- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:1.19-3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《范畴篇》第1章开头,阐述同名异义者(出于偶然者,以及出于用意的相似、比例、核心多义、隐喻与动词等)的分类与辨析的五项条件,继而阐述同名同义者的定义及其与同名异义者的交织。
Καὶ δὴ ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον. τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι,1 ἴδιον ἑκατέρῳ λόγον ἀποδώσει· τὸ μὲν γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν μεταβατικὴν ἐρεῖ, τὸ δὲ χρώματα τοιῶσδε συντεθέντα, ζώου ἰδέαν ἐμφαίνοντα. τῶν δὲ ὁμωνύμων τὰ μέν ἐστιν ἀπὸ τύχης, ὡς Ἀλέξανδρος ὅ τε Πάρις καὶ ὁ Μακεδών, τὰ δὲ ἀπὸ διανοίας. καὶ τούτων τὰ μὲν καθ’ ὁμοιότητα, ὡς ἄνθρωπος καὶ ἡ εἰκὼν αὐτοῦ, τὰ δὲ κατ’ ἀναλογίαν, ὡς ἀρχὴ μὲν ἀριθμῶν ἡ μονάς, γραμμῆς δὲ στιγμή, ποταμοῦ δὲ πηγὴ καὶ ζώου καρδία καὶ τρόπις ἐν νηί· ὡς γὰρ πρὸς ἀριθμὸν ἡ μονάς, οὕτω καὶ τἄλλα ἔχει, ὅπερ ἐστὶν ἀναλογίας ἴδιον. τὰ δὲ ὡς ὅταν ἀπό τινος κοινὴ ἐν πολλοῖς καὶ διαφόροις πράγμασι κατηγορία γίνηται· οἷον ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν μὲν βιβλίον, ὅτι ἰατρικῶν ἔχει μαθημάτων ἀναγραφάς, ἰατρικὸν δὲ σμιλίον, ὅτι ὄργανόν ἐστι τῶν κατὰ τέχνην ἰατρικῶν τομῶν, ἰατρικὸν δὲ τὸ φάρμακον, ὅτι πρὸς ἴασίν ἐστι χρήσιμον. τὰ δὲ ὅταν διάφορα πρὸς ἓν ἀναφέρηται τέλος, ἐκείνου καὶ τῆς προσηγορίας τυγχάνοντα· ὥσπερ σιτίον ὑγιεινὸν καὶ φάρμακον καὶ γυμνάσιον καὶ τἄλλα ὅσα πρὸς τὴν ὑγείαν ὡς εἰς τέλος ἀναφερόμενα ὑγιεινὰ λέγομεν. δεῖ δὲ καὶ συνάπτειν τοὺς εἰρημένους δύο τρόπους εἰς ἓν καὶ ὁμοῦ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὀνομάζειν καὶ μέσον μᾶλλον ὁμωνύμων καὶ συνωνύμων τίθεσθαι. ἔτι τῶν ἀπὸ διανοίας ὁμωνύμων καὶ τὰ κατ’ ἐλπίδα καὶ μνήμην λεγόμενα· Πλάτωνας γὰρ καὶ Ἀριστοτέλεις καλοῦμεν τοὺς παῖδας παραζηλοῦντες τῇ τῆς προσηγορίας κοινότητι τῶν κλεινοτάτων εἰς σοφίαν ἀνδρῶν, καὶ τῷ σώζεσθαι τῇ μνήμῃ τὸ γένος τὰ τῶν προγόνων τοῖς ἐκγόνοις ὀνόματα τίθεμεν. καὶ τῶν κατὰ μεταφορὰν δὲ λεγομένων ἔστιν ἃ τοῖς ὁμωνύμοις συντάττειν δεῖ. ἐπὰν γὰρ τὸ πρᾶγμα ἴδιον ὄνομα ἔχῃ, καταχρήσηται δέ τις ἐπ’ αὐτοῦ ἑτέρῳ μεταφέρων καὶ χρώμενος, οὐχ ὁμώνυμον· οὐ γὰρ τὰ τροπικῶς εἰρημένα