← 佚名

亚里士多德《修辞学》评注残篇

§326.4-327.21

诘问时的附因作答与幽默的修辞运用

本节根据亚里士多德《修辞学》卷三第18章,阐述了在诘问中面对不利结论时附带原因作答的技巧、法庭演说中利用笑声与庄重破敌的策略,并结合《诗学》和《尼各马可伦理学》第四卷探讨了机智、小丑戏谑与自谦(反讽)的中道理论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#2

18. [1419 a 25] Καὶ συμπεραινόμενον. ἐὰν ἐρωτήσῃ τις τὸ συμπέρασμα, μὴ ἀποκρίνου τηνικαῦτα ‘ναί’, ἀλλὰ λέγε μὲν καὶ τὸ ‘ναί’, προστίθει δὲ συνάμα καὶ τὴν αἰτίαν, ἵνα μὴ μεγάλως βλαβῇς. καὶ πλέκε τὸν συλλογισμὸν μετὰ τοῦ συμπεράσματος καὶ τῆς αἰτίας οὕτως πονηρὰ ἔπραξας ἀπεδέξω τοὺς τετρακοσίους καὶ σύ, Σοφόκλεις; ‘ναί· οὐ γὰρ ἦν ἄλλα βελτίω.’ ὁρᾷς, πῶς εὐθὺς ἐτέθη ἐν τῷ συμπεράσματι ἡ αἰτία, ἵνα μὴ καὶ αὐτὸς τιμωρηθῇ, εἰ ταύτην ἐσίγησεν. [1419 a 31] Καὶ ὡς ὁ Λάκων. ἴδε καὶ τὸν τοῦ Λάκωνος συλλογισμόν, ὅπως ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν1 δικαίως ἀπώλοντο τούτοις τοῖς ἀποσφαγεῖσιν καὶ σὺ * ἐφόροις συνέπραξας ἔφορος ὤν; ‘οὐ δῆτα· γνώμῃ γὰρ οἰκείᾳ ἔπραξα καὶ οὐ χρήμασιν, ὡς οὗτοι.’ [1419 a 28] Πρόβουλοι δὲ παρ’ Ἀθηναίοις ἦσαν ὥσπερ οἱ παρὰ Ῥωμαίοις λεγόμενοι ὕπατοι. [1419 b 1] Ἐὰν μὴ πολὺ περιῇ τοῦ ἀληθοῦς· ὅταν γὰρ ἀληθέστερον ᾖ τὸ συμπέρασμα, τότε καὶ χωρὶς αἰτίας τίθει. [1419 b 2] Περὶ δὲ γελοίων. δεῖ πονηρεύεσθαί σε, ὦ ῥῆτορ· καὶ ἐὰν μὲν ὁρᾷς τὸν ἀντίδικόν σου κατὰ σοῦ λέγοντα καὶ γενναῖα καὶ πιθανὰ καὶ ὑπὸ τῶν ἀκροατῶν προσεκτικῶς ἀκουόμενον, τότε κίνησον γέλωτας, ἵνα συγχεθεῖεν καὶ ὁ λέγων ἅμα καὶ οἱ ἀκούοντες, ὡς ὁ Δημοσθένης ἐποίησε κατ’ Αἰσχίνου· εἶπε γὰρ ‘ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης’, οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης,2 καὶ ὁ δῆμος ἅπας διωρθώσατο ὥσπερ τὸν λόγον ἀνακαγχάσας καὶ ἀναβοήσας ‘ὁ Αἰσχίνης μισθωτός ἐστι καὶ προδότης’, τότε ἀνθυποστρέψας ὁ Δημοσθένης τὸν λόγον πρὸς Αἰσχίνην εἶπεν ‘ἀκούεις, Αἰσχίνη, πῶς ὁ δῆμος ἅπας βοᾷ, ὡς ὁ Αἰσχίνης προδότης ἐστὶ καὶ μισθωτός;’ εἶτα δὲ πάλιν, εἰ ὁ ἀντίδικός σου κατὰ σοῦ ἐκίνησε γέλωτα, ἔνδειξαι σὺ σπουδὴν εἰπὼν ‘οὐκ ἔστι νῦν καιρὸς γέλωτος· περὶ σπουδαίων γάρ μοι ὁ λόγος καὶ ἀναγκαίων τῇ πόλει’. [1419 b 5] Εἴρηται δὲ καὶ ἐν τοῖς Περὶ ποιητικῆς, πόσα εἴδη γελοῖα, ἀλλὰ καὶ ἐν τοῖς Νικομαχείοις Ἠθικοῖς περὶ τὸ τέλος που τοῦ Δ, ἔνθα λέγει περὶ τῆς ἀληθευτικῆς ἕξεως καὶ τῶν ἄκρων αὐτῆς, ἀλαζονείας καὶ εἰρωνείας· ἀληθὴς μὲν γάρ ἐστιν ὁ τὰ ἀληθῆ καὶ οἰκεῖα αὑτῷ ἐπιμαρτυρῶν, ὡς εἰ ὁ πολλοῦ ἄξιος πολλῶν ἑαυτὸν ἀξιοῖ καὶ μεγάλων, ἀλαζὼν δὲ ὁ, εἰ μικρῶν ἄξιος εἴη, μεγάλων ἑαυτὸν ἀξιῶν, εἴρων δὲ ὁ ἀνάπαλιν ὁ, εἰ μεγάλων ἄξιος εἴη, μικρῶν ἢ οὐδενὸς ἑαυτὸν ἀξιῶν. λέγει δὲ ἐκεῖ ὁ Ἀριστοτέλης, ὅτι ἔστι καὶ δι’ ἀνάπαυσιν ἡμῶν εὑρημένη οἷον μεσότης, ἡ οὕτως ὀνομαζομένη εὐτραπελία καὶ ἐπιδεξιότης, ἄκρα δὲ αὐτῆς τὸ ἄγριον, ἀλλὰ καὶ τὸ βωμολόχον, οἷοι οἱ θυμελικοὶ καὶ ἑαυτοὺς κατὰ παρειῶν βάλλοντες ἢ κατὰ τῆς ἑαυτῶν πυγῆς λακτίζοντες καὶ ἄσεμνα πολλὰ καὶ καθ’ ἑαυτῶν καὶ κατ’ ἄλλων πραγματευόμενοι, ἵνα κινήσωσι γέλωτα διὰ τῶν τοιῶνδε ψόφων ἢ παροινήσεων ἢ σκωμμάτων. μεσότης δ’ ἐν τούτοις ἡ ἐπιδεξιότης, ᾗ χρᾶται καὶ ἡ παλαιὰ κωμῳδία καὶ ὁ ἐλευθέριος καὶ πεπαιδευμένος. [1419 b 7] Ἔστι δὲ εἰρωνεία. ἄλλως μεσότητος ἄκρον ἡ εἰρωνεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία.3 ἀλλὰ καὶ τὰ τάχα ἀστεῖα, ὧν μνήμην ποιεῖται ἐν τῇ Περὶ παίδων ἀναγωγῆς ὁ Χαιρωνεὺς Πλούταρχος, βωμολοχίας ἄντικρύς εἰσιν, οὐκ εὐτραπελίας· ἅπαντες γὰρ οἱ ταῦτα εἰπόντες καὶ τοῖς, δι’ οὓς εἶπον, λύπην προὐξένουν καὶ καθ’ ἑαυτῶν φθόνους.

