’ ὃ τὰ εἰρημένα ἀνάγεται. Πολυσχιδῆ δὲ καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν δέξονται καὶ κατ’ ἐπιβολὰς πλείονας. τὰ μὲν γὰρ αὐτῶν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν λέγεται, ὡς τὸ πολὺ καὶ ὀλίγον καὶ μεῖζον καὶ ἔλαττον· τὰ δὲ καθ’ ὁμοιότητα καὶ ἰσότητα, ὡς τὸ ἴσον καὶ ὅμοιον καὶ ταὐτόν· τὰ δὲ κατὰ τὸ ποιεῖν καὶ πάσχειν, ὡς τὸ θερμαῖνον καὶ θερμαινόμενον· τὰ δὲ κατὰ τὴν τῆς δυνάμεως στέρησιν, ὡς τὸ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν· τὰ δὲ κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον, ὡς ἅπαν μέτρον καὶ ἐπιστήμη καὶ αἴσθησις· τὰ δὲ κατὰ τὴν ἐπὶ τὸ γένος ἀναφοράν, ὡς ἡ γραμματικὴ πρός τι κατὰ τὴν ἐπὶ τὸ γένος τὴν ἐπιστήμην ἀναφοράν· τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ὡς πατήρ, υἱός. ἐπεὶ δὲ καὶ καθ’ ἑαυτὰ μὲν οὔκ εἰσι, παραφύονται δὲ ταῖς ἄλλαις κατηγορίαις, εἴη ἂν καὶ κατ’ ἐκείνας αὐτοῖς ἡ διαίρεσις. καὶ τὰ μὲν αὐτῶν ἔσονται ἐν οὐσίᾳ, ὡς πατήρ, υἱός· τὰ δὲ ἐν ποσῷ, ὡς μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον· τὰ δὲ ἐν ποιῷ, ὡς τὸ λευκότερον, γραμματικώτερον· τὰ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν, ἐφ’ ὧν καὶ ἡ ἐνέργεια καὶ τὸ πάθος ὁμωνυμεῖ, ὡς καῦσις, τμῆσις, καὶ ὁ τυπτόμενος ὑπὸ τύπτοντος τύπτεται· τὰ δὲ κατὰ τὸ ποῦ, ὡς τὸ ἐπέκεινα καὶ ἐπὶ τάδε καὶ τὸ ἄνω καὶ τὸ κάτω· τὰ δὲ κατὰ τὸ ποτέ, ὡς τὸ πρεσβύτερον καὶ νεώτερον· τὰ δὲ καὶ κατ’ αὐτὸ τὸ πρός τι, ὡς τὸ ἐγγύτερον καὶ ὁμοιότερον· τὰ δὲ κατὰ τὸ κεῖσθαι, ὡς τὸ ἐπίκειται, ὑπόκειται· τὰ δὲ κατὰ τὸ ἔχειν, ὡς ὑπόδησις, ὅπλισις. ἔτι τοῦ πρός τι τὰ μὲν μᾶλλον τὸν χαρακτῆρα ἐνδείκνυται, ὡς τὸ γλυκὺ καὶ ἡδύ (οὐ γὰρ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλει καὶ ἡ περὶ αὐτὰ δύναμις), τὰ δὲ τὴν σχέσιν μᾶλλον ὡς πατήρ, υἱός (μηδὲν γὰρ ὁ πατὴρ μεταβαλὼν γένοιτ’ ἂν οὐ πατήρ, ἀποθανόντος τοῦ υἱοῦ),3 τὰ δὲ ἐπαμφοτερίζει τῇ τε ἐν αὐτοῖς ποιότητι καὶ τῇ πρὸς ἕτερον σχέσει, ὡς τὸ λευκότερον καὶ θερμότερον. ἔτι τὰ μὲν καθ’ αὑτὸ πρός τι, τὰ δὲ κατὰ συμβεβηκός· καὶ καθ’ αὑτὸ μέν, οἷον ἴσον, ὅμοιον· προηγουμένην γὰρ ἔχει ταῦτα τὴν σχέσιν καὶ κατὰ ταύτην ὑφέστηκεν· κατὰ συμβεβηκὸς δὲ τὰ τοιάδε λέγοιτο, ὡς ἄνθρωπος, πατὴρ ὢν ἢ διπλάσιος· συμβέβηκε γὰρ αὐτῷ ταῦτα. καὶ τῶν σχέσεων δὲ αἱ μὲν συνυπάρχουσι τοῖς ὑποκειμένοις, ὅσα συνουσίωνται αὐτοῖς, ὡς τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐν τοῖς τοῦ ζῴου μέρεσιν, καὶ δεσπότης καὶ δοῦλος ἐπὶ θεοῦ καὶ ἀνθρώπων· αἱ δὲ καὶ μενόντων τῶν ὑποκειμένων προαπολείπουσιν, ὡς τὸ κατὰ τὴν στάσιν δεξιὸν καὶ ἀριστερὸν μεταβεβλημένου τοῦ ἱσταμένου· αἱ δὲ καὶ φθειρομένοις ἐπιδιαμένουσιν, ὡς αἱ τῶν πρότερον καὶ ὕστερον ὑφεστηκότων κατὰ χρόνον πρὸς ἄλληλα σχέσεις, διὰ τὸ τοὺς λόγους ἔχειν καθ’ ἑαυτὰς ἀσωμάτους. Ὥσπερ οὖν ἔσχον τὰ πρός τι πολυειδῆ τὴν διαίρεσιν, οὕτω καὶ τὴν ἀπόδοσιν καὶ τὴν ἐπιστροφὴν διάφορον ἕξουσι.
