← 佚名

亚里士多德《范畴篇》释义

§28.26-29.38

关系的实在性与基于形式分有的论证

作者在论述了关系范畴的位次和标题单复数后,通过神、灵魂、和谐以及各门学科的连结,论证了关联是客观实在而非仅仅名目,并在阐明其本质在于对形式的分有之后,着手对前人的定义进行批判性考查。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#7

εἴ τις δὲ καὶ τὴν ποιότητα ὡς καθ’ αὑτὸ καὶ τῇ οὐσίᾳ συγγενεστέραν προετίθη τῶν πρός τι, φυσικώτερον ἂν ἦν κἀκεῖνος τῇ τάξει χρώμενος.1 ἀδιαφόρως δὲ καὶ τὴν ἐπιγραφὴν κατὰ τὸν ἀριθμὸν ἐκδεξόμεθα· ὅ τε γὰρ λόγος ἀξιοῖ πᾶσαν κατηγορίαν καὶ ἓν εἶναι καὶ πολλά, ἓν μὲν κατὰ τὴν ἐν τῷ γένει περιοχήν, πολλὰ δὲ διὰ τὸν εἰς πλῆθος τῶν εἰδῶν μερισμόν, καὶ τὰ πρός τι δήπου, καθ’ ὅσον μὲν ἐν πλήθει τὴν σχέσιν ἔχουσι, πολλὰ ἔσται, καθ’ ὅσον δὲ ἡ ἐν πλείοσι σχέσις καθ’ ἓν ἕστηκε καὶ νενόηται καὶ μιᾷ ἰδιότητι τῇ σχετικῇ ἀφορίζεται, ἑνικῶς ἐπιγράφεται. ἐπεὶ δὲ καθάπαξ τὰ πρός τι σχέσεις εἰσίν, πότερον ἡ σχέσις αὕτη ἐν ὑποστάσει ἢ ὄνομα μόνον ἄλλως συνεκφερόμενον; ἀλλ’ ὅτι μὲν οὐ πᾶσαν σχέσιν ἀναιρετέον, δῆλον ἐκ τοῦ δεῖν, ὥσπερ τὴν οὐσίαν καὶ ποσότητα καὶ ποιότητα καὶ τῶν ἄλλων ἕκαστον γενῶν, οὕτω καὶ τὴν σχέσιν ἐν τοῖς οὖσι τίθεσθαι, πολλὴν χρείαν καὶ αὐτὴν παρεχομένην· οὔτε γὰρ τὰ γένη οὔτε τὰ ὑπ’ αὐτὰ ὄντα κοινωνίαν πρὸς ἄλληλα ἕξει τινά, εἰ μή τις εἴη σχέσεως ἐν τοῖς οὖσι λόγος. ἄτοπον δὲ καὶ τὴν τῶν διαφερόντων πρὸς ἄλληλα ἀναιρεῖν κοινωνίαν καὶ τῶν πρώτων πρὸς τὰ δεύτερα καὶ τῶν ἀσωμάτων πρὸς σώματα, οἷον ψυχῆς πρὸς σῶμα καὶ νοῦ πρὸς ψυχὴν καὶ ὅλως θεοῦ πρὸς ἄνθρωπον· οὐ γὰρ ὁμοούσια ταῦτα οὐδὲ ἡ ἕνωσις αὐτοῖς κατὰ σύμφυσιν, ἀλλὰ τῇ σχέσει συνδέδενται. τὸ δὲ καὶ ἁρμονίαν ἀναιρεῖν, οὐ τὴν ἐν φθόγγοις μόνην οὐδὲ τὴν ἐν τοῖς ἀριθμοῖς, ἀλλὰ καὶ τὴν ἐν οὐσίαις τε καὶ δυνάμεσι καὶ ἐνεργείαις, ἥτις ἐγγινομένη τοῖς οὖσι συνήγαγεν καὶ σχέσιν ἔχειν πρὸς ἄλληλα ἀπειργάσατο, ἔτι δὲ ἅπαν ἴσον καὶ σύμμετρον, πῶς οὐκ ἀφιλόσοφον καὶ παράλογον;2 εἰ δὲ καὶ γεωμετρία καὶ μουσικὴ περὶ σχέσεις ἔχουσι τὸ εἶναι, ἀνυπόστατοι δ’ αὗται, πῶς οὐ γελοῖαι περὶ τοῦ μὴ ὄντος κατατριβόμεναι; καὶ ἐπὶ τούτοις πῶς ἐφετὸν ὁ θεὸς πᾶσι λέγεται, εἰ μηδεμία πρὸς τὸ ἐφετὸν τῷ ἐφιεμένῳ σχέσις;3 εἰ οὖν ταῦτα ἄτοπα, πολύ τι τὸ τῆς σχέσεώς ἐστι γένος, οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις, ἀλλὰ καὶ ἐν τοῖς νοητοῖς καὶ ἐν τοῖς μετὰ τὰ νοητὰ ἀσωμάτοις. τοιγαροῦν καὶ χρῶνται πάντες αὐτῷ, καὶ ἀδύνατον ὁτιοῦν χωρὶς σχέσεως διαλεχθῆναι· τὸ γὰρ ταὐτὸν καὶ τὸ ἕτερον, ὧν οὐδὲ φθέγγεσθαι χωρὶς δυνάμεθα, τῆς τοῦ πρός τί ἐστι σχέσεως, καὶ ἡ τῶν συνθέτων σύστασις, κατὰ σύνοδον τῶν διαφερόντων γινομένη, κατὰ σχέσιν ὑφέστηκεν. ἀλλ’ οὐδ’ ὡς παραφυομένην ταῖς ἄλλαις κατηγορίαις τὴν τοῦ πρός τι ἐπεισοδιώδη ταύτην νομίσομεν, ἀλλὰ προηγουμένην οὖσαν καὶ κατ’ οἰκείαν διαφορὰν θεωρουμένην. αὕτη γὰρ κοινότης ἐστὶ διὰ πάντων ἥκουσα τῶν ἐναντίων καὶ τῶν ὁπωσοῦν διαφερόντων, καὶ τῶν ὅλων γενῶν καὶ τῶν ὑπ’ αὐτὰ τεταγμένων, ἥτις εἰ μὴ παρῆν, διεσπάσθη ἂν πάντα ἀπὸ πάντων. καὶ ἡ μέν τίς ἐστι σχέσις ἐν εἴδει καὶ λόγῳ ὑφεστῶσα, ἡ δὲ μετάσχεσις αὐτοῖς ἐν τοῖς μετειληφόσιν, οὐκ ἀπὸ γενέσεως ἢ κινήσεως ἢ ἄλλον τρόπον ἐπεισοδιώδη τὴν εἰς τὸ εἶναι πάροδον ἔχουσα. οὔτε γὰρ ἀπόστασις οὔτε παράθεσις οὔτε συναγωγὴ ἢ διάσχισις ἢ προσθήκη ἢ ἀφαίρεσις ἢ θέσις μορίων ἢ ὅλως τι τῶν τοιούτων τὴν σχέσιν ὑφίστησιν, ἐπεὶ τὰ αὐτὰ τῶν ἐναντίων ἐστὶ σχέσεων οἰστικὰ καὶ τὰ ἐναντία τῶν αὐτῶν. μόνως ἄρα κυρίως αἴτιον τῆς σχέσεώς ἐστι τὸ μετασχεῖν τοῦ τῆς σχέσεως εἴδους, καὶ τὸ πρός τι κατὰ τὴν σχέσιν ἀνιχνευέσθω μόνην, μὴ συλλαμβανόντων ἡμῶν τὰ πράγματα, ὧν ἐστιν ἡ σχέσις. Τοσαῦτα καὶ περὶ τῆς τῶν πρός τι διηπορηκότες ὑπάρξεως ἑξῆς λέγομεν, τίνα ταῦτα οἰόμεθα. ἐπεὶ δὲ φθάνουσιν οἱ πρὸ ἡμῶν ὅρῳ τὴν φύσιν αὐτῶν ὑπογράψαντες, παρακολουθήσομεν ἐν πρώτοις αὐτοῖς προσιστοροῦντες καὶ διηγούμενοι, ὅ τι καὶ λέγουσι, καὶ κατὰ τὸν ἐκδοθέντα παρ’ ἐκείνοις τύπον τὴν τῶν πρός τι διδασκαλίαν ποιήσομεν. εἰ δέ τι προϊοῦσι φανείη ἐπιστασίας κατὰ τὸν ὅρον ἄξιον, καὶ τοῦτο τῆς προσηκούσης τεύξεται διορθώσεως, φιλοσόφως μέντοι καὶ ἀπαθῶς· πλημμελὲς γὰρ περὶ τηλικούτων κλεινοῖς ἀνδράσιν ἐπιτιμᾶν.

