← 佚名

亚里士多德《范畴篇》释义

§23.1-24.17

偶性上的数量与数量无相反者

在解释了偶性上的数量之后,作者如同处理实体那样转向考察数量的固有属性,首先确立确定的数量没有相反者。随后论证“大”、“小”、“多”、“少”是关系而非数量,从而结合其逻辑推论确认了数量没有相反者这一原则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#3

εἰς τὰ κυρίως γὰρ ποσὰ ἀποβλέποντες καὶ ταῦτα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν ἢ μέγα λέγεται τῷ τὴν ἐπιφάνειαν πολλὴν ἢ μεγάλην εἶναι, καὶ ἡ πρᾶξις μακρὰ τῷ γε τὸν χρόνον πολὺν εἶναι, καὶ ἡ κίνησις πολλή. οὐ γὰρ καθ’ αὑτὸ ἕκαστον τούτων ποσὸν λέγεται. οἷον ἐὰν ἀποδιδῷ τις, πόση τις ἡ πρᾶξίς ἐστι, τῷ χρόνῳ ὁριεῖ, ἐνιαυσιαίαν ἢ οὕτω πως ἀποδιδούς. καὶ τὸ λευκὸν ποσόν τι ἀποδιδοὺς τῇ ἐπιφανείᾳ ὁριεῖ· ὅση γὰρ ἂν ἡ ἐπιφάνεια εἴη, τοσοῦτον καὶ τὸ λευκὸν φήσειεν εἶναι. ὥστε μόνα κυρίως καὶ καθ’ αὑτὰ ποσὰ τὰ εἰρημένα λέγεται, τῶν δ’ ἄλλων οὐδὲν καθ’ αὑτό, ἀλλ’ ἢ ἄρα κατὰ συμβεβηκός.1 ὥρα δὴ μετὰ τὴν τῶν εἰδῶν διαίρεσιν καὶ τῶν διαφορῶν καὶ ἐπὶ τὰ ἴδια καὶ παρακολουθοῦντα τῷ ποσῷ μεταβῆναι, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν. καὶ πρῶτον, ἃ κοινὰ αὐτῷ τε καὶ ἄλλαις τῶν κατηγοριῶν, παραδώσομεν, εἶτα τὰ ἴδια καὶ ἃ μόνῳ πρόσεστι. Καὶ δὴ λέγομεν ὅτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων ποσῶν φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τῷ τριπήχει ἢ τῶν τοιούτων τισίν. ἥ τε γὰρ γραμμή, καθ’ ὅσον μέν ἐστι γραμμὴ καὶ μοναχῶς διέστηκεν, οὐδεμίαν ἔχει ἐναντίωσιν· καθ’ ὅσον δὲ ποιά, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει περὶ αὐτὴν θεωρούμενον. καὶ ἡ ἐπιφάνεια δὲ κατὰ μὲν τὴν εἰς δύο διάστασιν οὐχ ἕξει τὰ ἐναντία, τραχεῖα δὲ καὶ λεία οὐ καθὸ ἐπιφάνεια, ἀλλ’ ᾗ τοιάδε ῥηθήσεται, ὥσπερ καὶ λευκὴ καὶ μέλαινα, καθὸ ποιὰ καὶ χρῶμα ἔχουσα. τό τε σῶμα ὡσαύτως κατὰ τὸ τριχῇ διαστατὸν εἶναι ἀναντίθετόν ἐστιν· οὐ γάρ ἐστι τῷ σώματι τὸ ἀσώματον ἐναντίον, ὥσπερ εἴρηται. ἀλλ’ οὐδὲ τῷ χρόνῳ, καθ’ ὅσον ἀφορίζει τῷ οἰκείῳ μέτρῳ τὴν κίνησιν, ἐστί τι ἐναντίον, οὐδὲ ἡ ἡμέρα τῇ νυκτὶ ἠναντίωται, καθὸ χρόνοι διάφοροι (εἷς γὰρ ὁ αὐτὸς πανταχοῦ, εἴπερ ἐν