← 佚名

亚里士多德《修辞学》评注残篇

§324.21-326.3

诘问的技巧与伊索克拉底的背景说明

注解者结合具体事例阐述亚里士多德《修辞术》卷三第18章关于诘问的技巧(引向荒谬、相反结果与悖论),并作为第17章的补充解释了伊索克拉底《致腓力》和《反求交换财产》的写作背景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#1

18. [1418 b 39] Περὶ δὲ ἐρωτήσεως. τότε ποίει τὴν ἐρώτησίν σου, ὦ ῥῆτορ, ὅτε εἰς ἀτοπίαν εὐφυῶς κατακυλίσεις τὸν ἐρωτώμενον, ἐκ μιᾶς ἠρωτημένης προτάσεως καὶ ἑτέρας ἢ ὁμολογουμένης ἢ δοθείσης· ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν1 ἢ δοθέντος παρ’ αὐτοῦ τοῦ Λάμπωνος ἐρωτηθέντος οὕτω συλλόγισαι· οἶδε τὰ μυστήρια ὁ Λάμπων καὶ πάλιν ἐξ ἀνάγκης τετελεσμένος ἀτέλεστος τὸ συμπέρασμα ἄρα ἄτοπον. καὶ πάλιν ὡς ὡμολογημένου εἰλημμένου τοῦ ‘οἱ δαίμονες ἢ θεοὶ ἢ παῖδες θεῶν’ πλέκε τὸν συλλογισμὸν θεοὺς εἶναι δοξάζει δαιμόνια δοξάζει, ὡς ὁ Σωκράτης. κατὰ ἀλήθειαν ὁ Μέλητος εἶπεν κατηγορήθη δὲ ὅτι τὰ δαιμόνια σέβεται Σωκράτης, ἐπεὶ πολλάκις ἔλεγεν, ὅτι σύνεστιν αὐτῷ τὸ δαιμόνιον θείᾳ μοίρᾳ παραπεμπόμενον ἐκ παιδὸς αὐτῷ. “ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται αἰεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τοῦτο ἀποτρέπειν, προτρέπει δὲ οὐδέποτε. καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ἀποτρέπει.” ταῦτα καὶ Πλάτων ἐν Θεάγει. τρίτον εἶδος ἐρωτήσεως τὸ εἰς ἐναντία ἄγον, ὡς τοῦτο· ὁμολογουμένου γὰρ τοῦ τὴν ἀνδρίαν ἀρετὴν εἶναι συνάγεται ἡ ἀνδρία κακία. ἀλλὰ καὶ τὸ εἰς παραδοξολογίαν, ὃ παρὰ τὰς διαφόρους γίνεται αἱρέσεις, ὡς καὶ ἐν τοῖς πολιτικοῖς ἔμαθες. οἱ Στωικοὶ εὐδαίμονα λέγουσι τὸν τὰς Πριαμικὰς συμφορὰς ὑπομένοντα, οἱ δὲ Περιπατητικοὶ τὸν μηδ’ ὅλως συμφοραῖς περιπίπτοντα. συλλόγισαι οὖν δυσδαίμων Πριαμικαῖς συμφοραῖς ὁ εὐδαίμων περιπεσὼν καὶ ὑπομείνας αὐτάς 17. [1418 b 27] Ἀνώτερον εἴρηται τὸ ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει· ἔγραψε γὰρ μετὰ τὴν γεγονυῖαν εἰρήνην μεταξὺ τοῦ Φιλίππου καὶ τῶν Ἀθηναίων παρ’ Αἰσχίνου καὶ Δημοσθένους τῷ Φιλίππῳ ὡς φίλῳ καὶ παραινεῖ αὐτῷ ἀπὸ τοῦ νῦν διαλλάξαντα τὰς Ἑλληνικὰς πόλεις τὰς μεγάλως στασιαζούσας πρὸς ἑαυτὰς στρατεῦσαι κατὰ Περσῶν. εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γὰρ2 οὗτος κατὰ Δαρείου τοῦ καὶ Ὤχου λεγομένου. ἡ στάσις τοῦ λόγου πραγματικὴ καὶ ἐν τῇ Ἀντιδόσει. περὶ τριηραρχίας ἔμελλε γενέσθαι ἀντίδοσις πρὸς τοὺς συγγενεῖς τοῦ Ἰσοκράτους. ὁ γοῦν ἐχθρὸς τοῦ Ἰσοκράτους ὁ Λυσίμαχος ἔπεισε τοὺς Ἀθηναίους ἀντιδοῦναι παρὰ τοὺς ἄλλους αὐτοῦ συγγενεῖς αὐτὸν τὸν Ἰσοκράτην ὡς πλούσιον κατὰ πολὺ γεγονότα ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἐντεῦθεν δυνατὸν εὑρισκόμενον εἰς τὸ λειτούργημα· τοὺς γὰρ ἥττους λόγους ἐδίδαξε τοὺς μαθητὰς κρείττους ποιεῖν· δεινοπαθήσας οὖν ἐφ’ οἷς τε κατ’ αὐτοῦ εἶπεν ὁ ἀντίδικος καὶ ἐπὶ τῇ τριηραρχίᾳ (πολλὰ γὰρ δαπανήματα ἀντεδίδου ἐν τῇ ἐπιζημίῳ ταύτῃ ἀρχῇ) τὸν παρόντα γέγραφεν πβʹ γεγονὼς ἐτῶν λόγον.

