- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:14.28-16.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为对亚里士多德《范畴篇》第5章的注释,作者区分了部分在全体之中与在基底主语之中的不同,阐明了理智与灵魂的居留方式,并进而探讨了实体与种差中同名同义述谓的特性,以及作为实体随伴性质的“这个”(tode ti)在第一实体与第二实体中的不同指称。
οὕτω κἀνταῦθα συναγωγὸν ἀμφοτέρων τὴν διαφορὰν συνεστήσατο, μέρος οὖσαν οὐσίας καὶ συμπληροῦσαν αὐτήν. μὴ ταραττέτω οὖν ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι·1 οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο, τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι, ἀλλὰ τὰ μὴ ὡς μέρη. εἰ δὴ κοινὸν κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, τί ἂν περὶ τοῦ νοῦ ἢ τῆς ψυχῆς φήσαιμεν καὶ πρὸ τούτων περὶ τῶν ἰδεῶν αὐτῶν; αἱ μὲν γὰρ ἐν νῷ ὑφεστήκασιν, ὁ δὲ ἐν ψυχῇ, ἡ δὲ ἐν σώματι. ἢ μὴ ὡς ἐν ὑποκειμένῳ μηδὲ κατὰ συμβεβηκότα τὴν ἐν τούτοις εἶναι δεῖ λέγειν μέθεξιν, ἀλλ’ ὡς οὐσίαν ἐν ἑτέρᾳ οὐσίᾳ, τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν καὶ τὴν χωριστὴν καὶ ἀσώματον ἐν τῇ ἀτελεῖ καὶ σωματικῇ, καὶ τὴν συνέχουσαν καὶ κρατοῦσαν ἐν τῇ ἐχομένῃ καὶ ἀρχομένῃ, ὥσπερ ἄν εἰ καὶ ἐν νηὶ κυβερνήτην ἐνεῖναι λέγοιμεν2 ἢ ἐν ἅρματι ἡνίοχον. Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως τὰ ἀπ’ αὐτῶν λέγεσθαι. πᾶσαι γὰρ αἱ ἀπὸ τούτων κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ’ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ καὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. καὶ τὸν λόγον δὲ αἱ πρῶται οὐσίαι ἐπιδέχονται καὶ τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου φυσικῶς λέγεται καὶ οὐσιωδῶς, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ὡσαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχονται τὰ εἴδη τε καὶ τὰ ἄτομα. συνώνυμα δέ γε ἦν, ὧν καὶ τοὔνομα κοινὸν καὶ λόγος ὁ αὐτός· ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ διαφορῶν συνωνύμως λέγονται. ἀλλὰ πῶς οὐσίας μόνης καὶ διαφορᾶς τὴν συνώνυμον κατηγορίαν ἐθέμεθα, ὁρῶντες ἐνοῦσαν κἀν ταῖς ἄλλαις τῶν κατηγοριῶν αὐτήν; πάντα γὰρ τὰ ἐν ἐκείναις γένη καὶ εἴδη