然而,如果有人把性质作为依自身存在且与实体更为亲近者而置于关系之前,那么他也曾采用了更为符合本性的次序。至于按数目(单数还是复数)的标题,我们也可以无差别地接受;因为理路要求每一个范畴都既是一又是多:依在类中的涵括而言是一,而由于向诸种形式的多数之划分而言则是多;并且关系者想必也是如此,只要它们在多数中具有关联,便会是多数,但只要在较多数事物中的关联按单一者确立并被思及、且由单一的关系特有属性所界定,它就被题以单数。但是,既然关系者归根结底是关联,那么这种关联究竟是在实质存在之中,抑或仅仅是随之表达的名称而已?然而,并非一切关联都当被否定,这从下述必然性中显而易见:正如实体、数量、性质以及其余各个类一样,关联自身由于提供了巨大的功用,也同样必须被置于存在者之中;因为如果存在者中没有任何关于关联的理路,那么诸类以及从属于诸类的事物彼此之间都不会具有任何交融。而且,否定相异者之间的相互交融、第一者对第二者的交融、以及非物体对物体的交融——例如灵魂对身体、理智对灵魂、以及总体而言神对人的交融——也是荒谬的;因为这些事物并非同质,它们之间的联合也不是出于自然结合,而是通过关联被连结在一起的。若进而否定和谐——不仅是音调中的和谐与数目中的和谐,而且也是在实体、能力与现实活动中的和谐,即那种在存在者中产生、将它们联合起来并使之相互具有关联的和谐,以及一切相等与共度之物——这岂不是非哲学的且悖理的吗?又如果几何学与音乐都将它们的存在维系于诸关联,而这些关联却没有实质存在,那么它们在非存在之事上耗费心力,岂不是可笑的吗?此外,如果渴望者对于被渴望者没有任何关联,神又如何被称为受万物所渴望的呢?因此,若这些后果是荒谬的,那么关联的类便是某种巨大的领域,不仅存在于感性事物中,也存在于可知事物中以及可知事物之后的非物体中。所以人人都使用它,并且脱离关联就不可能论述任何事情;因为“同一”与“相异”——若脱离它们我们甚至无法发声——便属于关系者的关联,而由相异者的汇合而生成的复合事物的构造,也是依照关联而存立的。然而,我们绝不能将关系者的范畴视为依附于其他范畴而伴生的偶发之物,而当视其为首要的、且依其特有差异受到考察之物。因为这是贯穿于所有相反者和以任何方式相异者、贯穿于所有普遍之类及其下从属之物的共通性,若此共通性不存在,一切事物都将与一切事物分崩离析。并且,一种关联是存立于形式和理路之中的,而分有则存在于分有者自身之中,其通向存在的途径并非来自生成、运动或另一种偶发的途径。因为无论是疏离、并置、汇合、裂解、添加、减少、各部分的排列,还是任何诸如此类的事物,都不能确立关联,因为相同的事物可以带来相反的关联,而相反的事物也可以带来相同的关联。因此,关联的唯一本质原因乃是对关联形式的分有;我们在探究关系者时,应当仅仅依照关联本身来追踪,而不连带把握关联所属的那些具体事物。关于关系者的实质存在,我们探讨了如此多的疑难之后,接下来便说明我们认为这些究竟是什么。既然在我们之前的人已经通过定义勾勒了它们的本性,我们将首先跟随他们,顺带记载并阐释他们所说的内容,并按照他们所传授的范式进行关于关系者的讲授。但若在继续论述中发现定义中有何值得留意之处,这也将得到恰当的修正,然而须以哲学且公正客观的方式进行;因为在如此重大的问题上责难著名的人物乃是一种过失。

