← 佚名

亚里士多德《范畴篇》释义

§22.6-22.36

位置的条件与秩序及数量的进一步划分

论证了时间、数目和话语具有秩序(τάξις)而非位置(θέσις),并阐述了具有位置的三项条件,进而解释话语与时间是作为被度量者而非度量者而成为数量。随后根据趋向(ῥοπή)的有无(物体与非物体)以及自身(主导性)与偶性对数量作了进一步划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

ἀλλὰ μᾶλλον τάξιν τινὰ εἴποις ἂν ἔχειν τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου, τὸ δὲ ὕστερον·1 καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως τῷ τὸ ἓν πρότερον ἀριθμεῖσθαι τῶν δύο καὶ τὰ δύο τῶν τριῶν· καὶ οὕτω τάξιν ἄν τινα ἔχοι, θέσιν δὲ οὐ πάνυ λάβοις ἄν. καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ’ εἴρηταί γε καὶ οὐκέτι τοῦτο ἔστι λαβεῖν. ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων, εἴ γε μηδὲν ὑπομένει· τὸ γὰρ μέλλον ἕξειν θέσιν τριῶν δεῖται τούτων,2 τόπου ἐν ᾧ κεῖται, καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφανίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα. ἀλλ’ εἰ ἅπαν ποσὸν μέτρον ἐστὶν ὡς μετροῦν (ὁ γὰρ ἀριθμὸς μετρεῖ τὰ διωρισμένα καὶ ὁ πῆχυς τὰ συνεχῆ), ὁ λόγος τί μετρεῖ ποσὸν ὤν; ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια,3 αἱ συλλαβαί, μετρεῖται δὲ ὁ λόγος, καὶ ἔστι ποσὸν οὐχ ὡς μετρῶν, ἀλλ’ ὡς μετρούμενος· οὐ γὰρ τὰ μετροῦντα μόνα ποσά, ἀλλὰ καὶ τὰ μετρούμενα, ὡς ἂν εἴη καὶ ὁ χρόνος μέτρον κινήσεως οὐχ ὡς μετρῶν, ἀλλ’ ὡς μετρούμενος κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον. τὰ μὲν οὖν τοῦ ποσοῦ ἐκ θέσιν ἐχόντων τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δ’ οὐκ ἐξ ἐχόντων θέσιν. ἔτι τῶν ποσῶν τὰ μὲν ἔχει ῥοπήν, τὰ δὲ οὐκ ἔχει. καὶ τῶν ἐχόντων τὰ μὲν σώματά εἰσι, τὰ δὲ ἀσώματα· σώματα μὲν ὡς τὰ τέσσαρα στοιχεῖα· τὰ μὲν γὰρ αὐτῶν ἐπὶ τὸ ἄνω καὶ τὸ πέριξ τὴν ῥοπὴν ἔχει, ὡς τὸ πῦρ καὶ ἀήρ, τὰ δ’ ἐπὶ τὸ κάτω καὶ τὸ μέσον, ὡς ὕδωρ καὶ γῆ. εἴ τις δὲ καὶ τὴν ψυχὴν αὐτὴν καθ’ αὑτὴν ποσὸν ἀσώματον ὑποτίθεται, ἔσται καὶ ἐν ἀσωμάτοις ῥοπή· ἢ γὰρ πρὸς τὸ σῶμα νεύει, τὴν ἐπὶ τὸ κάτω ῥοπὴν ἕξει· ἡ δὲ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν, τὴν ἐπὶ τὰ ἄνω. καὶ τῶν μὴ ἐχόντων δὲ ῥοπὴν τὰ μὲν σώματά εἰσιν ὡς τὸ πέμπτον στοιχεῖον καὶ κυκλοφορικόν (οὐ γὰρ ἔκ τινος εἴς τι τὴν ῥοπὴν ἔχει, ἀλλὰ περὶ αὐτὸ στρέφεται· οὔτε δὲ ἀρχῇ ἢ τέλει ἢ ὅλως πέρατι ἡ ἐκεῖ κίνησις περιγράφεται), τὰ δὲ ἀσώματα, ὥσπερ χρόνος καὶ τόπος, ἔτι δὲ γραμμὴ καὶ ἐπιφάνεια καὶ πρὸ πάντων ὁ νοῦς, οὐσία ἑστῶσα καὶ ἀρρεπὴς καὶ ἀσώματος. Ἔτι τοῦ ποσοῦ τὰ μὲν προηγουμένως ἐστὶ ποσά, ὅσα καθ’ αὑτά, οἷον ἀριθμὸς καὶ λόγος καὶ χρόνος καὶ τἄλλα, ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστι κατηγορεῖται·4 τὰ δὲ κατὰ συμβεβηκός, ὅσα κατ’ ἄλλο τι ποσὰ εἶναι λέγεται.