συνωνύμως κατὰ τῶν ὑπ’ αὐτὰ λέγεται. καὶ γὰρ ἡ ἐπιστήμη κατὰ τῆς γραμματικῆς, ἡ δὲ κατὰ τῆς ἐν τῷδε τῷ γραμματικῷ συνωνύμως ῥηθήσεται. ἢ πρώτως μὲν τῇ οὐσίᾳ καὶ κυριώτατα τοῦτό ἐστι, μεταφέρεται δ’ ἐκεῖθεν καὶ μεταδίδοται καὶ τοῖς ἄλλοις γένεσιν, ὥσπερ καὶ τὸ χρῶμα οὐσιωδῶς κατηγορεῖσθαι τοῦ λευκοῦ λέγομεν, κατὰ τὴν ἕξιν τῆς ἐπιστήμης ἐκ τῆς οὐσίας τὸ οὐσιῶδες μετάγοντες καὶ ἔτι κατὰ τὸ κοινῶς σημαινόμενον· πᾶσα γὰρ ἁπλῶς ὕπαρξις, εἴτε καθ’ ἑαυτὴν ἕσταται εἴτε πρὸς ἕτερον ἥδρασται, οὐσία λέγεται, ὥσπερ καὶ ὄν. Τρίτον δὲ οὐσίας παρακολούθημα τὸ δείξει ὑποκεῖσθαι καὶ οἷον τῇ χειρὶ παραδηλοῦσθαι καὶ ἀθρόως τῇ αἰσθήσει καταλαμβάνεσθαι· πᾶσα γὰρ οὐσία δοκεῖ τόδε τι σημαίνειν. ὡς γὰρ ἐν ποιῷ τὸ τοιόνδε καὶ ἐν ποσῷ τὸ τοσόνδε οἰκείως καὶ προσφυῶς λαμβάνεται, οὕτω τὸ τόδε δεικτικὸν ἐπὶ τῆς οὐσίας καὶ καταλλήλως ἀποδοθήσεται. ἐπὶ μὲν γὰρ τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν, ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενον· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνειν· οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῷον. οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν (οὐδὲν γὰρ ἄλλο σημαίνει τὸ λευκὸν ἀλλ’ ἢ ποιόν), τὸ δὲ εἶδος τῆς οὐσίας καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει·3 ποιὰν γάρ τινα οὐσίαν σημαίνει. ἐπὶ πλεῖον δὲ τῷ γένει ἢ τῷ εἴδει τὸν ἀφορισμὸν ποιεῖται· ὁ γὰρ ζῷον εἰπὼν, ἐπὶ πλεῖον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον. ἀλλὰ πῶς τὸν τινὰ ἄνθρωπον ἄνθρωπον καὶ ζῷον, ἔτι δὲ καὶ λογικὸν καὶ θνητὸν λέγομεν, εἰ μὴ πάντα ταῦτα τόδε ἐστίν; ἢ ὅτι τὰ εἴδη τὰ καταταχθέντα τόδε λέγειν οὐκ ἄτοπον, ὁ λόγος δὲ ἦν περὶ τῶν καθ’ ἑαυτὰ ἐπινοουμένων. οἱ μέντοι τοῖς εἴδεσι καὶ τοῖς γένεσι διδόντες ὑπόστασιν καὶ ὅλως οἱ τὰς ἰδέας εἰσάγοντες καὶ τὸ τόδε ταῦτα εἶναι ἑπόμενον ταῖς ὑποθέσεσιν ἔχουσιν. ἐπεὶ δὲ καὶ ἡ ἄτομος οὐσία, ᾗ καὶ κυρίως τὸ τόδε πρόσεστι, τριττὴ κατά τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ συνάμφω, τὸ τόδε κατὰ πάντα ῥηθήσεται.