18. [1418 b 39] 关于诘问。修辞家啊,当你能巧妙地将受问者从一个被问出的前提和另一个已公认或已被承认的前提推进荒谬之中时,才进行你的诘问。因为,当兰彭未经入教仪式这一事实作为人尽皆知之事被采作公认前提,或者由被问的兰彭本人承认时,你当如此推论: “兰彭知晓秘仪,并且他又必然已受入教仪式,[然而他却]未受仪式;因此结论是荒谬的。”又如,当“精灵若非神祇,便是神祇的子嗣”被采作公认前提时,当编织这样的三段论: “他确信神祇存在,[因为]他确信有灵异之事”,正如苏格拉底那样。事实上美勒托是这样说的,而苏格拉底被控崇拜灵异之物,是因为他屡次声称,凭着神的指派自幼便有神灵伴随着他。 “这是一道声音,每当出现时,总是向我示意,阻止我将要行之事,却从未催促我前行;若有我的朋友与我商议而这声音出现,它也会予以阻止。”柏拉图在《忒阿格斯》中也[述及]这些事。诘问的第三种形式是引向相反结果的形式,如同这样:在公认勇敢是美德的前提下,却推导出勇敢是恶行。此外还有引向悖论的形式,这正如你在伦理学[政治著作]中所学到的那样,是因不同派别的分歧而产生的。斯多亚派称承受普里阿摩斯式不幸的人为幸福者,而逍遥派则称根本不遭遇不幸的人[为幸福者]。故当如此推论: “遭遇普里阿摩斯式不幸并承受之的幸福者,乃是不幸者。” 17. [1418 b 27] 前文所谈及的,乃是伊索克拉底在《致腓力》和《反求交换财产》中所作之事。因为在埃斯基涅斯和德摩斯梯尼在腓力与雅典人之间促成和平之后,他以友人的身份写信给腓力,劝告他从今往后使彼此严重内讧的希腊城邦和解,并起兵讨伐波斯人。即使腓力并未听从他,但后来其子亚历山大读了这篇演说[却听从了];因为亚历山大出兵讨伐了亦称奥库斯的大流士。该演说的论题属于实际事务,在《反求交换财产》中亦是如此。当时就配备三列桨座战船的事务,正将对伊索克拉底的亲属提出财产交换。伊索克拉底的仇敌吕西马科斯遂说服雅典人,越过伊索克拉底的其他亲属,让伊索克拉底本人进行财产交换,理由是他靠学生变得十分富有,因此被认为有能力承担该项公益捐助;因为他曾教导学生将较弱的论点变得更强。于是,他既对诉讼对手攻击他的言论深感愤慨,又对承担战船捐助(因为在这项亏损极大的职责中他替代支出了大量费用)愤愤不平,遂在八十二岁时写下了这篇演说。

语法注2 条
  1. 1.18ὁμολογουμένου γὰρ εἰλημμένου ὡς παρὰ πάντων γινωσκομένου τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν

    属格独立结构。名词性从句 τοῦ ὅτι ὁ Λάμπων ἀτέλεστος ἦν 作为被动分词 εἰλημμένου 的逻辑主语,ὁμολογουμένου 则作表语性修饰(“作为公认的”)。短语 ὡς παρὰ πάντων γινωσκομένου 是说明公认理由的分词短语。

  2. 1.18εἰ καὶ ὁ Φίλιππος οὐκ ἐπείσθη αὐτῷ, ἀλλ’ ὕστερον ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος ἀναγνοὺς τὸν λόγον· ἐστράτευσε γάρ

    破格句(省略结构)。在 ἀλλ’ ὕστερον 引导的分句中,主要动词(承接前句的[ἐπείσθη])被省略,仅留下分词 ἀναγνούς。随后的 ἐστράτευσε γάρ 解释了他“听从”后的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg002.humanitext-grc1:324.21-326.3