- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:24.17-25.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者补充论证了大/小与多/少不具有相反者,区分了绝对不定的数量与依关系而不定的数量。随后他探讨了场所中上与下的相反性,指出真正的相反性不在于单纯的最大直线距离(如对角线),而在于宇宙论和形式上的隔绝,并审视了包括毕达哥拉斯派场所论在内的诸家观点。
ἀλλ’ οὐδὲν δοκεῖ ἅμα τἀναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων εἶναι ἐλέγετο, ἀλλ’ οὐχί γε νοσεῖ καὶ ὑγιαίνει οὐδὲ λευκὸν καὶ μέλαν ἐστὶν ἅμα. ἀλλ’ οὐδὲ τῶν ἄλλων οὐδὲν ἅμα τἀναντία ἐπιδέχεται. καὶ αὐτὰ δὲ αὑτοῖς συμβαίνει ἐναντία εἶναι. εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ’ αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, καὶ αὐτὸ ἑαυτοῦ εἴη ἐναντίον. ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῷ εἶναι ἐναντίον. ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ, ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει. Ὡς ἂν δὲ ταῦτα μᾶλλον διαρθρωθείη, ἐκεῖνα δεῖ προσθεῖναι, ὡς τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον,1 οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ (περιγέγραπται γάρ), τὸ δὲ ἀόριστον, ὡς τὸ μέγα καὶ τὸ μικρόν, καὶ πολὺ καὶ ὀλίγον· ἄδηλον γάρ, κατὰ τίνα ὑπεροχὴν ἢ ἔλλειψιν ὑπερέχει ἢ ἐλλείπει. διττὸν δὲ καὶ τοῦτο· τὸ μὲν ἁπλῶς ἀόριστον, τὸ δὲ πρός τι. τὸ μὲν γὰρ μὴ ἀναφερόμενον ἐφ’ ἕτερον ὁμογενές, κατὰ δὲ τὴν οἰκείαν διαφορὰν νοούμενον, τὴν πρὸς τὰ ἀνομοιογενῆ, ἁπλῶς ἀόριστον λέγεται· τὰ δὲ ὡς κατὰ σύγκρισιν τῶν ὁμογενῶν μεγάλα λεγόμενα καὶ μικρὰ ἢ πολλὰ καὶ ὀλίγα οὐχ ἁπλῶς ἀόριστα, ἀλλὰ κατὰ σχέσιν. ἄλλο μὲν γάρ ἐστι τὸ καθ’ ἑαυτὸ θεωρούμενον πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὴν πρὸς ἕτερον σχέσιν. δεῖ δὲ τὸ μὲν καθ’ ἑαυτὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐν τοῖς καθ’ ἑαυτὰ καὶ ἀύλοις θεωρεῖν εἴδεσι, τὰ μὲν κατὰ τὴν ὑπεροχήν, τὰ δὲ κατὰ τὸ πλῆθος τῶν καθαρῶν λόγων· τὰ δὲ πρὸς τι καὶ κατὰ σύγκρισιν ἐν τοῖς ἐνύλοις. τοῖς μὲν οὖν εἰρημένοις εἴδεσι τοῦ ποσοῦ οὐδέν ἐστιν ἐναντίον. Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τὸν τόπον δοκεῖ ὑπάρχειν· τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι. ἐοίκασι δὲ καὶ τὸν τῶν ἄλλων ἐναντίων ὁρισμὸν ἀπὸ τούτων ἐπιφέρειν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστηκότα τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία ὁρίζονται. οἷς ἡμεῖς διαιτῶντες λέγομεν, ὡς οὐδὲ ὁ τόπος, καθὸ ἐπιφάνεια καὶ διχῇ διίσταται, τὴν ἀντίθεσιν δέχεται, ἀλλ’ ἢ ἄρα, καθὸ πρός τι ἢ ποῦ. τούτοις γὰρ τῷ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται, καὶ ἄμεινον ἐν τούτοις κἀκεῖνα λέγειν· ὡς ἐπεὶ πρὸς τὸ πᾶν κάτω μέν ἐστιν, ἐφ’ ᾧ τὰ βάρος ἔχοντα φέρεται (τοῦτο δὲ τὸ μέσον καὶ τὸ κέντρον), ἄνω δέ, ἐφ’ ᾧ τὰ κοῦφα (τοῦτο δὲ τὸ κύκλῳ καὶ τὸ πέριξ), πρὸς ἡμᾶς δὲ κάτω μὲν τὰ ὑπὸ τοὺς πόδας, ἄνω δὲ τὰ ὑπὲρ κεφαλῆς, τὰ μὲν πρὸς ἡμᾶς ἄνω καὶ κάτω λεγόμενα μόνως ἐστὶ πρός τι (συμμεταβάλλει γὰρ ἑκάστοτε καὶ οὐκ ἔστι φύσει)· τὰ δὲ ἐν τῷ κόσμῳ, καθ’ ὅσον μὲν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων τὸ εἶναι, εἴη ἂν πρός τι· ὅτι δὲ τοιαῦτα πέφυκεν, οἷα λέγεται, καὶ οὐδέποτε μεταπίπτει καὶ πλεῖστον ἀλλήλων διέστηκε, ταύτῃ ἂν εἴη ἐναντία. διττὴ δὲ καὶ ἡ διάστασις· ἡ μὲν εἰδητική, ὡς ἐπὶ τοῦ ποιοῦ λευκὸν καὶ μέλαν, ἀγαθὸν καὶ κακόν, ἡ δὲ διαστηματική, ὡς ἡ ἐν ποσῷ, ἥτις καὶ κυρίως τοῦθ’ ὅπερ ἐστὶ λέγεται. οὐ λέγομεν δὲ ἐν τῷ κόσμῳ τὰ κατὰ διάμετρον ἐναντία, καίτοι γε τὴν πλείστην μᾶλλον ἀπόστασιν ἢ τὸ ἄνω πρὸς τὸ μέσον ἔχοντα, ὡς ἄμφω τῆς αὐτῆς ὄντα φύσεως·2 πέριξ γὰρ ἑκάτερον. τὸ δὲ μέσον τοῦ πέριξ κατὰ τὸ εἶδος διέστηκεν. καὶ τὸν τόπον δὲ οἱ μὲν τῶν πάλαι ὑπὸ τὰ πρός τι ἀνῆγον κατὰ τὸ περιέχειν καὶ περιέχεσθαι, οἱ δὲ ποσὸν ἔθεντο πρὸς τὸ διαστηματικὸν ἀποβλέψαντες. κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω οἱ μὲν ἐν τῷ παντὶ ἀπολείπουσι καὶ ἐναντία τίθενται, οἱ δὲ οὔτε ἐναντία οὔτε ἐν τῷ παντί, ὡς ὄντα τῶν πρός τι, ὥσπερ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. τῶν μέντοι Πυθαγορείων περιεκτικώτερον τὸν τόπον ὁρισαμένων ἢ ἡμεῖς ἐν τοῖς Φυσικοῖς (τὸν γὰρ ἑκάστου εἴδους ὅρον, ἐν ᾧ ἵδρυται καὶ ἀφ’ οὗπερ ἀνέχεται, καὶ ὅλως τὸ τῶν ὄντων πέρας τόπον εἰπόντων), εἴη ἂν κατ’ αὐτοὺς καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν καθαρότητι καὶ δυνάμει καὶ πᾶσι τοῖς τοιούτοις προέχον,3 τὸ δὲ κάτω τοῖς ἀντικειμένοις. διὰ ταῦτα καὶ ἡ ἐν τῷ παντὶ ἀνέχουσα πάντα καὶ σφίγγουσα δύναμις ἐν τῷ οὐρανῷ ἱδρῦσθαι λέγεται κατὰ τὴν ὑπεροχὴν τοῦ πάντων πέρατος. καὶ περὶ μὲν τούτων τοσαῦτα εἰρήσθω.
