← 佚名

亚里士多德《范畴篇》释义

§16.11-17.28

实体没有对立面与不容纳程度差异

本节依据亚里士多德《范畴篇》第5章,论述实体没有对立面(但因该特征亦适用于数量等范畴而并非实体的独有特征),驳斥了在实体或原理中设定对立的观点,并进而探讨实体在同一序列内不容纳“较多与较少”这一特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#4

〈ὥστε〉 οὐκ ἂν εἴη οὐδὲ τοῦτο οὐσίας ἴδιον· ἐλλείπει γὰρ ὥσπερ τὸ πλεονάζειν τὰ πρὸ αὐτοῦ. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι. τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον. οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον. οὐ μόνης δὲ τοῦτο τῆς οὐσίας ἐστίν, ἀλλὰ γὰρ καὶ ἐπ’ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ· τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενί ἐστιν ἐναντίον. πρὸς δὲ τοὺς ἐνισταμένους ἐπὶ τὰς ἀντιδιῃρημένας τῶν οὐσιῶν, ἐναντιοῦσθαι λέγοντας τὸ σῶμα τῷ ἀσωμάτῳ ἢ τὸ λογικὸν τῷ ἀλόγῳ, οὕτω δεῖ ἀπαντᾶν ὡς εἰ μὲν ἀπόφασις τοῦ σώματος τὸ ἀσώματον ἢ τοῦ λογικοῦ τὸ ἄλογον, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον·1 εἴτε δὲ καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ σώματος καὶ τοῦ λογικοῦ, οὐκ ἂν οὐδὲ οὕτως εἴη ἐναντίον. πῶς γὰρ τὸ παράγον καὶ τάττον ἐναντίως ἔχει πρὸς τὸ παραγόμενον ὑπ’ αὐτοῦ καὶ ταττόμενον; νοῦς γὰρ καὶ λόγος ὑφίστησι τά τε σώματα καὶ τὰ ἄλογα. ἀλλ’ οὐδὲ εἶδος εἴδει ἐναντίον, ὡς ἄν εἴποι τις περὶ πυρός τε καὶ ὕδατος, ἀλλὰ κατὰ τὰς διαφορὰς καὶ ποιότητας τοῖς στοιχείοις ἡ ἀντίθεσις γίνεται. ἀλλ’ οὐδὲ οἱ ἐν ταῖς ἀρχαῖς τὴν ἐναντίωσιν θέμενοι ἧττον ἄτοπα λέγουσι, καὶ τῇ οὐσίᾳ τὴν μὴ οὐσίαν ἀντιτιθέντες ἢ τῇ τοῦ ἀγαθοῦ φύσει τὴν τοῦ κακοῦ καὶ τὴν τῶν χειρόνων ἀρχὴν τῇ τῶν βελτιόνων. εἰ μὲν γὰρ μὴ ὂν λέγουσι τὸ μηδαμῶς ὄν, οὐδεμίαν ἕξει τὴν σχέσιν ἢ τὴν παράθεσιν πρὸς τὸ ὄν· εἰ δὲ μετέσχε πῃ τοῦ ὄντος, πῶς πάντη κεχώρισται ἢ τῷ ὄντι ἀντίκειται, ὅ γε αὐτοῦ μετείληφεν; εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι, αὐτὸ τὸ εἶναι ἓν ἕξουσιν. εἰ δὲ κατ’ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῄρηνται καὶ ἀλλήλων ἀφίστανται, ὡς καθάπαξ ἠλλοτριωμέναι καὶ μηδὲν κοινὸν ἔχουσαι, οὐδὲ τῆς τῶν ἐναντίων μεθέξουσι σχέσεως. καὶ εἰ μέν, ὥσπερ εἴωθε λέγεσθαι, ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν, οἷον ἀπὸ τοῦ θείου καὶ ἀύλου καὶ νοητοῦ τὸ αἰσθητὸν παράγεται καὶ ὁρώμενον, ὡς ἂν ἀπὸ τοῦ πρώτου ἔσχατον καὶ ἀπὸ ποιητοῦ ποίημα, πῶς ἂν ἔχοι πρὸς αὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντη ἀπ’ αὐτοῦ κεχωρίσθαι, εἴπερ ἀπ’ αὐτοῦ τὴν ὅλην ἔσχεν ὑπόστασιν; εἰ δέ γε ἐξ ἀρχῆς καθ’ ἑαυτὰ ὑφέστηκεν, διὰ τί τὸ μὲν ἔσται ὂν τὸ δὲ μὴ ὄν, ἢ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, εἴπερ ἀρχαὶ ἄμφω καὶ αἴτια; πῶς δὲ καὶ συνῆλθε τὰ δύο, ἄπορον εὑρεῖν. εἰ δὲ τρίτου δέοι τοῦ συνάξοντος, πῶς ἔσται ταῦτα πρῶτα καὶ ἀνώτατα ἐναντία, ὥσπερ ἐλέγετο; εἰ δὲ ἀσύνακτα μεμενήκασι, πῶς γένεσις ἐπετελέσθη καὶ τόδε τὸ πᾶν; τοσαῦτα οὖν καὶ ἔτι πλείω ἄτοπα ἕψεται τοῖς ἐν τάξει ἀρχῆς μετὰ τοῦ ὄντος καὶ τοῦ ἀγαθοῦ τὸ μὴ ὂν καὶ τὸ κακὸν ἀπολείπουσιν. Ἐπεὶ δὲ πρὸς τοῖς ἄλλοις οὐδὲ τὸ μὴ ἐπιδέχεσθαι ἐναντίωσιν ἴδιον τῆς οὐσίας ἐφάνη, μεταβῶμεν ἐφ’ ἕτερον· δοκεῖ γὰρ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον2 οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν· ἐν οἷς γὰρ διαιροῦντες τὰς μὲν οὐσίας πρώτας καὶ μάλιστα, τὰς δὲ δευτέρας καὶ ἥττονας ὠνομάζομεν, τί ἄλλο ἢ τοῦτο παρεδηλοῦμεν; καὶ μετὰ μικρὸν δέ, ὁπηνίκα τὰς μὲν ὡς νοητὰς καὶ ἀύλους θεωρῶμεν, τὰς δὲ ὡς αἰσθητὰς καὶ ὑλικάς, ἢ τὰς μὲν λογικὰς τὰς δὲ ἀλόγους, τὸ κἀν τῇ οὐσίᾳ παρεῖναι τὸ ἀτιμότερον καὶ τὸ τιμιώτερον παριστάνομεν), ἀλλ’ ὅτι ἐπὶ τῶν ὁμοταγῶν καὶ ὁμοστοίχων ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον. οἷον εἰ ἔστιν αὕτη ἡ οὐσία ἄνθρωπος, οὐκ ἔστι μᾶλλον καὶ ἧττον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ οὔθ’ ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκόν ἐστιν ἕτερον ἑτέρου μᾶλλον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καὶ ἧττον καλὸν λέγεται, καὶ ἑαυτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν λέγεται εἶναι νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται. ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον οὐσία καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ὁ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐθέν, ὅσα ἐστὶν οὐσία.

