- 底本
- Anonymus, Paraphrasis Categoriarum. Commentaria in Aristotelem Graeca XXIII.2, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4027.tlg001.humanitext-grc1:1.2-1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为亚里士多德《范畴篇》开篇的准备,作者根据事物的名称与定义性陈述的一致与差异,将存在者系统地分类为同名者、异名者以及居间者(派生名者)。
Τῶν ὄντων τὰ μὲν ταυτώνυμα, τὰ δὲ ἑτερώνυμα, τὰ δὲ μέσα τούτων. καὶ τῶν ταυτωνύμων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα· τῶν δὲ ἑτερωνύμων τὰ μὲν ἰδίως ἑτερώνυμα, τὰ δὲ πολυώνυμα, τὰ δὲ ἕτερα· μέσα δὲ τούτων οἷα τὰ παρώνυμα. ἐπεὶ γὰρ ἕκαστον τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ ὀνόματι δηλοῦται καὶ λόγῳ ὁριστικῷ, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές, συμβαίνει δὲ τὸ μὲν ὄνομα καὶ ἄλλου εἶναι σύμβολον, τὸν δὲ λόγον ἀδύνατον, ὅσα μὲν τῶν ὄντων κοινωνεῖ1 τῷ ὀνόματι, διαφέρει δὲ τῷ λόγῳ, καλεῖται ὁμώνυμα· ὅσα δὲ ἀνάπαλιν κατὰ μὲν τὸν λόγον κοινωνεῖ, μόνην δὲ τὴν κατὰ τοὔνομα ἴσχει διαφοράν, καλεῖται πολυώνυμα, τὰ δὲ κατ’ ἄμφω κοινωνοῦντα συνώνυμα. τὰ δὲ κατ’ ἄμφω διαφέροντα, εἰ μὲν ἓν ὑποκείμενον ἔχουσιν, ἰδίως προσαγορεύομεν ἑτερώνυμα, ὡς ἀνάβασις καὶ κατάβασις περὶ μίαν τὴν κλίμακα, καὶ σπέρμα καὶ καρπὸς περὶ τὸν αὐτὸν σῖτον· εἰ δὲ πάντη διάφορον2 ὡς λίθος καὶ ἄνθρωπος, ἕτερα λέγεται. ἃ δὲ μέσα τούτων τεθεωρήκαμεν, ὡς κοινωνίαν ἔχειν πρὸς ἄλληλα καὶ διαφορὰν καὶ πράγματος καὶ ὀνόματος, παρώνυμα καλεῖσθαι διεταξάμεθα. ὡς οὖν ἐν κεφαλαίῳ περὶ πάντων εἰπόντες, ἤδη ἐπέξιμεν καὶ καθ’ ἕκαστον.
在存在者中,有些是同名者,有些是异名者,有些则是处于二者之间的居间者。在同名者中,有些是同名异义者,有些是同名同义者;在异名者中,有些是严格意义上的异名者,有些是多名者,有些则是互异者;而居于二者之间的,则是派生名者之类。因为在世界中的事物,每一件既通过名称也通过定义性陈述来表示——名称是依其单一的形式来表示它,而陈述则是依其多部分性来表示它——且名称可能成为另一事物的符号,但陈述则不可能如此,所以存在者中,凡是共享名称但在陈述上相异的,被称为同名异义者;反之,凡是在陈述上共通、仅在名称上具有差异的,被称为多名者;而在两方面都相通的,则被称为同名同义者。另一方面,在两方面都相异的事物中,如果它们拥有同一个底层基质,我们便在严格意义上称之为异名者,例如针对同一把阶梯的“上升”与“下降”,以及针对同一谷物的“种子”与“果实”;但如果[基质]完全不同,如同石头与人,则被称为互异者。至于我们观察到居于这些之间的事物,由于它们在事物与名称两方面对彼此都既具有共通性又具有差异性,我们规定它们被称为派生名者。既然已经概括性地谈论了所有这些,我们接下来就对每一项逐一进行考察。
- 1.0ἐπεὶ γὰρ ἕκαστον τῶν ἐν τῷ κόσμῳ πραγμάτων ... συμβαίνει δὲ ... ὅσα μὲν τῶν ὄντων κοινωνεῖ
由 ἐπεὶ γάρ 引导的包含多重结构的复合因果句。内部包含独立属格句(τοῦ μὲν ὀνόματος... τοῦ δὲ λόγου...)与并列从句(συμβαίνει δὲ...),其主句(结论部分)始于 ὅσα μὲν τῶν ὄντων。
- 1.0εἰ δὲ πάντη διάφορον
与前文条件句 εἰ μὲν ἓν ὑποκείμενον ἔχουσιν 形成对比的从句。主语 ὑποκείμενον(底层基质)依上下文省略而补充以对应表语 διάφορον,或将其理解为省略 ἐστι 的非人称结构;无论何种理解,均指底层基质完全相异。