因此在这里[自然]亦确立了种差作为结合两者的纽带,它是实体的一部分并充实了实体。因此,不要让实体的各部分如同在作为基底主语的全体之中那样扰乱我们,免得我们被迫断言它们不是实体;因为“在基底主语之中的事物”并不是就作为部分存在于某物之中的事物而言的,而是就非作为部分[存在的事物]而言的。那么,如果不在基底主语之中对于一切实体而言是共同的,我们对于理智或灵魂,以及在这些之先对于理念本身该说些什么呢?因为理念在理智中存立,理智在灵魂中,而灵魂在身体中。抑或应当说,在这些事物之中的分有既非如同在基底主语之中亦非依照偶性,而是如同实体在另一实体之中,现实之物在潜能之物之中,分离且非物体之物在不完备且物体之物之中,以及包容且统御之物在被包容且被统治之物之中,正如我们若说舵手在船中或御者在战车中一样? 而属于实体和种差的是:凡源自它们的事物都同名同义地被述说。因为凡源自它们的述谓,要么对不可分个别物被述谓,要么对种被述谓。因为从第一实体并无任何述谓产生;因为它不对任何基底主语被述说;至于第二实体,种对不可分个别物被述谓,而属则既对种亦对不可分个别物被述谓。同样,种差亦既对种亦对不可分个别物被述谓。并且第一实体既接受种的定义亦接受属的定义,而种亦接受属的定义;因为凡就述谓对象自然且本质性地被述说之物,亦同样多地对基底主语被述说。同样,种和不可分个别物亦都接受种差的定义。而同名同义的事物,原是那些名称共有且定义相同的事物;因此,凡源自实体和种差的事物都同名同义地被述说。然而,既然我们看到同名同义的述谓亦存在于其他范畴之中,我们又怎能将它仅仅归于实体和种差呢?因为在那些范畴之中的一切属和种亦对居于其下的事物同名同义地被述说。因为知识将同名同义地对文法学被述说,而文法学将对在这一文法家之中的文法学被述说。抑或这是首先且最严格地属于实体,而从那里被转用并分授给其他各个属,正如我们亦说颜色本质性地对白被述谓一样,依据知识的造诣从实体引申出“本质性”这一说法,并且进一步依据通用的含义?因为一切单纯的存在,无论其自立,抑或依附于他物而确立,都被称为实体,正如亦〔被称为〕“存在”一样。 实体的第三个随伴性质是服从于指示,可以说如同用手予以表明,并被感觉一举把握;因为一切实体似乎都意指“这个”。因为正如在性质中“如此的”以及在数量中“如此多的”被妥帖而恰当地选取一样,表示指示的“这个”在实体上亦将相应地被给出。因为在第一实体上,它意指“这个”是无可争议且真实的;因为被表明的是不可分的且在数目上为一;但在第二实体上,当人说“人”或“动物”时,依据称谓的外形似乎同样意指“这个”,然而实际上并非如此,而是毋宁意指某种性质;因为基底主语不像第一实体那样是一,而是人和动物都对多数事物被述说。然而它并非单纯地意指某种性质,正如白那样(因为白除了性质之外不意指任何其他事物),而是实体的种和属围绕实体限定其性质;因为它们意指某种性质的实体。并且在属上所作的限定比在种上所作的更为广泛;因为说“动物”的人比说“人”的人包容得更广泛。但若这些并非全都是“这个”,我们又怎能称某个具体的人为人和动物,进而又称之为理性的和必死的呢?抑或称被整序的种为“这个”并非不合理,而先前的论述是关于自相被构想的事物?然而,那些赋予种和属以自立存在的人,总括而言那些引入理念的人,亦持有这些事物是“这个”作为其假设的推论。既然“这个”最严格所属于的不可分实体亦依照质料、形相以及两者的复合体而为三重,“这个”亦将依照一切方面被述说。
- 1.5μὴ ταραττέτω οὖν ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, μήποτε ἀναγκασθῶμεν οὐκ οὐσίας αὐτὰ φάσκειν εἶναι
第三人称禁令命令法 μὴ ταραττέτω 构成主句,随后是由 μήποτε ἀναγκασθῶμεν 引导的带虚拟语气的预防/忧虑从句(“免得我们被迫……”)。分词短语 ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις 修饰主语 τὰ μέρη τῶν οὐσιῶν,表达外在看似或主观认定的理由。
- 1.5ὥσπερ ἄν εἰ καὶ ἐν νηὶ κυβερνήτην ἐνεῖναι λέγοιμεν
短语 ὥσπερ ἄν εἰ 是引出假设性比喻的惯用句式,其中 ἄν 与后面的希求法 λέγοιμεν 结合,构成潜在/假设陈述(“正如我们若说……”)。
- 1.5τὸ δὲ εἶδος τῆς οὐσίας καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει
句子的核心骨架为主语(τὸ εἶδος τῆς οὐσίας καὶ τὸ γένος)+宾语(τὸ ποιόν)+介词短语(περὶ οὐσίαν)+动词(ἀφορίζει)。τὸ ποιόν 为实质化的形容词(“性质”),整体意为“围绕实体限定其性质”。