18. “当得出结论时”。如果有人问及结论,此时不要仅回答“是”,而要在说“是”的同时加上原因,以免你受到重大损害。并连同结论与原因如此编织三段论:“你做了恶事;索福克勒斯,你也接纳了那四百人吗?”“是的,因为没有其他更好的选择。”你看,原因是怎样立刻被置于结论之中的,以免他若对此保持沉默自己也会受罚。 “正如斯巴达人”。且看那斯巴达人的推论,当结论指向对他的损害时,他是如何通过给出原因来否认它的:“他们死得应当;你也身为监察官,与这些被杀戮的监察官一同行事了吗?”“绝非如此;因为我是出于自己的判断而行事,并非像他们那样为了金钱。” 雅典人中的预审官(πρόβουλοι),就如同罗马人中被称为执政官的人一样。 “若非真理大占优势”。因为每当结论十分明显时,那时即使不加原因也可以提出。 “关于幽默笑话”。修辞家啊,你应当机变狡黠:如果你看到对手在反驳你时言辞高尚且具说服力,并被听众专注地倾听,那时你就应当引发笑声,以便让说话者和听众同时陷入混乱,正如德摩斯梯尼针对埃斯基涅斯所做的那样。因为他仿佛或许因口误而读错词调说:“埃斯基涅斯是雇工也是叛徒”;当全体民众哄堂大笑并仿佛纠正该词般呼喊道“埃斯基涅斯是雇工也是叛徒”时,德摩斯梯尼随即将话头转回埃斯基涅斯说道:“埃斯基涅斯,你听到了吗,全体民众是怎样呼喊埃斯基涅斯是叛徒也是雇工的?”进而,如果你的对手针对你引发出笑声,你则当表现出庄重,说道:“现在不是发笑的时候;因为我的言论涉及严肃且对城邦而言必不可少之事。” 在《诗学》中已经谈到可笑之事有多少种,但在《尼各马可伦理学》第四卷末尾附近的某处亦有提及,他在那里论及诚实的品质及其两个极端——傲慢与自谦(反讽)。因为诚实者是如实并切合自身地表白真实情况的人,犹如若某人极有价值,便认为自己配得上许多重大的事物;而傲慢者则是如果自己只有微小价值,却认为自己配得上重大事物的人;自谦者则相反,如果他有重大价值,却认为自己只配得上微小事物或一无所配。亚里士多德在那里说道,还存在一种为我们休息而发现的中道,即所谓机智和敏捷得体;其极端则是粗鄙,以及小丑般的戏谑,如同那些剧场艺人打击自己的脸颊或踢自己的臀部,并在针对自己和他人时做出许多不雅之举,以便通过此类响动、狂态或嘲弄来引发笑声。但在这些表现中的中道则是敏捷得体,古喜剧以及自由而有教养的人皆使用之。 “反讽则是”。在一种意义上,自谦(反讽)作为某种恶德是中道的一端,而在另一种意义上戏谑亦是如此。然而,即使是喀罗尼亚的普鲁塔克在《论儿童的教育》中所提及的那些看似幽默之语,也完全属于小丑般的戏谑,而非属于机智;因为所有说出这些话的人,既给那些他们针对之人带来了痛苦,又为自身招致了嫉恨。

