- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:19.9-20.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者解决了关于火、雪以及天界实体容纳对立性的疑难,并总结了实体的诸独有特征(肯定的与否定的)。进而,作者摒弃了基于大众意见的第一实体与第二实体的区分,提出了以可知解实体为优先的、合乎科学与新柏拉图主义的实体体系划分,以此结束了关于实体的探讨。
καὶ ἐπὶ τῶν φθαρτῶν δὲ τὸ πῦρ θερμότητος μέν ἐστιν ἐπιδεκτικόν καὶ ἡ χιὼν ψυχρότητος, τῶν ἐναντίων δ’ οὔ. ἢ πρὸς ταῦτα ἐκεῖνο συντόμως εἰπεῖν, ὡς περὶ αἰσθητῆς οὐσίας καὶ μεταβαλλομένης μᾶλλον ὄντος τοῦ λόγου οὔτ’ ἂν ἡ νοητὴ οὐσία τῷ λόγῳ περιλαμβάνοιτο οὔτε ἡ αἰσθητὴ μὲν ἀμετάβλητος δέ. τό τε πῦρ καὶ ἡ χιὼν οὐκ ἐπιδεκτικὰ θερμότητος ἢ ψυχρότητος, ἀλλ’ ἐν τούτοις οὐσίωνται· δεῖ δὲ ἐπίκτητον εἶναι τὴν τῶν ἐναντίων μέθεξιν. οὐ πάντα δὲ τὰ ἐναντία παρεῖναι τῷ δεκτικῷ ζητεῖν δεῖ, ἀλλ’ ἤρκεσεν ἔστιν οἷς καὶ τρόπος εἷς, τὴν φύσιν ὅτι δεκτικὴ παραστῆσαι,1 ὡς ἐπὶ τοῦ πυρὸς ἡ κατὰ τὴν κίνησιν καὶ τὸν τόπον ἀντίθεσις· τῷ γὰρ ἄνω φέρεσθαι τὸ κάτω ἐναντίον, πάσχει δὲ ἄμφω τὸ πῦρ, τὸ μὲν ὑπὸ φύσεως, τὸ δὲ βίᾳ. ὅλως δὲ ἡ αἰσθητὴ οὐσία, συμφόρησίς ἐστι ποιοτήτων καὶ ὕλης, καὶ ὁμοῦ μὲν πάντα συμπαγέντα μίαν ποιεῖ, χωρὶς δὲ λαμβανόμενον ἕκαστον τὸ μὲν ποιὸν τὸ δὲ ποσόν ἐστιν ἤ τι ἄλλο. καὶ ὃ μὲν ἂν ἐκλεῖπον μήπω ἀπηρτισμένην παρέχηται, μέρος ἔσται αὐτῆς· ὃ δ’ ἂν γενομένῃ ἐπισυμβῇ, ἐπίκτητον ἔσται καὶ συμβεβηκός. καὶ ἕκαστον μὲν τῶν συνιόντων οὐκ ἔστιν οὐσία, τὸ δὲ ὅλον τὸ ἐκ πάντων οὐσία ἐστίν. οὐ γὰρ τὸ ὅλον ἀληθὴς ἦν οὐσία ἡ αἰσθητὴ οὐσία, ἀλλὰ μιμουμένη τὴν ἀληθῆ. διὰ ταῦτα καὶ συμβαίνει ἐξ ἀνάγκης μήτε πάντα τοῦ εἶναι μετέχειν κυρίως τὰ ἐπ’ αὐτῆς μήτε ἡμᾶς τὰ ὑπάρχοντα λαμβάνοντας δύνασθαι τὰ κατ’ οὐσίαν προσόντα αὐτῇ περιλαβεῖν. ὁ γὰρ αὐτὸ τὸ εἶναι ζητῶν ἀόρατόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐπὶ δὲ τοῖς ἀποδεδομένοις οὐσίας ἰδίοις ἐκεῖνο παρατηρήσεις· ἐπεὶ γὰρ ἕκαστον τῶν ὄντων γινώσκομεν ταῖς τε οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιαιρουμέναις πρὸς αὐτάς (αἱ μὲν γὰρ τί ἐστι τὸ πρᾶγμα, αἱ δὲ τί οὐκ ἔστι σημαίνουσιν), ἐξ ἀμφοτέρων δὲ ἡ ἐντελεστάτη κατάληψις γίνεται, τὸ μὲν συνωνύμως λέγεσθαι καὶ τὸ τόδε τι σημαίνειν καὶ τὸ τῶν ἐναντίων εἶναι δεκτικήν, καὶ ὅσα τοιαῦτα περὶ οὐσίας λεγόμενα τὴν τῶν ὑπαρχόντων αὐτῇ ἐνέφαινον ἰδιότητα· τὸ δὲ μηδὲν ἔχειν ἐναντίον