因此,凡是被称作恰恰依其所是属于其他事物,或以任何其他方式关涉其他事物的,都被称作关系者;例如较大者恰恰依其所是就被称作是另一事物的较大者,因为它是被称作比某物较大;两倍也恰恰依其所是属于另一事物,因为它是被称作某物的两倍。对于其他此类事物也同样如此。而且以下这类事物也属于关系者,例如状态、素质、感觉、知识、姿态。因为所有上述事物,恰恰依其所是都被称作属于其他事物,或者以任何其他方式关涉另一事物,而并非别的;因为状态被称为某物的状态,知识被称为某物的知识,姿态被称为某物的姿态,其余事物亦同样如此。因此,凡是恰恰依其所是属于其他事物,或以任何其他方式关涉另一事物的,都是关系者;例如一座山是关涉另一座山而被称作大的,因为山是关涉某物而被称作大。相似者也被称为与某物相似,而其余此类事物也同样被称为关系者。并且,斜倚、站立与端坐也是某些姿态,而姿态属于关系者。但斜倚着、站立着与端坐着本身并不是姿态,而是由上述姿态同名派生而言的,正如同“被放置”派生自姿态一样,上述事物皆归于其〔“被放置”〕下。 并且,它们也会从多种角度接受向诸形式的多样划分。因为它们中有些是按照过度与不足而言的,如多与少、较大与较小;有些是按照相似与相等而言的,如相等、相似与同一;有些是按照主动与受动而言的,如加热者与被加热者;有些是按照潜能的缺乏而言的,如不可被见者关涉无法看见者;有些是按照判定者与被判定者而言的,如一切度量、知识与感觉;有些是按照向类的关联而言的,如文法学依据向其类即知识的关联而成为关系者;有些是按照原因与结果而言的,如父亲与儿子。既然它们并非依自身存在,而是附生于其他诸范畴,那么按照那些范畴对它们进行的划分也是存在的。并且它们中有些将存在于实体中,如父亲、儿子;有些存在于数量中,如大与小、多与少;有些存在于性质中,如较白、更精通文法;有些存在于主动与受动中——在这些情形下现实活动与受动共享同一名称——如燃烧、切割,以及挨打者被击打者所击打;有些按照“何处”而言,如在那边与在这边、在上与在下;有些按照“何时”而言,如较年长与较年轻;有些也按照关系范畴自身而言,如较邻近与较相似;有些按照“姿态”而言,如位于其上、位于其下;有些按照“具有”而言,如穿鞋、着甲。此外,在关系者中,有些较多地表明其固有的特质,如甜与令人愉悦(因为若关于它们的能力不同时改变,它们便不会发生变化);有些则较多地表明关联,如父亲与儿子(因为父亲自己并未发生任何变化,却因儿子的死亡而成为非父亲);有些则在它们自身的性质与关涉另一者的关联之间摇摆兼具,如较白与较温热。此外,有些是依自身的关系者,有些是依附带属性的关系者;依自身的关系者如相等、相似,因为这些首要地具有关联,并且依照此关联而存立;而以下这类事物则被称为依附带属性的关系者,如作为父亲或两倍的人,因为这些是作为附带属性发生在他身上的。在诸关联中,有些只要与基底同属实质便与基底共存,如动物各部分中的右与左,以及神与人之间的主人与奴隶;有些则在基底尚存时便先行消失,如依站立姿势而定的右与左,当站立者改变姿势时便消失;有些甚至在事物灭亡之后依然存留,如在时间上次序在前与在后而存立者之间的相互关联,这是因为它们将自身理据作为非物体性者依自身持存。正如关系者具有多样形式的划分一样,它们在表述与换位上也同样具有多样性。
- 1.7ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται
关系者第一定义的标准表述(见《范畴篇》6a36–37)。αὐτὰ ἅπερ ἐστίν 为与主语一致的主格,表达本质规定(“恰恰依其所是”)。ἑτέρων 为依存于 εἶναι 的表语属格,表示“属于其他事物”。
- 1.7τὸ δ’ ἀνακεκλίσθαι καὶ ἑστάναι καὶ καθῆσθαι αὐτὰ μὲν οὔκ εἰσι θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων λέγονται
带冠词不定词(τὸ ἀνακεκλίσθαι 等)作主语。该句指出它们本身不是姿态(θέσεις),而是从姿态名词同名派生出的动词形态。复数谓语动词 εἰσι 与并列的三个不定词主语一致。
- 1.7μηδὲν γὰρ ὁ πατὴρ μεταβαλὼν γένοιτ’ ἂν οὐ πατήρ, ἀποθανόντος τοῦ υἱοῦ
ἀποθανόντος τοῦ υἱοῦ 为独立属格(“因儿子的死亡”)。主句主语 ὁ πατήρ 带有分词短语 μηδὲν μεταβαλών(“自身毫无改变”),与带有 ἄν 的希求法 γένοιτ’ ἂν 结合,表示仅凭外在关系的改变便能“成为非父亲”(οὐ πατήρ)。
