← 佚名

亚里士多德《范畴篇》释义

§26.1-27.12

数量不容程度性与作为固有特征的相等

基于亚里士多德《范畴篇》第6章,注解者论证了数量因无相反者而不容纳程度(“较多”与“较少”),且数量最固有的特征是被述为“相等”与“不相等”。此外还探讨了重量的尺度、几何图形中与性质的交叉,以及数量的词法特征(派生副词与缺乏态)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#5

Οὐ δοκεῖ δὲ τὸ ποσὸν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον τὸ δίπηχυ. οὐ γάρ ἐστιν ἕτερον ἑτέρου μᾶλλον δίπηχυ. οὐδὲ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τρία τῶν πέντε λέγεται, οὐδὲ τὰ πέντε τῶν τριῶν.1 οὐδέ γε ὁ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος λέγεται. οὐδὲ ἐπὶ τῶν εἰρημένων ὅλως οὐδενὸς τὸ μᾶλλον καὶ τὸ ἧττον λέγεται, ὥστε τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ᾧ γὰρ μή ἐστιν ἐναντίον, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον σύνεστιν. ἀρχὴ γὰρ τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς ἡ ὕφεσις καὶ ἡ ἐλάττωσις τοῦ προυπάρχοντος εἴδους· μίξει γὰρ τῶν ἐναντίων ἡ ἀμύδρωσις. εἰ δὲ μεῖζον μέγεθος μεγέθους λέγομεν καὶ ἀριθμὸν ἀριθμοῦ πλείονα καὶ ἐλάττονα, καὶ ἐν τούτῳ πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον θεωροῦμεν (μᾶλλον γὰρ μείζων τοῦ Ὑμηττοῦ ὁ Καύκασος ἢ ὁ Ἄθως, καὶ μᾶλλον πλείω τῶν τριῶν τὰ ζʹ ἢ τὰ εʹ), κατὰ τὸ πρός τι αὐτοῖς τὸ μᾶλλον τοῦτο καὶ τὸ ἧττον ἐροῦμεν. εἰ μέντοι μᾶλλον μέγας ὁ Καύκασος ἀπολύτως λέγοιτο, ἧττον δὲ ὁ Ἄθως καὶ ἔτι ἧττον ὁ Ὑμηττός, τότε διὰ τὸ ἀόριστον συγχωρήσοι ἄν τις ἐπιδέχεσθαι τὸ ποσὸν τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥσπερ καὶ ἐναντίωσιν· τὸ γὰρ μὴ πρός τι λεγόμενον μέγα ἀλλὰ καθ’ αὑτὸ ἀντίκειται τῷ καθ’ αὑτὸ λεγομένῳ μικρῷ. Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι· τοῦτο γὰρ καὶ μόνῳ καὶ παντὶ πρόσεστιν. ἕκαστον γὰρ τῶν εἰρημένων ποσῶν ἴσον καὶ ἄνισον λέγεται, καὶ ἀριθμὸς καὶ χρόνος ἴσος καὶ ἄνισος λέγεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ῥηθέντων ἕκαστον ἴσον καὶ ἄνισον λέγεται. τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαιεν ἴσον καὶ ἄνισον λέγεσθαι, οἷον ἡ διάθεσις ἴση τε καὶ ἄνισος οὐδ’ ὅλως λέγεται, ἀλλὰ μᾶλλον ὁμοία καὶ ἀνομοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ λέγεται, ἀλλὰ μᾶλλον ὅμοιον. ὥστε τοῦ ποσοῦ μάλιστα ἂν ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι. ἅπαν γὰρ ποσόν, καθὸ τοιοῦτον, μετρητόν ἐστι· πᾶν δὲ μετρητὸν ἢ τοῖς αὐτοῖς μετρεῖται μέτροις ἢ πλείοσιν ἢ ἐλάττοσιν. ἴσον μὲν ἂν εἴη τὸ τοῖς αὐτοῖς μετρούμενον, τὸ δὲ πλείοσιν ἢ ἐλάττοσιν ἄνισον. καὶ γὰρ τοῖς ἄλλοις τὸ μετρητοῖς εἶναι διὰ τὸ ποσὸν ὑπάρχει· οὐ γὰρ ᾗ ξύλον μετρεῖται τὸ ξύλον, ἀλλ’ ᾗ μέγεθος καὶ ποσὸν ἔχει. καὶ τὸ μὲν μέγεθος καὶ πηλίκον καὶ τὸ μετρεῖν ἀποδώσεις τῷ συνεχεῖ κυριολεκτῶν, τὸ δὲ πλῆθος καὶ ποσὸν καὶ ἀριθμεῖν τῷ διωρισμένῳ. ὥσπερ δὲ ἀριθμὸς ἀριθμῷ ἴσος καὶ ἄνισος λέγεται καὶ μέγεθος μεγέθει, οὕτω καὶ ῥοπὴ ῥοπῇ· οἷον μνᾶ πρὸς μνᾶν καὶ πρὸς τάλαντον ἴση ῥηθείη καὶ ἄνισος. οὐκ ἐν πᾶσι δὲ ἕψεται τὸ ἐπὶ τῆς ῥοπῆς ἴσον καὶ ἄνισον τῷ κατὰ τὸν ὄγκον ἢ τοῖς μεγέθεσιν, ἀλλὰ διαφωνήσει τοῖς πλείστοις, καὶ σχεδὸν ἐπὶ πάντων τῶν ἀνομοιοειδῶν σωμάτων ἄνισοι τοῖς ὄγκοις εἰσὶν αἱ ῥοπαί. ὥσπερ δὲ ἐπὶ τοῦ ποιοῦ τὸ ἴσον καὶ ἄνισον λέγεται κατὰ τὸ συνυπάρχον ποσόν, οὕτω κἀν τῷ ποσῷ κατὰ τὸ συνὸν αὐτῷ ποιὸν τὸ ὅμοιον ῥηθείη καὶ ἀνόμοιον. τρίγωνα γὰρ καὶ τετράγωνα καὶ ὅλως σχήματα καὶ ὅμοια καὶ ἀνόμοια λέγεται· ποσὸν μὲν γὰρ τὸ σχῆμα κατὰ τὴν διάστασιν καὶ τὸν μερισμόν, ποιὸν δὲ κατὰ τὴν μορφὴν καὶ τὴν ἰδιότητα. καὶ αἱ ἀποφάσεις δὲ τοῦ ποσοῦ καὶ αἱ πτώσεις ὅμοιαι ταῖς ἐπὶ ταῖς οὐσίαις, ἐπὶ μέντοι τῶν πληθῶν διαφωνεῖ καὶ τοῦ ἑνός· οὔτε γὰρ ἐπὶ τοῦ ἑνὸς πληθυντικῶς ἐστιν ἐξενεγκεῖν, οὔτ’ ἐπὶ πλήθους ἑνικῶς. διπήχη δὲ καὶ μεγάλα καὶ πολλὰ λέγεται, καθάπερ δίπηχυ καὶ μέγα καὶ πολύ. λέγεται δὲ καὶ στερητικῶς ἐν τῷ ποσῷ· τὸ γὰρ ἄπειρον κατὰ στέρησιν τοῦ πέρας ἔχειν λέγεται. ὁμοίως δὲ καὶ τὸ ἀμερές, ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει,2 τὸ μὲν ἐπὶ τοῦ ἀριθμοῦ, τὸ δ’ ἐπὶ τῆς γραμμῆς. ὡς δὲ ἀπὸ τοῦ ποιοῦ παρεγκέκλιται τὸ πῶς, οἷον δικαίως, καλῶς, οὕτως ἀπὸ τοῦ ποσοῦ ποσαχῶς, οἷον τριχῶς, καὶ ἔτι ποσάκις, δίς, τρίς, πολλάκις, ὀλιγάκις.