语法注3 条
  1. 1.18ἀφορῶντος τοῦ συμπεράσματος εἰς βλάβην αὐτοῦ ὁ δὲ ἀπέφησεν αὐτὸ θεὶς τὴν αἰτίαν

    这是一个破格句构(anacoluthon):在独立属格结构(ἀφορῶντος τοῦ συμπεράσματος)之后,主句开头使用了连词 δέ(即所谓的归结性 δέ)。主语 ὁ 指代前文的“斯巴达人”(ὁ Λάκων),以此强调转折语气:尽管结论指向对他的损害,但他通过陈述原因断然予以否认。

  2. 1.18οἷον βαρβαρίσας τάχα ἀπὸ περιπετείας τῆς γλώττης

    小词 οἷον 与分词 βαρβαρίσας 连用,表示比拟或外在表象(“仿佛……一般”)。结合著名的历史掌故(德摩斯梯尼故意读错 μισθωτός 的重音以诱导民众纠正),此处的短语描摹了一种伪装的动作姿态,即“仿佛由于口误而念错了音”。

  3. 1.18ἄλλως μεσότητος ἄκρον ἡ εἰρωνεία κακία τις οὖσα καὶ ἄλλως ἡ βωμολοχία

    副词 ἄλλως 重复使用的并列句式(ἄλλως ... καὶ ἄλλως),意为“在一方面……在另一方面……”。句中省略了系动词 ἐστί,简明扼要地对比了作为中道(mesotēs)的极端(akron),反讽(自谦)在一种语境下(相对诚实而言)是恶德,而小丑戏谑在另一种语境下(相对机智而言)则是恶德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg002.humanitext-grc1:326.4-327.21