- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:17.28-19.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《范畴篇》第5章,消解了关于质料与程度差异的难点,并指出不容纳较多与较少并非实体独有(因为数量亦具有此特性)。随后,作者阐述了实体最显为独有的特征——通过自身的变化接纳对立者,驳斥了陈述与意见的反例,并对可知解且永恒的实体提出了疑难。
ἀλλ’ οὐδὲ τῷ λογικώτερον ἄνθρωπον ἀνθρώπου λέγεσθαι κατὰ τὴν οὐσιώδη λογικότητα διαφέρειν αὐτοὺς εἴποιμεν1 (ἐκείνη γὰρ ἐπ’ ἴσης) ἀλλὰ κατὰ τὴν ἕξιν ἢ τὴν ἐνέργειαν. ὁ μέντοι περὶ τῆς ὕλης λόγος ἐν τούτοις προσίσταται· οὐσία γάρ πως οὖσα μᾶλλον καὶ ἧττον λέγεται καὶ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ὅλως τὰ ἐναντία ἐν αὐτῇ φανταζόμεθα. ἢ καθὸ μὲν δυνάμει πάντα, αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν διαφέρει2 (ἴσην γὰρ καὶ ὡσαύτως τὴν πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν ἔχει), ἀπὸ μέντοι τῆς πρὸς τὸ εἶδος σχέσεως ἡ τοιαύτη παράλλαξις αὐτῇ παραγίνεται. ὥστε οὐκ ἄν ὅλως ἐπιδέχεται ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· ἀριθμὸς γὰρ ὁ γ’ τοῦ δ’ οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐδὲ τόπος τόπου οὐδ’ ἄλλο τῶν τοιούτων οὐδέν. Μάλιστα δὲ ἴδιον οὐσίας δοκεῖ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐδὲν ἂν ἔχοι τις τὸ τοιοῦτον προσενεγκεῖν, ὅσα μή ἐστιν οὐσία, ὃ ἓν ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον τὸ χρῶμα, ὃ ἔστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἔσται λευκὸν καὶ μέλαν, οὐδὲ ἡ αὐτὴ πρᾶξις καὶ μία τῷ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μὴ ἔστιν οὐσία. ἡ δέ γε οὐσία, ἓν καὶ ταὐτὸ ἀριθμῷ ὄν, δεκτικὴ τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἷς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γίνεται, καὶ θερμός γε καὶ ψυχρός, καὶ φαῦλός γε καὶ σπουδαῖος. ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἶναι δεκτικά. ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι, οἷον εἰ ἀληθὴς εἴη λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· δόξαν δὲ ἐνταῦθα τὸν ἐνδιάθετον λόγον ἐν ψυχῇ καὶ ἄνευ φωνῆς λέγομεν. εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς ὁ αὐτὸς οὗτος δοξάζει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν. εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει. τὰ μὲν γὰρ τῶν οὐσιῶν αὐτὰ μεταβάλλοντα δεκτικὰ τῶν ἐναντίων ἐστί· ψυχρὸν γὰρ ἐκ θερμοῦ γενόμενον μετέβαλεν (ἠλλοίωται γάρ) καὶ φαῦλον ἐκ σπουδαίου. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕκαστον αὐτὸ μεταβολὴν δεχόμενον τοῦ ἐναντίου3 δεκτικόν ἐστιν. ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντη πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μὲν γὰρ λόγος διαμένει τοῦ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης. ὥστε τῷ τρόπῳ γε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι. εἰ δέ τις καὶ ταῦτα παραδέχοιτο, τὴν δόξαν καὶ τὸν λόγον φάσκων δεκτικὰ τῶν ἐναντίων εἶναι, οὐκ ἔστιν ἀληθὲς τοῦτο. ὁ γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων εἶναι δεκτικὰ λέγεται, ἀλλὰ τῷ περὶ ἕτερον τὸ πάθος γεγενῆσθαι. τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ μεταβάλλεσθαι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὰ δεκτικὰ εἶναι τοῦ ἐναντίου. ἁπλῶς γὰρ ὑπ’ οὐδενὸς οὔτε ὁ λόγος κινεῖται οὔτε ἡ δόξα· ἅμα γὰρ τῷ ῥηθῆναι ὁ λόγος ἔφθαρται καὶ τῷ δοξασθῆναι ἡ δόξα· ὁ δὲ μὴ μένει μηδὲ ἔστιν ὅλως, πῶς ἂν κινηθείη ἢ δέξεταί τι ἢ ἀποβαλεῖ;4 ὥστε οὐκ ἂν εἴη δεκτικὰ τῶν ἐναντίων, μηδενὸς ἐν αὐτοῖς γινομένου πάθους. ἡ δέ γε οὐσία τῷ αὐτὴ τἀναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων λέγεται· νόσον γὰρ καὶ ὑγείαν ὁ αὐτὸς καὶ εἷς ἄνθρωπος ὁ Σωκράτης δέχεται, καὶ λευκότητα καὶ μελανίαν, καὶ ἕκαστον τῶν τοιούτων ἡ αὐτὴ οὐσία δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται. ἀλλ’ εἰ τοῦτο μάλιστα οὐσίας ἴδιον, τί ἂν περὶ τῆς νοητῆς οὐσίας καὶ ἀμεταβλήτου λέγοιμεν, ἢ τίνα τὰ ἐναντία περὶ αὐτήν, ἀναιρουμένων τῶν αἰσθητῶν ποιοτήτων; καὶ περὶ τῶν σωματικῶν μὲν ἀϊδίων δὲ τὸ αὐτὸ ἀπορεῖν εὔλογον. τίνος γὰρ ὁ ἥλιος ἐπιδεκτικὸς ἐναντιότητος ἔσται ἢ αὐτὸς ὁ οὐρανός, ἀεί τε τὸ εἶδος συμπαραμένον ἔχοντες καὶ ἀεὶ κινούμενοι;
