← 佚名

亚里士多德《范畴篇》释义

§20.31-22.6

数量的划分:离散与连续及部分的位置

作者依据亚里士多德《范畴篇》第六章,阐明数量的两种划分(离散数量与连续数量,以及各部分具有位置与不具有位置),并通过数目、话语、线、面、物体、场所与时间等具体事例论证共同界限及位置的有无。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#1

Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. τάττεται δὲ τὸ ποσὸν μετὰ τὴν οὐσίαν ἐν τῇ διδασκαλίᾳ, ἐπειδὴ κἀν τῇ φύσει πρώτως τῷ ὄντι σύνεστιν (ἅμα γὰρ ὄν τί ἐστι καὶ πεπόσωται· ἢ γὰρ ἓν ἢ πολλὰ αὐτὸ ἀνάγκη εἶναι) καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς ἐν αὐτῷ ἐγγινομένης ποιότητος.1 ἔστιν οὖν διωρισμένον μὲν ποσὸν ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ γραμμή, ἐπιφάνεια, σῶμα, ἔτι παρὰ ταῦτα τόπος καὶ χρόνος. τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια2 αὐτοῦ· οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει, καὶ οὐδ’ ὅλως ἂν ἔχοις ἐπὶ ἀριθμοῦ λαβεῖν κοινὸν ὅρον τῶν μορίων, ἀλλ’ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν. ὁμοίως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν. ὅτι μὲν γάρ ἐστι ποσὸν ὁ λόγος φανερόν. καταμετρεῖται γὰρ συλλαβῇ βραχείᾳ καὶ μακρᾷ· λέγω δὴ αὐτὸν τὸν μετὰ φωνῆς γινόμενον λόγον. βραχείᾳ δὲ καὶ μακρᾷ συλλαβῇ καταμετρεῖσθαι λέγοιτο,3 οὐκ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ἡ βραχεῖα καὶ ἐν μακρῷ ἡ μακρά (ἔνι μὲν καὶ τοῦτο), ἀλλ’ ὅτι φύσει τῇ μὲν σύνεστι τὸ μακρόν, τῇ δὲ τὸ βραχύ· καὶ γὰρ ἡ μὲν εὐρυνομένης τῆς ἀρτηρίας τῷ πλεονάζειν τῷ πνεύματι γίνεται, ἡ δὲ στενουμένης δι’ ὀλιγότητος πνεύματος. ὥστε ἡ μὲν ὡς βραχεῖα φύσει ἐν βραχεῖ χρόνῳ λέγεται, ἡ δὲ ὡς μακρὰ ἐν μακρῷ. ἔστιν οὖν ὁ λόγος διωρισμένον ποσόν· πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γάρ ἐστι κοινὸς ὅρος, πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ’ ἑκάστη διώρισται αὐτὴ καθ’ ἑαυτήν. ἡ δὲ γραμμὴ συνεχής ἐστιν· ἔστι γὰρ 〈λαβεῖν〉 κοινὸν ὅρον, πρὸς ὃν τὰ μόρια αὐτῆς συνάπτει, στιγμήν, καὶ τῆς ἐπιφανείας γραμμήν· τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἂν λαβεῖν κοινὸν ὅρον, γραμμὴν ἢ ἐπιφάνειαν, πρὸς ὃν τὰ τοῦ σώματος μόρια συνάπτει· τὸ γὰρ σῶμα καθ’ ὅσον μὲν ὑποκείμενόν ἐστιν καὶ ταὐτὸν καὶ ἓν μένον τῷ ἀριθμῷ τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστί· καθ’ ὅσον δὲ τριχῇ διαστατὸν καὶ μετρεῖσθαι πέφυκε, ποσὸν ὑπάρχει.4 ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων. ὁ γὰρ νῦν χρόνος συνάπτει πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. πάλιν ὁ τόπος τῶν συνεχῶν ἐστι· τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοῦ τόπου μόρια, ἃ κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, πρὸς τὸν αὐτὸν ὅρον συνάπτει, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια. ὥστε συνεχὲς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ συνάπτει τὰ μόρια. Ἔτι τοῦ ποσοῦ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα· ἕκαστον γὰρ αὐτῶν κεῖταί που, καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι, οὗ ἕκαστον κεῖται ἐν τῷ ἐπιπέδῳ καὶ πρὸς ποῖον μόριον τῶν λοιπῶν συνάπτει. ὡσαύτως δὲ καὶ τὰ τοῦ ἐπιπέδου μόρια θέσιν ἔχει τινά· ὁμοίως γὰρ ἂν ἀποδοθείη ἕκαστον οὗ κεῖται, καὶ ποῖα συνάπτει πρὸς ἄλληλα· καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως, καὶ τὰ τοῦ τόπου. ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἀποδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε συνάπτει πρὸς ἄλληλα. οὐδέ γε τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων· ὃ δὲ μή ἐστιν ὑπομένον, πῶς ἂν τοῦτο θέσιν ἔχοι τινά.