ὁμώνυμα ἂν εἴη τοῖς κυρίως λεγομένοις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο, τότε ἐστὶν ὁμωνυμία. οἷον τῶν ὀρῶν τὴν ὑπώρειαν καὶ τὸ τοῦ πλοίου πηδάλιον, ἔτι δὲ καὶ τὰ βαστάζοντα τὴν κλίνην καὶ τὴν τράπεζαν μέρη κοινῶς πόδας προσαγορεύομεν· ἀλλ’ ἐπὶ μὲν τῶν ὀρῶν καὶ τῆς νηός, ἐπεὶ φθάνει πρὸ τοῦ κοινοῦ κυρίῳ ὀνόματι δηλωθῆναι τὰ πράγματα,2 μεταφορὰ τοῦτ’ ἂν εἴη καθάπαξ καὶ οὐχ ὁμωνυμία· ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης καὶ τῶν ζώων μὴ ὄντος ἰδίου ὀνόματος, καὶ πάντη διαφερόντων, μόνῳ δὲ κοινωνούντων ὀνόματι, εἴη ἂν ὁμωνυμία. ἐπεὶ δὲ τὸ ὄνομα κοινὸν καὶ τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν, εἴη ἂν καὶ ἐν ῥήμασιν ὁμωνυμία· ὡς τὸ ἐρῶ τὸ λέξω καὶ τὸ ἐπιθυμῶ, καὶ τὸ ἠνδραπόδισται τό τε παθεῖν ὑφ’ ἑτέρου καὶ τὸ δρᾶσαι εἰς ἕτερον. ἔτι πέντε ταῦτα ἐπὶ τῶν ὁμωνύμων δεῖ παρατηρεῖν· ταυτότητα γένους, ταυτότητα πτώσεως, ταυτότητα γραφῆς, ταυτότητα προσῳδίας, καὶ πρὸς τούτοις τὸ τῆς αὐτῆς εἶναι συνηθείας ἀμφότερα· εἰ γὰρ καθ’ ἕν τι τούτων παραλλάξειεν, οὐχ ὁμώνυμα. ὁ φάρος γὰρ καὶ τὸ φᾶρος οὐχ ὁμώνυμα, ὅτι μηδὲ ὁμογενῆ· καὶ ὁ ἐλάτης ἐπ’ εὐθείας ἀρρενικῶς καὶ ἐπὶ γενικῆς θηλυκῶς τοῦ φυτοῦ,3 ἔτι δὲ ἁγνὸς καὶ ἀγνώς, καὶ Ἄργος καὶ ἀργός, ὡς τὰ μὲν κατὰ τὴν πτῶσιν τὰ δὲ κατὰ τὴν γραφὴν τὰ δὲ κατὰ τὴν προσῳδίαν παραλλάξαντα, οὐκ ἂν εἴη ὁμώνυμα· καὶ τὸ ἅρμα δὲ ἐπεὶ παρ’ ἡμῖν μὲν ἐπὶ τοῦ ὅπλου τέτακται, ἐπὶ τοῦ ζεύγους δὲ παρὰ τοῖς παλαιοῖς, οὐχ ὁμώνυμον. καὶ περὶ μὲν ὁμωνύμων τοσαῦτα. Συνώνυμα δὲ λέγεται, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς· ταῦτα γὰρ κοινῷ ὀνόματι προσαγορεύεται ζῷα, καὶ ὁ λόγος δὲ τῆς οὐσίας ὁ αὐτός. ἐὰν γὰρ ἀποδιδῷ τις τὸν ἑκατέρου λόγον, τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν ἀποδώσει λόγον· οὐσία γὰρ ἄμφω αἰσθητικὴ μεταβατική. τετραχῶς δὲ τὸ συνώνυμον τῷ ὁμωνύμῳ συμπέπλεκται. ἢ γὰρ ἓν καὶ τὸ αὐτὸ πρᾶγμα κατ’ ἄλλο καὶ ἄλλο ἑαυτοῦ ὄνομα πρὸς ἄλλο καὶ ἄλλο πρᾶγμα ὁμώνυμόν τέ ἐστι καὶ συνώνυμον, οἷον ὁ κόραξ ὁ ὄρνις, καθὸ μὲν κόραξ, ὁμώνυμος πρὸς τὸ ἐν τῇ θύρᾳ ὄργανον, καθὸ δὲ ὄρνις, συνώνυμος πρὸς τοὺς ἄλλους ὄρνιθας.
