← 佚名

亚里士多德《修辞学》评注残篇

§329.1-329.22

数学言论缺乏性格与选择

在指出《修辞学》卷三第14章的一处异文后,注解者结合《尼各马可伦理学》卷三关于选择与思虑的定义解释了数学言论何以缺乏性格(1417a19),随后围绕1417a13讨论了柏拉图与荷马关于“阿尔喀诺俄斯的故事”的叙述性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#2

14. [1415 b 21] Τὸ δὲ ‘τί φροιμιάζῃ’ ἐν τισὶ τῶν ἀντιγράφων οὐ κεῖται. 16. [1417 a 19] Ἐν οἷς ἀνώτερον περὶ προδιηγήσεως ἔλεγε καὶ ἤθους, εἶπεν, ὅτι οὐκ ἔχουσι τὰ μαθηματικὰ ἦθος, ὅτι οὐδὲ προαίρεσιν οὐδὲ τὸ προαιρετὸν τέλος. φησὶν ἐν τῷ τρίτῳ τῶν Ἠθικῶν, ὅτι τὸ προαιρετὸν βουλευτόν ἐστι καὶ ἐφ’ ἡμῖν, οὐδεὶς δὲ βουλεύεται περὶ διαμέτρου ἢ κύκλου οὐδὲ περὶ τῶν καθ’ εἱρμὸν γινομένων οἷον τροπῆς ἰσημερίας, ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν. “ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν,1 καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν.” ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν ἔχει, οὐ μὴν βούλευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις βούλευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις. [1417 a 13] Ὃν ὁ Πλάτων λέγει ἐν τῷ μύθῳ τῆς νεκυίας αὐτοῦ περὶ τῆς ἀναβιώσεως τοῦ Ἠρὸς καὶ περὶ τῶν ἐν Ἅιδου κολαστηρίων ἀπόλογον τοῦ Ὀδυσσέως πρὸς Ἀλκίνοον τὸν Φαίακα, τοῦτον ὧδε ὁ Ἀριστοτέλης λέγει παραδιήγησιν·2 ἠρώτα γὰρ ἐν Ἅιδου ὁ Ὀδυσσεὺς τὸν Τειρεσίαν περὶ τῶν οἴκοι καὶ τὴν ἑαυτοῦ μητέρα περὶ Πηνελόπης καὶ τοῦ υἱοῦ καὶ εἰ ἔγημέ τις αὐτοῦ τὴν γυναῖκα ἢ οὔ, καὶ ἐν ὀλίγοις ἔπεσιν Ὅμηρος τὴν τοιαύτην παραδιήγησιν γράφει. φησὶν ὁ Πρόκλος ‘κατὰ δή τινα ζῆλον τῶν παρ’ Ὁμήρῳ νεκυιῶν μετάγεται καὶ ὁ Πλάτων ἐπὶ μύθους, ἐν οἷς ὁ ποιητὴς ἀφηγούμενον ποιεῖ τὸν Ὀδυσσέα 〈τὰ〉 ἐν Ἅιδου θεάματα πρὸς τὸν Ἀλκίνουν’.

14. 至于“你为何要作序言”,在一些抄本中并不存在。 16. 在他在上文论及前叙述与性格的地方,他曾说数学言论不具有性格,因为它们既不具有选择,也不具有被选择的目的。他在《伦理学》第三卷中说,被选择之物是经过思虑的且在我们掌控之中的,但没有人会思虑对角线或圆,也不会思虑按固定规律发生之事,如至点和分点,而是思虑在我们掌控之中的可行之事。 “既然被选择之物是在我们掌控之中的经思虑的欲求对象,那么选择也应是在我们掌控之中的经思虑的欲求。”然而数学固然具有探求,却绝不具有思虑;因为一切思虑固然都是探求,但绝非一切探求都是思虑;探求乃是更为普遍的。柏拉图在他关于厄尔复活及哈得斯受罚之所的冥界神话中所称的奥德修斯对淮阿喀亚人阿尔喀诺俄斯的叙述,亚里士多德在此则称之为次要叙述;因为在哈得斯中奥德修斯向忒瑞西阿斯询问家中的情形,向自己的母亲询问佩涅洛佩和儿子以及是否有人娶了他的妻子,荷马在短短数行诗中写下了这样的次要叙述。普罗克洛说:“正出于对荷马作品中冥界之行的某种效仿,柏拉图也被引向了神话,在其中诗人使奥德修斯向阿尔喀诺俄斯讲述哈得斯中的景象。”

语法注2 条
  1. 1.19ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν

    引自《尼各马可伦理学》1113a10–11 的属格独立结构。名词化的中性单数主语 τοῦ προαιρετοῦ 配以谓语性的 βουλευτοῦ ὀρεκτοῦ,其中 βουλευτοῦ 修饰 ὀρεκτοῦ(“在我们掌控之物中经过思虑的欲求对象”)。

  2. 1.19Ὃν ὁ Πλάτων λέγει ἐν τῷ μύθῳ τῆς νεκυίας αὐτοῦ περὶ τῆς ἀναβιώσεως τοῦ Ἠρὸς καὶ περὶ τῶν ἐν Ἅιδου κολαστηρίων ἀπόλογον τοῦ Ὀδυσσέως πρὸς Ἀλκίνοον τὸν Φαίακα, τοῦτον ὧδε ὁ Ἀριστοτέλης λέγει παραδιήγησιν

    全句骨架是一个倒装结构,关系从句 Ὃν ... ἀπόλογον ... 与主句 τοῦτον ὧδε ὁ Ἀριστοτέλης λέγει παραδιήγησιν 相呼应。逻辑上作为先行词的名词 ἀπόλογον 被纳入关系从句内并与关系代词 Ὃν 同格,而在主句中 τοῦτον 与 παραδιήγησιν 构成了双宾格结构(“称此为次要叙述”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg002.humanitext-grc1:329.1-329.22