数量似乎不容纳“较多”与“较少”,例如两肘尺。因为绝没有一物比另一物更是两肘尺。在数的情形中也不是:例如,相对于五而言,三绝不比相对于五而言更是三,相对于三而言,五也是如此。时间也决没有一个比另一个更是时间。在上述事物中总括而言没有任何一个被述为“较多”与“较少”,因此数量不容纳“较多”与“较少”。因为凡没有相反者之物,“较多”与“较少”也不随附其上。因为向相反者的变化的起点乃是预先存在的形式的衰退与缩减;因为通过相反者的混合才产生了模糊。但如果我们说一个量度比另一个量度更大,一个数比另一个数更多或更少,并且在其中大加考察“较多”与“较少”(因为相比于海梅托斯山,高加索山比亚索斯山更要大,而相对于三而言,七比五更要多),那么我们就要说,在它们之中这种“较多”与“较少”是依关系而言的。然而,如果高加索山被绝对地说成更要大,亚索斯山较少,而海梅托斯山更少[大],那么由于其不定性,也许有人会承认数量容纳“较多”与“较少”,正如它容纳相反性一样;因为非依关系而述说、而是按自身述说的大,与按自身述说的小是相对立的。 数量最固有的是被述为“相等”与“不相等”;因为这既属于它独有,也属于一切数量。因为上述数量的每一个都被述为相等与不相等,数和时间也都被述为相等与不相等;同样地,在上述其余事物中的每一个也被述为相等与不相等。在非数量的其余事物中,绝不至于被认为能被述为相等与不相等;例如心境决不被述为相等与不相等,而是更被述为相似与不相似,白色也决不被述为相等与不相等,而是更被述为相似。因此被述为相等与不相等当是数量最固有的特性。因为一切数量就其作为数量而言都是可计量的;而凡可计量之物,或依相同的度量来计量,或依更多的度量,或依更少的度量来计量。依相同的度量计量的当是相等的,而依更多或更少的度量计量的当是不相等的。因为对于其他事物而言,可计量性也是由于数量而存在的;因为木料并非就其作为木料而言被计量,而是就其具有大小和数量而言被计量。若按严格的意义述说,你当把量度、“多大”以及计量赋予连续者,而把多数、数量以及计数赋予离散者。正如数与数、量度与量度被述为相等与不相等,重量与重量也是如此;例如一明那相对于一明那或相对于一塔兰特会被述为相等与不相等。但在重量上的相等与不相等并不在一切情形中都随附依体积或依大小的相等与不相等,而是在多数情形中不相符,并且几乎在所有不同类的物体上,重量与体积都是不相等的。正如在性质中相等与不相等是依据共同存在的数量而被述说的,同样在数量中,依据与其相伴的性质,也会被述为相似与不相似。因为三角形、四角形以及总括而言的图形,都被述为既相似又是不相似的;因为图形依广延与可分性而言是数量,而依形状与固有特征而言是性质。数量的否定表述与词尾变化也与在实体上的那些相似,但在多数与“一”上却不一致;因为对于一而言无法用复数表达,对于多数而言也无法用单数[表达]。但正如单数的两肘尺、大与多一样,复数的两肘尺之物、大之物与多之物也同样被述说。在数量中也有依缺乏而被述说的;因为无限是依据具有界限的缺乏而被述说的。不可分者也是同样,因为它虽属于具有〔它〕之物的类,却没有〔它〕,前者存在于数中,后者存在于线中。正如从性质派生出“如何”(例如“公正地”、“优美地”),从数量也同样派生出“以多少种方式”(例如“以三种方式”),以及“多少次”、“两次”、“三次”、“屡次”、“少次”。