在数量中,一种是离散的,另一种是连续的;并且有些由其中各部分彼此具有位置者所构成,有些则不由具有位置者构成。数量在教学中被安排在实体之后,是因为在自然中它也首先伴随着存在物(因为一物存在的同时便已被定量,它必然要么是一要么是多),并且无性质的延展者先于在其内部生成的性质。因此,离散数量是数目和话语,而连续数量是线、面、物体,此外还有场所与时间。因为在数目的各部分中,并不存在其各部分借以相接的共同界限;例如,如果五是十的一部分,那么五与五并不在任何共同界限上相接,而是各自离散的;三与七同样不在任何共同界限上相接,在数目中你也根本无法找到各部分的共同界限,它们总是离散的;因此数目属于离散数量。同样,话语也属于离散数量。因为话语是一种数量是显而易见的,它是被短音节与长音节所度量的;我指的正是借由发声而产生的话语本身。说它被短音节与长音节度量,并不是因为短音节处在短时间中而长音节处在长时间中(虽然这也包含在内),而是因为在自然上长伴随着一方,而短伴随着另一方;因为长音节是因气流过剩使得气管扩张而产生的,而短音节则是因气流短少使得气管狭窄而产生的。因此,一方作为自然上的短音节在短时间内被说出,另一方作为长音节在长时间内被说出。所以话语是离散数量;因为它的各部分并不在任何共同界限上相接;音节彼此相接的共同界限并不存在,而是各自独立地离散着。但线是连续的;因为可以〈取得〉一个其各部分借以相接的共同界限,即点,而在面上则可以取得线;因为平面的各部分相接于某个共同界限。同样在物体上,你也可以取得一个共同界限——线或面——物体的各部分借此相接;因为物体就其作为基底且在数目上保持为同一且为一而能容纳对立者而言,在此方面是实体;但就其具有三维延展性且按本性被度量而言,它作为数量而存在。时间和场所亦属于此类。因为现在的时间与过去和未来的时间都相接。此外场所亦属于连续者;因为物体的各部分占据着某一场所,这些部分在一个共同界限上相接;因此,物体的各部分所分别占据的场所的各部分,也相接于物体的各部分所相接的同一界限。从而场所也是连续的;因为它的各部分相接于它的一个共同界限。 再者,在数量中,有些由其中各部分彼此具有位置者所构成,有些则不由具有位置者构成;例如,线的各部分彼此具有位置;因为它们中的每一部分都位于某处,你可以辨明并指明每一部分在平面上的何处,并与其余部分的哪一部分相接。同样,平面的各部分也具有某种位置;因为同样可以指明每一部分位于何处,以及哪些部分彼此相接;立体的各部分亦是如此,场所的各部分亦然。但在数目上,绝无人能够证明其各部分彼此具有某种位置,或位于某处,或哪些部分彼此相接。在时间的各部分上亦断然不能;因为时间的各部分没有任何一个是持存下来的;而那并不持存者,又怎能具有某种位置呢?

语法注4 条
  1. 1.6ἐπειδὴ κἀν τῇ φύσει πρώτως τῷ ὄντι σύνεστιν (...) καὶ ὅτι προηγεῖται τὸ ἄποιον διαστατὸν τῆς ἐν αὐτῷ ἐγγινομένης ποιότητος

    解释“数量为何在教学中排在实体之后”的并列因果结构。针对主动词 τάττεται,第一个理由由连词 ἐπειδή 引导,第二个理由由连词 ὅτι 引导,由 καί 予以并列。介词短语 ἐν αὐτῷ 作 ποιότητος 的限定修饰语(“在其内部生成的性质”)。

  2. 1.6πρὸς τὸν αὐτὸν ὅρον συνάπτει, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια

    在 πρὸς ὃν 引导的关系分句中,省略了前文出现的动词 συνάπτει(即 πρὸς ὃν [συνάπτει] καὶ τὰ τοῦ σώματος μόρια),精炼地表达了“场所的各部分所相接的界限,与物体的各部分所相接的乃是同一个界限”这一对应关系。

  3. 1.6βραχείᾳ δὲ καὶ μακρᾷ συλλαβῇ καταμετρεῖσθαι λέγοιτο

    不带 ἄν 的单独希求法动词 λέγοιτο,属于委婉提出某种普遍说法或假定性陈述的潜在/让步用法(“它可以说被……度量”)。其后紧接对偶结构 οὐκ ἐπειδὴ ... ἀλλ’ ὅτι ...,表明依据音节进行的度量并非仅依发音时间的长短(偶因),而是源于语音生理机制的本性(本质原因)。

  4. 1.6καθ’ ὅσον μὲν ὑποκείμενόν ἐστιν (...) κατὰ τοῦτο οὐσία ἐστί· καθ’ ὅσον δὲ τριχῇ διαστατὸν (...) ποσὸν ὑπάρχει

    由相关对偶结构 καθ’ ὅσον μὲν ... κατὰ τοῦτο ... 以及 καθ’ ὅσον δὲ ... 构成的对比句,说明同一对象“物体”(σῶμα)从两种不同的视域分别归属于不同的范畴:作为容纳对立者的基底而言是实体,而作为三维延展且可度量者而言则作为数量而存在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:20.31-22.6