ἄλλοις μὲν νὺξ ἐν ἄλλοις δὲ ἡμέρα κατὰ τὸ αὐτὸ νῦν), ἀλλὰ καθὸ πῇ μὲν πεφώτισται, πῇ δὲ ἐσκίασται· τοῦτο δὲ τὸ ποιόν τινα τὸν χρόνον εἶναι μᾶλλον ἢ τὸ ποσὸν παριστᾷ. καὶ τῷ ἀριθμῷ δὲ οὐδέν ἐστιν ἐναντίον· τὰ γὰρ δύο καὶ τρία ἀφώρισται καὶ οὐκ ἠναντίωται. οὔτε μὴν τὸ περιττὸν καὶ τὸ ἄρτιον ἐναντία, ὥσπερ οὐδὲ τὸ λογικὸν τῷ ἀλόγῳ. ἀλλ’ οὐδὲ κατὰ τὸ ψεύδεσθαι ἢ ἀληθεύειν τῷ λόγῳ τἀναντία προσμαρτυρήσαιμεν, ἀλλὰ ποσὸν μέν ἐστιν ὁ λόγος, καθὸ μετρεῖται συλλαβαῖς, ψεύδεται δὲ ἢ ἀληθεύει, καθὸ σημαντικός. Περὶ μέντοι τοῦ τόπου ἔχει ἀμφισβήτησιν, ἣν μετὰ μικρὸν ἐπισκεπτέον· μόνος γὰρ τῶν τοῦ ποσοῦ δοκεῖ τἀναντία ἐπιδέχεσθαι. νυνὶ δὲ ἐκεῖνα προστίθεμεν, ἅ τινες λέγουσιν· φασὶ γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον εἶναι καὶ τὸ μέγα τῷ μικρῷ. τούτων δὲ οὐδέν ἐστι ποσόν, ἀλλὰ μᾶλλον πρός τι· οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ τῷ πρὸς ἕτερον ἀναφέρεσθαι, οἷον ὄρος μὲν μικρὸν λέγεται, κέγχρος δὲ μεγάλη τῷ τὴν μὲν μείζονα τῶν ὁμογενῶν, τὸ δὲ ἔλαττον εἶναι. οὐκοῦν πρὸς ἕτερον ἡ ἀναφορά, ἐπεὶ εἴ γε καθ’ αὑτὸ τὸ μέγα ἢ τὸ μικρὸν ἐλέγετο, οὐκ ἄν ποτε τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη. πάλιν ἐν μὲν τῇ κώμῃ πολλούς φαμεν εἶναι ἀνθρώπους, ἐν Ἀθήναις δὲ ὀλίγους, πολλῷ πλείους ὄντας. ἔτι τὸ μὲν δίπηχυ καὶ τὸ τρίπηχυ καὶ ἕκαστον τῶν τοιούτων ποσὸν σημαίνει· τὸ δὲ μέγα ἢ μικρὸν οὐ σημαίνει ποσόν, ἀλλὰ μᾶλλον πρός τι· πρὸς γὰρ ἕτερον θεωρεῖται καὶ τὸ μικρὸν καὶ τὸ μέγα. ὥστε φανερὸν ὅτι ταῦτα τῶν πρός τί ἐστιν. ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μὴ ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν εἴη τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, καὶ αὐτὰ δὲ ἑαυτοῖς εἶναι ἐναντία.2 συμβαίνει γάρ ποτε ἅμα τὸ αὐτὸ μέγα τε καὶ μικρὸν εἶναι· ἔστι δὲ πρὸς μὲν τοῦτο μικρόν, πρὸς ἕτερον δὲ τὸ αὐτὸ τοῦτο μέγα· ὥστε τὸ αὐτὸ καὶ μέγα κατὰ τὸν αὐτὸν εἶναι χρόνον καὶ μικρόν, ὥσθ’ ἅμα τἀναντία ἐπιδέχεσθαι καὶ αὐτὰ δὲ αὑτοῖς εἶναι ἐναντία.