语法注2 条
  1. 1.6τὰ τρία τῶν πέντε οὐδὲν μᾶλλον τρία τῶν πέντε λέγεται, οὐδὲ τὰ πέντε τῶν τριῶν

    属格 τῶν πέντε 与 τῶν τριῶν 起比较或相对作用(“与五/三相比”)。前半句以 τὰ τρία τῶν πέντε(与五相比的三)为主语,后半句 οὐδὲ τὰ πέντε τῶν τριῶν 则省略了谓语部分(μᾶλλον πέντε τῶν τριῶν λέγεται)。原文包含了属格短语的重复,按前后对照的比较句结构理解为“相对于五而言,三绝不比相对于五而言更是三,相对于三而言,五也是如此”。

  2. 1.6ὅτι τοῦ γένους ὄντα τῶν ἐχόντων οὐκ ἔχει

    ὅτι 引导的从句表述了亚里士多德关于缺乏(στέρησις)的经典界定,意为“因其属于按本性应当拥有它的类,却并未拥有它”。中性复数分词 ὄντα 指代前述中性主语(τὸ ἄπειρον 与 τὸ ἀμερές),属格 τῶν ἐχόντων 作 τοῦ γένους 的领属性/部分性属格补足语(“属于具有[它]的事物的类”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:26.1-27.12