καὶ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἃ οὐκ ἔστιν ἀπέφασκον. ἀγαπητὸν δὲ περὶ τῶν μεγίστων καὶ χαλεπῶν τὸ καὶ μικρῶν εὐπορεῖν. κἀν τοῖς ἀνωτάτοις δὲ καὶ πρώτοις γένεσιν, ἐπεὶ μὴ ὅρῳ τὴν φύσιν εἰπεῖν εἴχομεν (δεήσει γὰρ τῶν ἀνωτάτω ἀρχῶν ἑτέρας ἀνωτέρας εἶναι), δι’ ὑπογραφῆς καὶ λόγων ἐξωτερικῶν ἀμωσγέπως αὐτὰ δηλοῦν ἐπιβάλλομεν. οὔσης δὲ τῆς πραγματείας περὶ τῶν ὄντων κατὰ τὰς φερομένας δόξας περὶ αὐτῶν τοῖς πολλοῖς, δεῖ τοὺς ἐντελέστερον πραγματευομένους μετὰ τὸ διαρθρῶσαι τὰς πεπλανημένας ὑπολήψεις καὶ ἀορίστους καὶ τὴν οἰκείαν ἐκτιθέναι καὶ ἀληθῆ· ταῖς μὲν γὰρ ἄν ὁ πολὺς ἡσθείη, τῇ δὲ ὁ σοφὸς ἀρεσθείη. ὃ δὴ καὶ αὐτοὶ ποιεῖν προεθέμεθα, προηγουμένως μὲν καθ’ ἑκάστην τῶν κατηγοριῶν κατὰ τὴν περὶ αὐτῶν κρατοῦσαν δόξαν ἐν τοῖς πολλοῖς θεωρεῖν, εἶτα καὶ τὴν ἐπιβάλλουσαν ἐπιστημονικὴν ἐπάγειν ἐπίσκεψιν. καὶ δὴ αὐτίκα οὔτε τὴν αἰσθητὴν οὐσίαν καὶ μερικὴν τῆς διανοητῆς καὶ καθόλου 〈κυριωτέραν καὶ〉 πρώτην καὶ μάλιστα φήσομεν, οὔτε πολλῷ μᾶλλον τῆς νοητῆς καὶ ἀΰλου καὶ καθ’ ἑαυτὴν ἑστώσης, ἀλλὰ τοὐναντίον ἅπαν κυριώτερον μὲν ἡγεῖσθαι 〈δεῖ〉τοῦ μερικοῦ τὸ καθόλου (τὸ μὲν γὰρ μένει, τὸ δὲ φθείρεται) καὶ πρῶτον καὶ μάλιστα· συναναιρεῖ γὰρ ἀναιρούμενον καὶ συνεισφέρεται μὴ συνεισφέρον.2 καταλυομένης οὖν ἐντεῦθεν καὶ τῆς ἐκείνως λεγομένης εἰς πρώτας καὶ δευτέρας τῶν οὐσιῶν διαιρέσεως, ἥδ’ ἂν κατὰ φύσιν καὶ ἐπιστήμην ἀντεισαχθείη. τῆς οὐσίας τὸ μὲν νοητὸν καὶ ἀσώματον, οἷον ἄγγελος νοῦς καὶ ψυχή (ἡ γὰρ δημιουργικὴ τῶν ὄντων αἰτία καὶ οὐσίας καὶ ὅλως ὄντος ὑπερεξῄρηται), τὸ δὲ αἰσθητὸν καὶ σωματικόν· καὶ τούτου τὸ μὲν ἔμψυχον, τὸ δὲ ἄψυχον. καὶ τοῦ ἀψύχου τὸ μὲν κύκλῳ φέρεται, ὡς ἅπας ὁ οὐρανὸς καὶ τὰ περὶ αὐτὸν σώματα, τὸ δὲ κατ’ εὐθεῖαν. καὶ τούτου τὸ μὲν ἄνω καὶ πέριξ, οἷον τὸ πῦρ καὶ ἀήρ, τὸ δὲ κάτω καὶ περὶ τὸ μέσον, ὡς ὕδωρ καὶ γῆ. τοῦ δ’ ἐμψύχου τὸ μὲν ἀναίσθητόν ἐστιν ὡς τὸ φυτόν, τὸ δὲ αἰσθητικόν. καὶ τούτου τὸ μὲν ἀμετάβατον, ὃ δὴ καὶ ζωόφυτον λέγομεν, τὸ δὲ μεταβατικόν, οἷόν ἐστι τὸ ζῷον. τούτου δὲ τὸ μὲν λογικόν, τὸ δ’ ἄλογον· καὶ τοῦ λογικοῦ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. διαιρεθείη δ’ ἂν καὶ ἕκαστον τούτων εἰς ἕτερα πλείονα, ἀλλ’ οὖν ἡμῖν εἰς ἔνδειξιν ἀρκέσει καὶ ταῦτα. καὶ περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω.