语法注3 条
  1. 1.6εἴ τις δὲ καὶ τὴν ποιότητα ὡς καθ’ αὑτὸ καὶ τῇ οὐσίᾳ συγγενεστέραν προετίθη τῶν πρός τι, φυσικώτερον ἂν ἦν κἀκεῖνος τῇ τάξει χρώμενος.

    由 εἰ + 未完成过去时直陈式(προετίθη)构成条件从句,以及 ἄν + 未完成过去时直陈式(ἦν)与分词(χρώμενος)构成主句的非真实条件句结构。在为自身将关系置于数量之后的做法进行辩护的同时,以让步的口吻承认,前人若将性质置于关系之前,其排序也同样“更为符合本性(或自然学)”。

  2. 1.6τὸ δὲ καὶ ἁρμονίαν ἀναιρεῖν ... πῶς οὐκ ἀφιλόσοφον καὶ παράλογον;

    长句结构,句首带冠词的不定式短语 τὸ ... ἀναιρεῖν(“否定和谐……”)作全句的主语,句末的反问修辞 πῶς οὐκ ἀφιλόσοφον καὶ παράλογον [ἐστί];(“岂不是非哲学的且悖理的吗?”)作谓语。动词 ἀναιρεῖν 的宾语包括 ἁρμονίαν(由 οὐ μόνην ... ἀλλὰ καί ... 扩展)以及 ἅπαν ἴσον καὶ σύμμετρον。

  3. 1.6μὴ συλλαμβανόντων ἡμῶν τὰ πράγματα, ὧν ἐστιν ἡ σχέσις.

    由否定词 μή 引导的属格独立结构(συλλαμβανόντων ἡμῶν),依附于前面的第三人称祈使语气 ἀνιχνευέσθω(“当被追踪”),表示伴随状况或条件:“在我们不连带把握关系所属的事物的情况下”。此处强调关系形式本身的独立性,要求在方法上不可将关系本身与其依附的底层事物相混淆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:28.26-29.38