然而,没有任何事物似乎能同时容纳相反者,例如在实体的情形中:虽然它被称为能容纳相反者,但决不会同时生病又健康,也不会同时是白又黑。而且其余事物中也没有任何一个能同时容纳相反者。而且还会得出它们自身与自身相反的结论。因为假若大与小相反,而同一事物同时既大又小,它也就会与自身相反。但自身与自身相反属于不可能之事。因此,即便有人说这些事物不属于关系,而是属于数量,它也不会具有任何相反者。 为了使这些道理得到更明晰的阐明,必须补充以下几点:即在数量中,一种是确定的,例如二、三、两肘尺、三肘尺(因为它是被界定的),而另一种是不定的,如大与小,以及多与少;因为通过何种过度或不足而过度或不足是不明确的。而这[不定者]也是双重的:一种是绝对不定的,另一种是依关系而不定的。因为凡不参照同类的另一事物、而是依据其固有的差异即相对于不同类事物的差异而被思考的,被称为绝对不定的;但那些被说成是通过与同类事物相比较而是大、小或多、少的事物,则不是绝对不定的,而是依关系而不定的。因为按自身被考察的多,与依据相对于另一事物的关系而被考察的多,乃是不同的。而且,必须在按自身存在的非物质形式中考察按自身的大、小、多、少,前者是依据纯粹理念[逻各斯]的过度,后者是依据其多数;而在物质性事物中[考察]相对的且通过比较而成立的事物。因此,对于上述数量的种类而言,没有任何相反者。 然而,数量的相反性似乎最主要存在于场所方面;因为人们设定上与下相反,把朝向中心的地方称为下,这是由于中心相对于宇宙的界限具有最大的距离。而且他们似乎也是从这些推导出其他相反者的定义的;因为他们把同属中彼此相距最远的事物定义为相反者。对此我们进行裁定而说,就连场所,就其作为表面且沿两向伸展而言,也不容纳对立,而顶多是就其作为关系或“何处”而言容纳。因为正是在这些之中,上相对于下产生了对立;而且在这些问题中最好还要说明以下情况:即既然相对于全宇宙而言,具有重量的事物运移所朝向之处是下(而这就是中点和中心),轻的事物运移所朝向之处是上(而这就是圆周以及周围),但相对于我们而言,在脚下之物是下,在头顶之物是上,那么相对于我们被称为上和下的事物便完全是关系性的(因为它们每次都随我们一同转变,并且并非由于本性而存在);而宇宙中的事物,就其存在彼此相互依存而言,固然可以是关系性的;但由于它们在自然上就是如其所被述说的那样,并且永不转变,且彼此相距最远,就此而言它们可以是相反者。而间隔也是双重的:一种是形式上的,如在性质上的白与黑、善与恶;另一种是空间性的[间隔性的],如在数量中的那种,而这也正是在本真意义上被称为其所是者。然而我们不说宇宙中依对角线相对的事物是相反者,尽管它们比上相对于中心更具有最大的距离,这是因为二者属于相同的本性;因为每一方都是周围。而中心与周围在形式上隔绝。至于场所,古代人中有些人根据包容与被包容将其归入关系之下,而另一些人着眼于空间性[间隔性]将其设定为数量。依同样的道理,关于上与下,有些人将其保留在全宇宙中并设定为相反者,有些人则既不设定为相反者也不设定在全宇宙中,认为它们属于关系,正如右与左。然而,鉴于毕达哥拉斯派对场所的定义比我们在《物理学》中所下的定义更具概括性(因为他们称场所为每一形式的界限,它在其中确立并且由其支撑,而且总括地说是存在者的界限),那么依照他们,上就会是按实体的过度而在纯洁性、能力以及所有此类事物上居优者,而下则是在对立的方面居优者。由于这些原因,全宇宙中支撑万物并维系万物的能力,被说成是由于万物界限的过度而确立在天界之中。关于这些就说这么多。
- 1.6ὡς τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον
连词 ὡς 引导一个名词性从句,充当 δεῖ προσθεῖναι(必须补充)的宾语,同位展开前面的指示代词 ἐκεῖνα。
- 1.6οὐ λέγομεν δὲ ἐν τῷ κόσμῳ τὰ κατὰ διάμετρον ἐναντία, καίτοι γε τὴν πλείστην μᾶλλον ἀπόστασιν ἢ τὸ ἄνω πρὸς τὸ μέσον ἔχοντα, ὡς ἄμφω τῆς αὐτῆς ὄντα φύσεως
主句动词 οὐ λέγομεν(我们不说/不称)带有双重宾格结构:τὰ κατὰ διάμετρον 为直接宾语,ἐναντία 为宾语补足语(我们不说对角线上的事物是相反者)。随后的分词 ἔχοντα 与 καίτοι γε 搭配表让步,末尾的 ὡς ἄμφω τῆς αὐτῆς ὄντα φύσεως 则构成表理由的独立宾格/分词短语。
- 1.6τῶν μέντοι Πυθαγορείων περιεκτικώτερον τὸν τόπον ὁρισαμένων ἢ ἡμεῖς ἐν τοῖς Φυσικοῖς (...) εἴη ἂν κατ’ αὐτοὺς καὶ τὸ ἄνω κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν καθαρότητι καὶ δυνάμει καὶ πᾶσι τοῖς τοιούτοις προέχον
τῶν μέντοι Πυθαγορείων... ὁρισαμένων 是表示条件/原因的属格独立结构。主句的主动词为带 ἄν 的可能希求法 εἴη ἄν,主语为 τὸ ἄνω,与表语分词 προέχον 构成谓语(“依照他们,上就会是……居优者”)。