〈因此〉这亦不能是实体的独有特征;因为正如在它之前的各特征是过宽的那样,[这一特征]是过窄的。而且对诸实体而言,没有任何与它们对立之物,这一点亦属于它们。因为对于第一实体而言,什么能够是对立的呢,比如对于具体的某个人或具体的某种动物而言?因为没有任何对立之物。而对于人或对于动物而言,同样没有任何对立之物。然而这不仅属于实体,亦属于其他许多事物,例如在数量上;因为对于二肘尺或三肘尺的事物没有任何对立之物,对于十亦然,对于任何此类事物亦然,除非有人称多与少对立,或大与小对立;但在已限定的数量中,没有任何事物与任何事物对立。而对于那些基于相对立而划分的实体提出异议、主张物体与非物体对立或理性与非理性对立的人,应当如此回应:若非物体是物体的否定,或非理性是理性的否定,则否定不是对立;若它具有肯定的效力,表明某种不同于物体和理性的形相,即使如此它亦不可能构成对立。因为那产生并秩序化者,怎会与其所产生并秩序化者处于对立状态呢?因为理智与理性确立了诸物体与诸非理性之物。形相亦非与形相构成对立,正如人们或许就火与水所说的那样;相反,诸元素中的对立是依据种差和性质而产生的。而且那些在诸原理中设定对立性的人所说的荒谬之论亦绝不亚于此,他们将非实体与实体对立起来,或将恶的自然本性与善的自然本性对立起来,将较差之物的原理与较优之物的原理对立起来。因为若他们所谓的非存在是指绝不存在者,则它对于存在将不具有任何关系或并置;但若它在某方面分有了存在,那么既然已经分享了它,它又怎能全然分离或与存在相对立呢?若它们作为两个分离的实体而存在,它们将把“存在”本身作为一而共同拥有。若它们因绝对的相异性而超拔并彼此隔绝,作为彻底异化且毫无共同之物者,它们甚至不会分有对立者的关系。而且,若如人们通常所说,非存在产生于存在——例如可感且可见之物产生于神圣、非质料且可知解之物,如同末后者产生于最初者,制造之物产生于制造者——那么,若它确实从存在获得了全部存立,它又怎能因全然脱离存在而对其具有对立性呢?但若它们从一开始就各自自相存立,既然两者都是原理与原因,为何一者将是存在而另一者是非存在,或一者是善而另一者是恶呢?两者又如何结合在一起,亦难以探寻。若需要第三者来把它们结合起来,它们又怎会如先前所言是第一的且最高程度的对立者呢?若它们保持不可结合的状态,生成以及这个宇宙又怎能得以完成呢?因此,对于那些在原理的序列中与存在和善一同留下非存在与恶的人而言,必将伴随着如此之多且更多的荒谬。 既然除了其他特征之外,不容纳对立性亦显出并非实体的独有特征,我们就转向另一特征:因为实体似乎不容纳“较多”和“较少”。我这样说,并不是因为一个实体相对于另一实体不是“较多是实体”和“较少是实体”(因为这一点确实已被说过是存在的;我们在划分实体并将一些命名为第一的且最为实体的,而将另一些命名为第二的且较少实体的论述中,除了暗示这一点之外还在表明什么呢?稍后,当我们把一些实体视为可知解且非质料的,而把另一些视为可感且质料的,或把一些视为理性的,另一些视为非理性的时,我们亦表明了较卑微者与较尊贵者亦存在于实体之中),而是指在同等序列与同等品位的事物中,每个实体作为其所是的本然之物,不被说成是较多和较少。例如,若这个实体是人,无论是自身相比于自身,还是另一者相比于另一者,都不是较多和较少是人;因为一个人并不比另一个人较多是人,正如白之物比另一物较多是白,美之物比另一物被说成是较多和较少是美,并且相比于自身亦被说成是较多和较少(例如一个物体身为白的,被说成是现在比以前较多是白的,身为温热的,被说成是较多且较少是温热的)。但实体绝不被说成是较多或较少是实体;因为人绝不被说成是现在比以前较多是人,凡属于实体的事物中亦没有任何其他事物会如此被说。