而且,我们亦绝不会说,由于一个人比另一个人被说成是更理性的,他们就在本相的理性上有所差异(因为那〔理性〕是均等具有的),而是在习性或现实活动上有所差异。然而,关于质料的论证在此处构成了一个障碍;因为质料在某种意义上作为实体,被说成是较多和较少,以及大和小、多和少,并且我们在质料中总括地设想了诸对立者。或者不如说,就质料在潜能上是万物而言,它就自身而言绝无差异(因为它对所有存在物都拥有均等且同样的面貌与接纳能力);然而,由它与形相的关系,产生了附加于它的此类变异。因此,实体绝不容纳较多与较少。但是,实体不容纳较多与较少这一点,亦非实体的独有特征。因为数量亦不容纳较多与较少;因为数字三并不比四较多或较少,场所并不比场所较多或较少,此类事物中的任何其他事物亦非如此。 然而,实体最显为独有的特征,似乎是在数目上作为同一且为一的事物,能够通过自身的运动变化容纳对立者。例如,在其他凡非实体的事物上,人们绝不能举出任何数目为一而能容纳对立者的事物;例如在数目上同一且为一的颜色,绝不可能既是白又是黑,在数目上同一且为一的行动,亦不可能既是劣恶的又是高尚的;在其他凡非实体的事物上亦同样如此。反之,实体在数目上作为一且同一者,能容纳对立者;例如具体的某个人,作为一且同一者,有时变白,有时变黑,变温热亦变寒冷,变劣恶亦变高尚。但在其他事物中绝不见有此类现象,除非有人提出异议,声称陈述与意见能够容纳对立者。因为同一陈述似乎既能为真亦能为假;例如若“某人正坐着”是一句真陈述,那么当他站起来时,这同一陈述将是假的。对于意见亦同样如此;在此处我们把意见称为灵魂中无声的内在陈述。因为若某人真确地认为某人正坐着,当坐者站起来时,这同一个人持有关于他的同一意见却成了错误的认为。然而即使有人把这一点亦接受下来,但它们至少在方式上有所不同。因为诸实体是通过自身运动变化而容纳对立者的;因为由温热变为寒冷者已经运动变化了(因为它被变质了),由高尚变为劣恶者亦然。同样在其他事物上,各个事物都是通过自身接受运动变化而容纳对立者的。但陈述与意见自身则全然且绝对保持不动,而是在事物发生运动变化时,对立的情形围绕着它们产生;因为“某人正坐着”的陈述保持不变,但随着事物发生运动,它被说成是有时为真,有时为假。对于意见亦同样如此。因此,至少在方式上,依据自身运动变化而容纳对立者应当是实体的独有特征。即使有人进一步把这些亦接受下来,声称意见与陈述能容纳对立者,这亦非属实。因为陈述与意见之所以被称为能容纳,并不是由于它们自身接纳了对立者中的某种东西,而是由于承受状态发生在了另一事物身上。因为正是借由事物之存在并运动变化,陈述才借此被说成是真或假,并非由于它们自身能容纳对立者。因为简而言之,陈述与意见都不受任何事物的运动;因为陈述一经说出便已消亡,意见一经被认为便已消亡。而那并不持存甚至全然不存在之物,又怎能被运动,或接纳什么,或弃绝什么呢?因此,既然在它们之中未发生任何承受状态,它们就不能容纳对立者。反之,实体正是借由自身接纳诸对立者,才借此被称为能容纳对立者;因为同一且为一的人苏格拉底接纳疾病与健康,亦接纳白与黑,同一实体接纳此类事物中的每一者,借此被称为能容纳对立者。但若这最是实体的独有特征,那么关于可知解且不可变的实体,我们能说些什么呢?或者当可感性质被取消时,围绕着它又有什么是对立者呢?并且对于虽然属于物体却是永恒的实体提出同样的疑难,亦是合乎情理的。因为始终保有相伴随的形相且始终运动的太阳或天空自身,究竟能容纳何种对立性呢?
- 1.5ἀλλ’ οὐδὲ τῷ λογικώτερον ἄνθρωπον ἀνθρώπου λέγεσθαι κατὰ τὴν οὐσιώδη λογικότητα διαφέρειν αὐτοὺς εἴποιμεν
带冠词不定式与格短语 τῷ ... λέγεσθαι 表示原因(原因与格),修饰主句谓语 εἴποιμεν。在主句内部,不定式 διαφέρειν 作为 εἴποιμεν 的宾语,其逻辑主语为宾格代词 αὐτούς。
- 1.5ἢ καθὸ μὲν δυνάμει πάντα, αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν διαφέρει
连词 ἤ 引出对关于质料之难点的替代性解答或反驳。从属小句 καθὸ ... πάντα 中省略了系动词 ἐστί,καθό 表达“在……的范围内 / 就……而言”的限定。
- 1.5τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ μεταβάλλεσθαι, τούτῳ καὶ ὁ λόγος ἀληθὴς ἢ ψευδὴς εἶναι λέγεται, οὐ τῷ αὐτὰ δεκτικὰ εἶναι τοῦ ἐναντίου
此句为相关结构 τῷ ... , τούτῳ ...,其中表原因或手段的与格结构 τῷ εἶναι ... καὶ μεταβάλλεσθαι(其逻辑主语为宾格 τὸ πρᾶγμα)由主句中的指示代词与格 τούτῳ 所承接。末尾的并列短语 οὐ τῷ αὐτὰ δεκτικὰ εἶναι 则表示被否定的替代性原因。
- 1.5ὁ δὲ μὴ μένει μηδὲ ἔστιν ὅλως, πῶς ἂν κινηθείη ἢ δέξεταί τι ἢ ἀποβαλεῖ;
句首的 ὁ 用作相当于关系代词或指示代词的形式(“那既不持存亦全然不存在者”),构成主语从句。在修辞疑问句的主句中,带有 ἄν 的可能希求法 κινηθείη 与将来时直陈式 δέξεται、ἀποβαλεῖ 由 ἤ 连接,强调不存在之物绝不可能充当运动变化的承受主体。