倒不如说你可以说它们具有某种秩序,乃是因时间的一部分在先而另一部分在后;在数目上亦同样,因一先于二被计数,二先于三被计数;以此方式它们可以具有某种秩序,但你断难认为它们具有位置。话语亦是如此;因为它的各部分没有任何一个是持存下来的,一旦被说出,就再也无法把握了。因此,如果没有任何东西持存下来,就不会有各部分的位置;因为凡将要具有位置者都需要这三样东西:它所位于其中的场所、各部分的共存(而不是在这一部分生成时另一部分消灭),以及它们彼此之间具有连续性和连贯性。但如果一切数量作为度量者而言都是尺度(因为数目度量离散者,而肘尺度量连续者),那么话语作为一种数量究竟度量什么呢?或者说,话语的各部分——音节——确实在度量,而话语自身则是被度量的,并且它作为数量不是作为度量者,而是作为被度量者;因为不仅度量者是数量,被度量者也是数量,正如时间作为运动的尺度,也同样不是作为度量者,而是作为根据先与后而被度量者。因此,数量中有些由其中具有位置的各部分所构成,有些则不由具有位置的各部分所构成。再者,在数量中,有些具有趋向,有些则不具有。在具有趋向者中,有些是物体,有些是非物体。作为物体的如四元素;因为它们中有的具有向着上方和周围的趋向,如火和气,有的则具有向着下方和中心的趋向,如水和土。而如果有人把灵魂自身独立设定为非物体的数量,那么在非物体中也会存在趋向;因为如果它倾向于身体,就将具有向下的趋向;如果倾向于理智和可知性事物,就将具有向上的趋向。而在不具有趋向者中,有些是物体,如第五种进行圆周运动的元素(因为它并不具有从某物到某物的趋向,而是围绕自身旋转;那里的运动既不受起点或终点,也根本不受极限的界定),有些则是非物体,如时间和场所,再有线和面,以及在万物之先的理智——一个静止的、无趋向的且非物体的实体。此外,在数量中,有些是在主导意义上作为数量,即所有按自身而言者,例如数目、话语、时间和其余在“是什么”中被述说为数量者;有些则是偶性上的数量,即所有依凭别的事物而被说成是数量者。

语法注4 条
  1. 1.6τῷ τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου, τὸ δὲ ὕστερον

    与格冠词 τῷ 引导表示原因的冠词不定式短语,支配 τὸ μὲν πρότερον εἶναι τοῦ χρόνου, τὸ δὲ ὕστερον(“因时间的一部分在先而另一部分在后”)。接续的 καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως τῷ... 亦为同类结构,用以说明 τάξιν... ἔχειν 的依据。

  2. 1.6τὸ γὰρ μέλλον ἕξειν θέσιν τριῶν δεῖται τούτων

    动词 δεῖται 支配属格补足语 τριῶν τούτων(“这三样东西”),后接三个同格并列成分:(1) 名词短语 τόπου ἐν ᾧ κεῖται,(2) 冠词不定式短语 τοῦ τὰ μόρια συνυπάρχειν...,(3) τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν...。第二与第三项使用中性单数属格冠词 τοῦ 实词化不定式,在句法上与属格名词 τόπου 相呼应。

  3. 1.6ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια

    连词 ἤ 引出对前面难题(τί μετρεῖ ποσὸν ὤν;)的解答(“或者说……”),指出言说自身作为数量并非度量者,而是被度量者,其实际度量者乃是其构成要素即音节。

  4. 1.6ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστι κατηγορεῖται

    关系代词 ὧν 指向先行词 ἀριθμὸς καὶ λόγος... καὶ τἄλλα。配合亚里士多德的技术术语 ἐν τῷ τί ἐστι κατηγορεῖται(“在‘是什么’中被述说”),表示数量在其本质定义中作为属或本质被述说的那些事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:22.6-22.36