语法注2 条
  1. 1.5πρὸς δὲ τοὺς ἐνισταμένους ἐπὶ τὰς ἀντιδιῃρημένας τῶν οὐσιῶν, ἐναντιοῦσθαι λέγοντας τὸ σῶμα τῷ ἀσωμάτῳ ἢ τὸ λογικὸν τῷ ἀλόγῳ, οὕτω δεῖ ἀπαντᾶν ὡς εἰ μὲν ἀπόφασις ... εἴτε δὲ καταφατικὴν ἔχει δύναμιν ... οὐκ ἂν οὐδὲ οὕτως εἴη ἐναντίον.

    句首的介词短语 πρὸς τοὺς ἐνισταμένους(对于提出异议的人)由分词 λέγοντας(主张……的人)修饰,依赖于非人称主句 δεῖ ἀπαντᾶν(应当回应)。ὡς 引导回应的内容,其下展开二选一的条件句结构(εἰ μὲν ἀπόφασις ... εἴτε δὲ καταφατικὴν ἔχει δύναμιν),从而得出在两种情况下均不能构成对立的结论(οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον / οὐκ ἂν οὐδὲ οὕτως εἴη ἐναντίον)。

  2. 1.5λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία καὶ ἧττον οὐσία ... ἀλλ’ ὅτι ἐπὶ τῶν ὁμοταγῶν καὶ ὁμοστοίχων ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον καὶ ἧττον.

    主句动词 λέγω 支配着对举结构 οὐχ ὅτι ... ἀλλ' ὅτι(不是说……,而是说……)。在前面的 οὐχ ὅτι 从句之后插入了一段较长的解释性括号句((τοῦτο μὲν γὰρ εἴρηται ... παριστάνομεν)),用以说明不同等级实体之间确实存在优劣差别;但句子的骨干由随后的 ἀλλ’ ὅτι 从句承接,明确了作者的限定性论点:即在同一序列内,实体作为“其所是的本然之物”(τοῦτο ὅπερ ἐστίν)并不被说成是较多或较少。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:16.11-17.28