而且在可毁灭的事物中,火能容纳温热,雪能容纳寒冷,却不能容纳对立者。或者针对这些疑难应当简要地说:既然这一论述毋宁是关于可感且可运动变化的实体的,那么无论可知解的实体,还是虽可感却不可变的实体,都不会被这一规定所涵盖。火与雪并不是能容纳温热或寒冷,而是在这些性质中被实体化了;而对对立者的分有必须是后天获得的。但也不应当要求所有对立者都呈现在能容纳者之中,反之在某些事物中,哪怕仅有一种方式,也足以表明其本性是能够容纳的,正如在火上依据运动与场所的对立那样;因为向下运动与向上运动是对立的,而火对二者皆有所承受(一者出自自然,另一者出于强力)。总之,可感实体是诸性质与质料的聚积,所有这些一同凝结便形成一个实体,但每一项被单独抽取出来时,或者是一种性质,或者是一种数量,抑或是其他某种东西。而那因缺失而使得实体尚未完备者,将是该实体的一部分;而在实体生成之后附加于其上的,将是后天的偶性。结合在一起的每一项都不是实体,但由全部构成的整体则是实体。因为可感实体本来就不是真正的实体,而是对真正实体的摹仿。正是由于这些原因,必然导致在其之上的一切既不能真正地分有存在,我们借由把握附随属性亦不能涵盖就其实体而言归属于它的事物。因为探求存在本身的人,所探求的是某种不可见且高于可感实体的东西。关于这些问题暂论至此。 关于赋予实体的独有特征,你当留意以下几点:既然我们认识每一存在物既是通过它们固有的种差,亦是通过与它们对勘区分的种差(前者表示事物是什么,后者表示事物不是什么),而最完满的把握正是从二者中产生的;那么,同义地被说、表示这一个、能够容纳对立者,以及凡关于实体所说的诸如此类的事情,都显示了现实归属于它的固有特性;而没有任何对立者以及不容纳较多与较少,则否定了它所不是的东西。关于最重大且最困难的事情,即便能获得少量成果亦当感到欣慰。在最上位且最初的诸类中,既然我们无法用定义来述说其本性(因为需要有比最高原理更高级的其他原理),我们便尝试通过轮廓描绘和外在言说在某种程度上予以明示。既然关于诸存在物的探讨是依据流传于大众中的关于它们的意见进行的,那么更完备地探讨者在厘清那些游移不定且无所限定的假定之后,必须进而阐明固有且真确的看法;因为大众为前者所取悦,而智者则为后者所满意。这正是我们自身立意要做的事:首先在每个范畴上依据盛行于大众中的关于它们的意见进行考察,随后再引入相称的科学探究。于是我们随即不会说:可感且个别的实体比起由思想理解的普遍实体是〈更具主导性的且〉最初且最是实体的,更不必说比起可知解、无质料且自立的实体了;相反,我们〈应当〉完全反过来认为普遍者比个别者更具主导性(因为一者常驻,另一者消亡),且是最初并最是实体的;因为普遍者被取消时将同时取消个别者,而个别者被引入时普遍者亦被共同引入,普遍者自身被引入时却不同时引入个别者。因此,从这里既然摧毁了那种将实体区分为第一实体与第二实体的说法,便可以依照自然与科学代之以引入如下划分: 在实体中,一部分是可知解且无物体的,例如天使、理智与灵魂(因为诸存在物的创造因甚至超绝于实体以及总体而言的存在之上);另一部分则是可感且属物体的。在后者中,一部分是有灵魂的,另一部分是无灵魂的。在无灵魂者中,一部分做圆周运动,如整个天空及其周围的天体;另一部分则沿直线运动。在沿直线运动者中,一部分向上且居于周边,如火与空气;另一部分则向下且围绕中心,如水与土。在有灵魂者中,一部分无感觉,如植物;另一部分具有感觉能力。在具有感觉能力者中,一部分不能位移,这正是我们所说的“植动物”;另一部分能够位移,例如动物。在动物中,一部分具有理性,另一部分无理性;而在具有理性者中,一部分是会死的,另一部分是不死的。这些当中的每一者亦可区分为更多其他事物,但对我们而言,这些作为例示已然足够。关于实体,便谈这么多吧。
- 1.5τὴν φύσιν ὅτι δεκτικὴ παραστῆσαι
前置先取句式(prolepsis),其中 ὅτι 从句的主语(ἡ φύσις)被提前充当了支配动词(不定词 παραστῆσαι)的直接宾语。在构词逻辑上等同于 παραστῆσαι ὅτι ἡ φύσις δεκτική ἐστιν(“表明其本性是能够容纳的”)。
- 1.5συναναιρεῖ γὰρ ἀναιρούμενον καὶ συνεισφέρεται μὴ συνεισφέρον.
主语承前指“普遍者”(τὸ καθόλου)。分词 ἀναιρούμενον 具有条件含义(“当普遍者被取消时”),支配宾语个别者(τὸ μερικόν)并表达同时取消(συναναιρεῖ)的逻辑关系。后半句 καὶ συνεισφέρεται μὴ συνεισφέρον 则高度凝练地表达了逻辑上单向蕴涵的非对称性:普遍者随个别者的引入而被共同引入(中间/被动态 συνεισφέρεται),但其自身的引入却并不随同引入个别者(主动分词 συνεισφέρον)。
