← 佚名

亚里士多德《修辞学》评注残篇

§323.1-324.20

欧里庇得斯的诉讼与修辞案例注疏

本节为亚里士多德《修辞术》第三卷(1416a28–1418b29)的注疏。诠释者阐明了欧里庇得斯与许吉埃农关于财产交换诉讼及《希波吕托斯》誓言诗句不敬指控的背景逸事、普萨美提克时期埃及士兵的叛逃、引发怜悯与激愤之演说的避免、阿尔喀诺俄斯的长篇插话以及叙述财产丧失等论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

​ed. Spengelii (Arist. Ars rhet., vol. I)

斯彭格尔编(亚里士多德《修辞术》第一卷)

§1.15

15. [1416a 28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα ἠνάγκασε δοῦναι ἀντίδοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ “ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν”. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὑτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαληθησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας·1 εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ ἠγανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου· ὁ δ’ εἶπεν “ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν” ἤτοι ‘οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα’. ‘ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης’, φησὶν ὁ Ὑγιαίνων, ‘διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους’. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει,2 ‘διότι’, φησίν, ‘εἰ καὶ ἠδίκησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὦ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικαστηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετάρχαις δικάζονται’.

15. [1416a 28] 欧里庇得斯迫使许吉埃农提出财产交换。这财产交换是为城邦承担的公益捐助,涉及配备三列桨座战船、提供给养、出征和航行,以便某人代自己提供若干数额。于是,因为这个缘故,这位许吉埃农指控欧里庇得斯是不敬神者,因为他在戏剧《希波吕托斯》中写下了“舌头已发誓,心灵[却未发誓]”这句诗。原来,淮德拉的侍女即乳母,当正要向那位青年谈论其女主人的爱情——她既是其女主人,又是青年的继母——时,预先用誓言约束他,不得将要说出的话告诉任何人。青年在立誓后作了应许;后来,当她向希波吕托斯倾诉了那份爱意而他愤恨不已时,她便提醒他所立的誓言。他却说:“舌头已发誓,心灵[却未发誓]”,意即:“乳母啊,我并未违誓;因为只有当心灵与舌头一致时,违誓才会成立。但在我的心灵得知将要说出何事之前,我仅凭舌头立誓便被卷了进去;因此我既没有立誓,即使立了誓,也并未违誓。”许吉埃农说:“由此可见,欧里庇得斯是不敬神者,因为他借由这句抑扬格诗行教导人们背誓。”而反过来,这位欧里庇得斯也指斥他不敬神,说道:“因为即使我做错了什么,我也本应在酒神节上,在节日主持者本人面前受到审判。可是现在,许吉埃农啊,你在公共法庭上指控我,实属非理;因为酒神崇拜仪式中的事情,是由仪式主持者本人审理的。”

§1.16

​16. [1417 a 6] Φησὶν Ἡρόδοτος περὶ Αἰγυπτίων ἐν τῷ λόγῳ τῆς μούσης Εὐτέρπης, ὅτι τὸν Ψαμμήτιχον ἀπεδίδρασκον τὸν βασιλέα αὐτῶν τινὲς Αἰγύπτιοι· οὗτοι δὲ καὶ παρ’ αὐτοῦ πάλιν ἐκαλοῦντο ἀναμνήσαντος αὐτοὺς παίδων καὶ γυναικῶν· τῶν δέ τινα λέγεται δείξαντα τὸ αἰδοῖον εἰπεῖν, ἔνθα ἂν τοῦτο ᾖ, ἔσεσθαι αὐτοῖς καὶ γυναῖκας καὶ τέκνα. [1417 a 12] Ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ.3 ἐὰν γὰρ πράξῃς τινὰ εἰς οἶκτον κινοῦντα τοὺς δικαστάς, πάντως ἐκεῖνα κακά εἰσιν, οἷον εἰ πέπρακταί σοι φόνος ἤ τι ἕτερον τῶν ἀπειρημένων, τότε οἰκτίζονται ἐπὶ σοὶ οἱ ἀκροαταί. σίγα οὖν περὶ τῶν τοιούτων. ἀλλὰ καