← 佚名

亚里士多德《修辞学》评注残篇

§327.22-328.36

结语部的构成与各章残篇注释

注释者阐述了《修辞学》卷三第19章中结语部的构成(总结、反讽及结尾定式),随后涉及残卷中混入的绪里洛斯诗句、第14章所引索福克勒斯剧中使者的发端,以及第16章所引柏拉图《理想国》中的厄尔神话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#1

19. [1419 b 33] Ἀρχὴ μὲν τοῦ ἐπιλόγου ὀφείλει εἶναι τοιαύτη ὅτι ‘ἃ ὑπεσχόμην ἢ ἐν τῷ προοιμίῳ ἢ ἐν τῇ διηγήσει εἰπεῖν κατὰ τοῦδε, ἀπέδειξα ἐν τοῖς ἀγῶσι διὰ τῶνδε καὶ τῶνδε τῶν ἐπιχειρημάτων’. [1419 b 33] καὶ δι’ ὅ· ‘ταῦτα δὲ εἶπον διὰ τὸ δεῖξαι τὸν Αἰσχίνην δύσνουν εἶναι κατὰ τῆς πόλεως καὶ μὴ θαρρεῖν αὐτῷ ὑμᾶς’· [1420 a 1] ἢ ἐξ εἰρωνείας, οἷον ‘οὗτος μὲν ὁ ἀντίδικός μου εἶπε τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ οὐδὲν ὄντα, ἐγὼ δὲ τὰ μικρὰ ἐκεῖνα καὶ ἀγεννῆ ἐξ ἐναντίας τοῖς λαληθεῖσι’. [1420 a 2] καὶ τί ἂν ἐποίει· ‘πάντως ἐκενοδόξει καὶ ἐβρενθύετο καὶ ἐνεκαυχᾶτο ταῖς ἀποδείξεσιν, εἰ καλῶς εἶπε’· τοῦτο ἕτερος τόπος τοῦ ἐξ εἰρωνείας ἐπιχειρῆσαι. [1420 b 2] τέλος δὲ τοῦ ἐπιλόγου τοιοῦτον αὖθις ὀφείλει ὡς ἐπὶ τοῖς ἄνω λόγοις εἰρημένον ‘εἴρηκα, παρακατέχετε, μιμνήσκεσθε, φυλάττετε’. ζουσιν ὡς ἔοικεν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ καὶ οὕτω χαλεπαίνων ἀποφθέγγεται ταῦτα τὰ ἔπη “ὦ μάκαρ, ὅστις ἔην κεῖνον χρόνον ἴδρις ἀοιδῆς, μουσάων θεράπων, ὅτ’ ἀκήρατος ἦν ἔτι λειμών· νῦν δ’ ὅτε πάντα δέδασται, ἔχουσι δὲ πείρατα τέχναι, ὕστατοι ὥστε δρόμου καταλειπόμεθ’ οὐδέ πῃ ἔστι πάντη παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι”1 καὶ τὰ ἑξῆς. αἰτιᾶται οὖν τὴν σύγχυσιν τῶν ποιητῶν καὶ ἀποδύρεται διὰ τὴν ποιητικὴν κοινωθεῖσαν καὶ συγχυθεῖσαν καὶ ὡσανεὶ μοιρασθεῖσαν παρὰ συγκλύδων καὶ ἀγελαίων καὶ βωμολόχων ἀνδρῶν, οἳ ὡς ἔοικεν ἐθρασύνοντο κατὰ τοῦ ἀνδρός. [1415 b 20] “Ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.” ὁ Κρέων ἐπεὶ ἔπεμψέ τινα ὥστε ἰδεῖν, εἰ ἄθαπτος ὁ Πολυνείκης, ὁ δὲ εὗρεν ἐκεῖνον τεθαμμένον, ἀνεπτερωμένος τὴν ἀκοὴν ἵστατο. ἔρχεται οὖν ὁ ἄγγελος καὶ ταῦτα τὰ ἰαμβεῖά φησιν ‘οὐ τοσοῦτον εἴπω σοι τὸ πῶς ὀλίγα — ὁ δὲ ἐλθὼν δύσπνους εἰμὶ διὰ τὸ πολὺ τάχος —, ἀλλ’ ὅτι οὐδέν σοι μέλλω εἰπεῖν ἤτοι οὐχ ὃ ἀποδεκτόν σοι μέλλω ἐρεῖν, ἀλλ’ ὃ εἰς λύπην μᾶλλόν σοί ἐστιν, τὸ μαθεῖν σε δηλαδή, ὅτι παρά του τέθαπται Πολυνείκης’. ἐν τῷ μεταξὺ δὲ τίθησι καὶ τὴν αἰτίαν τοῦ βραχεῖαν μὲν εἶναι2 τὴν μεταξὺ ὁδόν, δύσπιστον δὲ αὐτὸν φαίνεσθαι διὰ τὸ ἀργεῖν κατὰ τὴν ὁδὸν καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν3 ὑποχωρῆσαι καὶ φυγεῖν, ἵνα μή σοι ἄγγελος γένωμαι τοῦ λυπηροῦ· εἶτά φησι ‘χοὕτως ὁδὸς βραχεῖα γίνεται μακρά· τέλος δὲ ἐνίκησέ με ὁ λογισμὸς τὸ ἐλθεῖν εἰς σὲ καὶ παθεῖν με τὸ μόρσιμον. διὰ γοῦν τὸ βραδύνειν με πολλὰ διὰ τὴν ἀνέλιξιν τῶν λογισμῶν ὕστερον ὀξέως ἐβάδισα καὶ διὰ τοῦτο πλήρης ἱδρώτων γέγονα’. τὸ δὲ ‘τί φροιμιάζῃ’ τοῦ Κρέοντός ἐστι λέγοντος ‘τί προφέρεις τὰ κύκλῳ καὶ τὰ ἔξω τῆς ἀποστολῆς; τάχιον οὖν εἰπὲ τά, ἐφ’ οἷς ἀπεστάλης, καὶ μὴ φοβοῦ.’ 16. [1417 a 13] Φησὶν ὁ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Πολιτειῶν “ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ’ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, ὅς ποτε ἐν πολέμῳ τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δ’ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω.” οὕτως ὡς παροιμίᾳ τινὶ ὁ Πλάτων χρῆται τῷ ἀπολόγῳ Ἀλκίνου.

19. 结语部的开端应当是这样的:“我在绪论中或叙述部中答应针对此人所说的话,已在论辩部中通过这些以及那些论据予以证明了。” “以及为了什么”。“我说这些,是为了表明埃斯基涅斯对城邦怀有恶意,而你们不应信任他”。 或者出自反讽,例如:“我的这位对手说了那些伟大而令人惊叹实则微不足道之事,而我却说了那些微小而卑微之事,与所说之话恰恰相反。” “而他本来会做什么呢”。“如果他说得好,他必定会沽名钓誉、昂首阔步并夸耀自己的证明”。这是从反讽出发立论的另一论题。 结语部的结尾又应当如同对上文演说所说的那样:“我已经说了;你们掌握了,你们记住了,你们守住吧。” [……]在他那些日子里似乎[指责了他],他如此愤慨地吟诵出这些诗句: “啊,在那时代通晓歌咏、 身为缪斯侍者的人何其有福,那时草地尚一尘不染; 但如今一切已被分尽,诸般技艺亦达尽头, 我们如同竞赛的落后者被抛在最后,无论向何处张望, 都绝无可能将新驾上轭的战车驶近,”以及下文。因此他责备诗人们的混乱,并哀叹诗艺已被乌合之众、庸俗群体和小丑般的人所鄙俗化、弄得混乱不堪并仿佛被瓜分殆尽,那些人看来曾对这位先生表现得十分狂妄。 “大王,我不会说自己是由于迅捷、拔起轻快的脚步而气喘吁吁赶来的。” 克瑞翁派人去查看波吕尼刻斯是否未被埋葬,而当那人发现他已被埋葬时,[克瑞翁]正竖起耳朵急切倾听着。于是使者前来并念出这些短长格诗行:“我并非要对你说这是多么短暂的[路程]——尽管赶来之后我因过度的迅捷而气喘吁吁——,而是要告诉你我不会向你说任何[令人欣喜之话],即我不会说合你心意之事,反而会说令你更加痛苦之事,亦即让你得知波吕尼刻斯已被某人埋葬了。”在此期间他还给出了理由:虽然其间的路途短暂,但他看起来却难以置信,因为他在路上耽搁,并且我私下盘算着后退逃跑,以免成为给你带来痛苦消息的使者;随后他说:“‘于是短路变成了长路;但最终前来见你并承受我命中注定之事的念头战胜了我。因此,由于思绪纷乱而大大耽搁之后,我随后加快了脚步,正因如此我才浑身是汗’。”至于“你为何要作序言”,则是克瑞翁在说:“你为何兜圈子并提出使命之外的事?快说出你被派遣来的缘由,不要害怕。” 16. 柏拉图在《理想国》第十卷中说道:“‘然而,我说,我绝不会给你讲阿尔喀诺俄斯的故事,而是要讲一位勇士的故事,即阿尔墨尼俄斯之子、潘菲利亚族的厄尔;他曾在战争中阵亡,在第十天收尸时尸体已腐烂,他却完好无损地被收殓,被运回家中正准备安葬时,在第十二天躺在柴堆上复活了。’”柏拉图正是如此把阿尔喀诺俄斯的故事当作一种谚语来使用的。

语法注3 条
  1. 1.19πάντη παπταίνοντα νεοζυγὲς ἅρμα πελάσσαι

    非人称动词 ἔστι(“可能”)支配不定式 πελάσσαι(“使靠近”),其泛指的逻辑主语通过宾格分词 παπταίνοντα(“当人向四面张望时”)来表示。

  2. 1.19τοῦ βραχεῖαν μὲν εἶναι

    中性单数属格冠词 τοῦ 引导说明 αἰτίαν 的冠词性不定式结构,并列支配两个带不定式的宾格句(βραχεῖαν μὲν εἶναι τὴν μεταξὺ ὁδόν 与 δύσπιστον δὲ αὐτὸν φαίνεσθαι)。

  3. 1.19καὶ βουλεύεσθαί με καθ’ ἑαυτὸν

    在间接引语中,人称突然从第三人称(αὐτόν)转变为第一人称宾格(με)。这种破格结构直接代入了剧中使者自身内心思量的视角。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg002.humanitext-grc1:327.22-328.36