- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:11.28-13.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者依照亚里士多德《范畴篇》第5章开篇界定了第一实体与第二实体,梳理了个体与属、种之间的述谓关系,并阐述了种比属更具有实体性、而同级的种与个体之间彼此平等的原因。
Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται, μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος καὶ ὁ τὶς βοῦς. τριττῆς γὰρ οὔσης τῆς οὐσίας, τῆς μὲν νοητῆς καὶ ἀύλου καὶ ἀσωμάτου, τῆς δὲ διανοητῆς τῆς ἐν κοινότητι θεωρουμένης, τῆς γενικῆς δηλαδὴ καὶ εἰδητικῆς, καὶ ἔτι τῆς αἰσθητῆς, περὶ τῆς αἰσθητῆς ὁ λόγος ἡμῖν. τριχῶς δὲ καὶ ταύτης νενεμημένης, κατά τε τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ σύνθετον, τὴν κατὰ τὸ σύνθετον οὐσίαν πρώτην ἐνταῦθα καὶ μάλιστα λέγομεν. τῇ τε γὰρ αἰσθήσει ἐναργεστάτη πασῶν καὶ εἴδους καὶ ὕλης συλληπτικὴ καὶ τοῖς πολλοῖς γνώριμος, καὶ τῷ ὑποκεῖσθαι πρώτως ταῖς τε κοιναῖς οὐσίαις τὸ κατηγορεῖσθαι δίδωσι καὶ τοῖς συμβεβηκόσι τὸ εἶναι. σεμνύνοντες δὲ αὐτὴν ἐξ ἀποφάσεως τὴν ὑπογραφὴν ἀπεδώκαμεν, τῇ ἀναιρέσει τῶν ὧν οὐκ ἔστι1 τὴν φύσιν αὐτῇ καὶ τὸ ὅ ἐστι θέμενοι. οὐ πανταχοῦ δὲ τοῦτο ποιεῖν εὐχερές, ἀλλ’ ἐν οἷς ἀντιδιῄρηται τὰ ἀποφασκόμενα καὶ τὸ πλῆθος τῶν προσληφθέντων συνῄρηται. δεύτεραι δὲ οὐσίαι λέγονται τὰ εἴδη, ἐν οἷς εἴδεσιν αἱ πρώτως οὐσίαι λεγόμεναι ὑπάρχουσι, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη, οἷον ὁ τὶς ἄνθρωπος, Σωκράτης τυχὸν ἢ Πλάτων, ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τὸ ζῷον. δεύτεραι οὖν αὗται οὐσίαι λέγονται. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων,2 ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ὁ ἄνθρωπος καθ’ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου καὶ κατηγορεῖταί γε τοὔνομα· τὸν γὰρ ἄνθρωπον κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις. καὶ ὁ λόγος δὲ ὁ τοῦ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον. ὥστε καὶ τοὔνομα καὶ ὁ λόγος κατὰ τοῦ ὑποκειμένου κατηγορηθήσεται. τῶν δὲ ἐν ὑποκειμένῳ ὄντων (ταῦτα δέ εἰσι τὰ τῇ οὐσίᾳ ἀντιδιῃρημένα ἐννέα γένη) ἐπὶ μὲν τῶν πλείστων οὔτε τοὔνομα οὔθ’ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου (οὔτε γὰρ ἡ ψυχὴ ἐπιστήμη λέγεται, εἰ μήπου κατὰ παρωνυμίαν εἴποιμεν αὐτὴν ἐπιστήμονα, οὔτε ὁ τῆς ἐπιστήμης λόγος κατὰ τῆς ψυχῆς λέγεται· οὐ γάρ ἐστιν ἕξις θεωρητικὴ ἡ ψυχή· ἀλλ’ οὐδὲ τὸ χρῶμα κατὰ τοῦ σώματος οὐδὲ ὁ λόγος αὐτοῦ), ἐπ’ ἐνίων δὲ τοὔνομα μὲν οὐδὲν κωλύει ποτὲ κατηγορεῖσθαι τοῦ ὑποκειμένου, τὸν δὲ λόγον ἀδύνατον· οἷον τὸ λευκὸν ἐν ὑποκειμένῳ ὂν τῷ σώματι, κατηγορεῖται τοῦ ὑποκειμένου (λευκὸν γὰρ τὸ σῶμα λέγεται), ὁ δὲ λόγος τοῦ λευκοῦ οὐδέποτε κατὰ τοῦ σώματος κατηγορηθήσεται. ὥστε τἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων λέγεται τῶν πρώτων οὐσιῶν, ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον κατηγορεῖται· οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου τὸ ζῷον κατηγορηθήσεται· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως. πάλιν τὸ χρῶμα ἐν σώματι· οὐκοῦν καὶ ἐν τινὶ σώματι. εἰ γὰρ μὴ ἐν τινὶ τῶν καθ’ ἕκαστα, οὐδὲ ἐν σώματι ὅλως. ὥστε τὰ ἄλλα πάντα ἤτοι καθ’ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις αὐταῖς ἐστι. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν3 ἀδύνατον τῶν ἄλλων τι εἶναι. Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν. ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστιν, οἰκειότερον καὶ γνωριμώτερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἢ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον γνωριμώτερον ἀποδοίη τις ἄνθρωπον ἀποδιδοὺς ἢ ζῷον· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον. καὶ τὸ τὶ δένδρον ἀποδιδοὺς γνωριμώτερον ἀποδοίη δένδρον ἀποδιδοὺς ἢ φυτόν. ἔτι αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι πρῶται λέγονται. ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει. ὑπόκειται γάρ πως τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία. αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη, οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ οἰκειότερον ἀποδώσεις κατὰ τοῦ τινὸς ἀνθρώπου τὸν ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τοῦ τινὸς ἵππου τὸν ἵππον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν οὐδὲν μᾶλλον ἕτερον ἑτέρου οὐσία ἐστίν· οὐδὲ γὰρ μᾶλλον ὁ τὶς ἄνθρωπος οὐσία ἐστὶν ἢ ὁ τὶς βοῦς.
在最严格、第一义且最重要的意义上被称为实体的,是既不对任何基底主语被述说、也不在任何基底主语之中的,例如“某个具体的人”和“某条具体的牛”。因为实体有三重,一者是可知的、非质料的且无形体的;另一者是经由理智思考的、在共性中被观照的,即属与种的实体;再者是可感觉的实体,而我们的论述是关于可感觉的实体的。并且这一[可感觉的实体]又被区分为三种,即依照形式、质料与复合体,而我们在这里将依照复合体的实体称为第一且最重要的。因为它对于感觉而言是一切之中最显明的,包揽了形式与质料两者,为人所熟知,并且通过首先作为基底主语,赋予了共相实体以被述说,赋予了偶性以存在。我们为了尊显它,通过否定给出了对它的勾勒,以否定其所非者的方式,为它确立了其本性以及“何所是”。但这样做并非在任何地方都容易,而只在那些被否定者是对立区分的、且所包含的事物的多数性被概括了的情况中[才容易]。被称为第二实体的,则是那些在第一义上被称为实体的事物存在于其中的诸种,包括这些种以及这些种的属;例如“某个具体的人”(例如苏格拉底或柏拉图)存在于“人”这个种之中,而这个种的属是“动物”。因此这些被称为第二实体。由所说者显然,在对基底主语被述说的事物中,名称和定义两者都必然对基底主语被述谓;例如“人”是对基底主语“某个具体的人”被述说的,名称确实被述谓了;因为你将对某个具体的人述谓“人”。而人的定义也将对某个具体的人被述谓;因为某个具体的人既是人又是动物。因此名称和定义都将对基底主语被述谓。而在基底主语之中的事物中(这些是与实体相对立区分的九个属),对于大多数而言,名称和定义都不对基底主语被述谓(因为灵魂不被称为“知识”,除非我们借由派生词称它为“有知识的”,知识的定义亦不对灵魂被述说;因为灵魂并不是观照性的状态;但颜色不对物体被述谓,其定义亦不被述谓);而在某些事物上,没有任何东西阻止其名称有时对基底主语被述谓,但其定义则是不可能的;例如“白”在物体这一基底主语之中,它对基底主语被述谓(因为物体被称为“白的”),但白的定义绝不会对物体被述谓。因此,其他所有事物要么对作为基底主语的第一实体被述说,要么在作为基底主语的这些第一实体之中。这从列举具体事物来看是显而易见的;例如“动物”对人被述谓;因此“动物”也将对某个具体的人被述谓;因为若不对具体的人中的任何一个被述谓,则根本不对人被述谓。再次,颜色在物体之中;因此它也在某个具体的物体之中;因为若不在具体事物中的某一个之中,则根本不在物体之中。因此,其他所有事物要么对作为基底主语的第一实体被述说,要么在作为基底主语的这些第一实体之中。所以,若第一实体不存在,其他任何事物便不可能存在。而在第二实体之中,种比属更为是实体;因为它距离第一实体更近。因为若有人要答复第一实体是什么,他答出种会比答出属更为固有、更为可知;例如答复某个具体的人时,答出“人”比答出“动物”更为可知;因为前者对于某个具体的人而言更为固有,后者则更为普遍。又如答复某棵具体的树时,答出“树”比答出“植物”更为可知。再者,第一实体因为作为其他所有事物的基底主语,并且所有其他事物都对它们被述谓或在它们之中,因此最被称为第一实体。正如第一实体相对于其他所有事物的关系那样,种相对于属亦具有这种关系。因为种在某种意义上是属的基底主语;因为属对诸种被述谓,但诸种不对诸属可逆地被述谓。因此由这些也可以看出,种比属更为是实体。但是在本身不是属的那些种之间,一者绝不比另一者更为是实体;因为你在对某个具体的人答出“人”时,并不比在对某个具体的马答出“马”时答得更为固有。同样,在第一实体之中,一者亦绝不比另一者更为是实体;因为某个具体的人并不比某条具体的牛更为是实体。
- 1.5τῇ ἀναιρέσει τῶν ὧν οὐκ ἔστι
此处包含指示代词先行词的省略,即 τῶν [ἐκείνων] ὧν οὐκ ἔστι。否定词 οὐκ 否定关系从句中的述谓关系,意为“通过去除它所不是的那些事物”。
- 1.5τῶν καθ’ ὑποκειμένου λεγομένων
句首的属格在此处与非人称结构 ἀναγκαῖον [ἐστί] 连用,充当限定或表话题的属格(意为“就对基底主语被述说的事物而言,必然……”)。
- 1.5μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν
这是一个属格绝对结构,由于使用了否定词 μή,它表达条件或假设的含义(“如果第一实体不存在”)。