实际上,正是着眼于本来的数量,我们才把这些也称为数量;例如,白色被称为“多”或“大”,乃是由于其表面广大或大,某个行动被称为“长”,乃是由于时间长,而运动被称为“多”也是如此。因为这些事物没有一个是按自身被称为数量的。例如,如果有人说明某个行动有多大,他将用时间来限定它,说明它持续一年或依此类推。而且在说明白色是某种数量时,他将用表面来限定它;因为表面有多大,他就会说白色也有多大。因此,唯有上述事物才在严格意义上且按自身被称为数量,其余事物则没有任何一个是按自身如此,而顶多是由于偶性。在划分了种和种差之后,现在正是如同我们在实体上所做的那样,进而转向数量特有的和伴随的属性的时候了。首先,我们将阐明它与其他范畴所共有的属性,然后阐明其特有的、仅属于它的属性。于是我们说,数量没有任何相反者。因为在确定的数量上,显然没有任何相反者,如两肘尺长或三肘尺长,或此类中的任何事物。因为线就其作为线且沿单向伸展而言,不具有任何相反性;但就其具有某种性质而言,在这个范围内,直线和曲线被视为属于它。面在两向伸展上也不会具有相反者;但粗糙与光滑不是就其作为面而言,而是就其作为具有如此性质者而言被述说,正如白色与黑色也是就其具有性质并具有颜色而言[被述说]。物体同样就其沿三向伸展而言是没有相反者的;因为正如已经说过的,非物体并不是物体的相反者。而且,就时间以其固有的尺度限定运动而言,时间也没有任何相反者;白天与黑夜相反,也不是由于它们是不同的时间(因为如果在完全相同的“现在”,有些地方是夜晚而有些地方是白天,时间在各处便是一而同一的),而是由于在一处受光照而在另一处处于阴影之中;而这表明时间是某种性质,而非某种数量。数目也没有任何相反者;因为二和三是确定的,并非相互相反。奇数与偶数也绝非相反者,正如理性与非理性并不是相反者一样。而且我们也不能根据言语的虚假或真实而在言语中确认相反者;因为言语就其由音节度量而言是数量,而就其具有表意性而言则是虚假的或真实的。然而关于场所则存有争议,这必须在稍后进行考察;因为在数量的种类中,唯独场所似乎容纳相反者。但现在我们要补充一些人所说的话;因为他们主张,“多”与“少”相反,“大”与“小”相反。然而这些都不是数量,而宁可说是关系;因为没有任何东西按自身被称为大或小,而是通过与别的事物相参照而被述说,例如山被称为小,而粟粒被称为大,乃是由于前者比同类事物要小,而后者比同类事物要大。因此参照是针对别的事物的,因为假若大或小是按自身被述说的,山就绝不会被称为小,粟粒也绝不会被称为大。再者,我们说一个村庄里有许多人,而在雅典只有很少的人,尽管后者的人数要多得多。此外,两肘尺和三肘尺以及此类中的每一项都表示数量;但大或小并不表示数量,而宁可说是表示关系;因为无论小还是大都是参照别的事物被考察的。因此显而易见,这些属于关系。此外,无论有人设定它们是数量还是不设定,它们都没有任何相反者;因为凡不能按自身把握、而是参照别的事物者,怎么会有什么东西与之相反呢?再者,假若大与小是相反者,就会得出同一事物同时容纳相反者,并且它们自身也与自身相反。因为有时确实会发生同一事物同时既大又小的情况;因为它相对于这一事物是小的,而同一事物相对于另一事物则是大的;以至于同一事物在同一时间既大又小,结果是同时容纳了相反者,并且它们自身也与自身相反。

语法注2 条
  1. 1.6ἀλλ’ ἢ ἄρα κατὰ συμβεβηκός

    这是 ἀλλ’ ἤ(“除……之外”)与推论小辞 ἄρα 结合的习语表达,承接前面的否定句(τῶν δ’ ἄλλων οὐδὲν καθ’ αὑτό),表示“除了出于偶性之外[其余没有一个是按自身的]”,即带有“顶多出于偶性”的限定含义。

  2. 1.6καὶ αὐτὰ δὲ ἑαυτοῖς εἶναι ἐναντία

    依赖于 συμβήσεται 的不定式从句的主语 αὐτά 指代前文提到的“大与小”(τὸ μέγα καὶ τὸ μικρόν)。它指出了一个归谬的结果:由于同一事物参照不同的对象会同时既大又小,导致“大”(或“小”)本身与其自身相反。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:23.1-24.17