确实,凡是唯有名词相通,而对应于名词的本质的定义性陈述相异者,便被称为同名异义者;例如人和画中的形象都被称为“动物”。因为对于它们而言,唯有名词是相通的,而对应于名词的本质的定义性陈述是相异的。因为如果有人表述它们各自作为动物的存在是什么,他将为每一者表述各自特有的陈述:因为他会说一者是具有灵魂的、有感觉的、能行进的实体,而另一者则是以特定方式组合并呈现出动物形态的诸颜色。 在同名异义者中,有些是出于偶然,例如作为帕里斯和作为马其顿人的两位“亚历山大”;有些则是出于用意。而在出于用意者中,有些是依于相似性,如人及其肖像;有些则是依于比例关系,如数之原理是单子,线之原理是点,河流之原理是源泉,动物之原理是心脏,船舰中之原理是龙骨。因为正如单子对数那样,其余事物亦是如此关系,这正是比例关系所特有的属性。另有一些情况,则是当从某一个事物出发而在许多不同事物中产生出一种相通的谓述时:例如从医术出发,“医术性的”书籍因包含医学教程的记录而得名,“医术性的”手术刀因是依技术进行医学切开的工具而得名,“医术性的”药物因对医治有益而得名。还有一些情况,则是相异的事物被归引至同一个目的,从而也获得其名称;正如具有健康益处的食物、药物、体育锻炼,以及其他凡被归引至健康这一目的的事物,我们都称之为“健康的”。然而,应当把所说的这两种方式结合为一,统称为“自一者出发并归于一者”,且更应当将其置于同名异义者与同名同义者之间的居间位置。 此外,在出于用意的同名异义者中,还有依照期许与纪念而言说的:因为我们因通过名称的共通性而效仿那些在智慧上最负盛名的人物,便将孩子们称为柏拉图和亚里士多德;且为了通过记忆来维系宗族,我们将先辈的名称赋予子孙。 而在依照隐喻言说的事物中,也有一些应当归入同名异义者之列。因为当一事物拥有其自身特有的名称,而有人借用另一名称并隐喻性地施加于它时,这并不是同名异义者;因为借喻而言说的东西不可能与正名而言说的东西构成同名异义。但当它没有另一个名称时,那时才构成同名异义。例如山麓和船舵,以及支撑床铺与桌子的部件,我们普遍统称为“脚”。然而在山与船的情况下,既然这些事物在获得相通名称之前就已经通过固有名称被表示出来,这完全是隐喻而非同名异义;但在桌子、床铺与动物的情况下,由于不存在特有的名称,且它们完全不同,仅在名称上相通,这便会是同名异义。 又由于名词与言辞的其他部分也是共通的,因此在动词中也会存在同名异义:例如表示“我将说”的 ἐρῶ 与表示“我渴望”的 ἐρῶ,以及兼具“遭受另一者奴役”之被动与“向另一者施行奴役”之主动意义的 ἠνδραπόδισται。 此外,在考察同名异义者时必须注意以下五点:语法的性别的同一性、格的同一性、拼写的同一性、重音的同一性,以及除此以外两者必须属于同一种语言习惯。因为如果它们在其中任何一项上发生偏差,便不是同名异义者。因为阳性的 φάρος 与中性的 φᾶρος 不是同名异义者,因为它们甚至连性别都不同;而主格阳性时的 ὁ ἐλάτης与植物的属格阴性时的〔ἐλάτης〕,此外还有 ἁγνός 与 ἀγνώς,以及 Ἄργος 与 ἀργός,这些分别在格、拼写或重音上发生了偏差,便不可能是同名异义者;而 ἅρμα 在我们这里用于指武器,但在古人那里用于指双马战车,因此也不是同名异义者。关于同名异义者,所论及的就这么多。 另一方面,凡是不仅名词相通,而且对应于该名词的本质的定义性陈述也相同者,便被称为同名同义者,例如人和牛都被称为“动物”。因为它们都以相通的名称被称为动物,且其本质的陈述也是相同的。因为如果有人表述它们各自的陈述,即它们各自作为动物的存在是什么,他将表述相同的陈述:因为两者都是有感觉的、能行进的实体。 同名同义者以四种方式与同名异义者交织在一起。因为或者同一件事物依照自身不同名称相对于不同事物既是同名异义者又是同名同义者——例如作为鸟类的乌鸦,就其作为乌鸦而言,相对于门上的门钩而言是同名异义者,但就其作为鸟类而言,相对于其他鸟类而言则是同名同义者。
- 1.1ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι
在间接疑问句 τί ἐστιν 中,τὸ ζῴῳ εἶναι 是亚里士多德特有的本质表达公式(中性定冠词 τὸ + 与格 + 不定词 εἶναι)。ζῴῳ 充当表语与格,整个短语作为 ἐστιν 的主语,意为“对于它们每一者而言,作为动物的存在是什么”。
- 1.1ἐπεὶ φθάνει πρὸ τοῦ κοινοῦ κυρίῳ ὀνόματι δηλωθῆναι τὰ πράγματα
动词 φθάνει 在此带不定词 δηλωθῆναι,表达先在/预先的含义('先于……被表示')。它与前置词短语 πρὸ τοῦ κοινοῦ [ὀνόματος] 构成同向强化,表达在共用名称出现之前事物已先被本名所指称的结构。
- 1.1καὶ ὁ ἐλάτης ἐπ’ εὐθείας ἀρρενικῶς καὶ ἐπὶ γενικῆς θηλυκῶς τοῦ φυτοῦ
此处是包含省略的对比结构:前半部分指在主格中作为阳性名词表示“驾车人/御者”的 ὁ ἐλάτης,后半部分则指植物(银枞 ἡ ἐλάτη)在属格阴性时所呈现的形式(τῆς ἐλάτης)。二者虽拼写重合,但因格与性相异,故不能算作严格的同名异义者。
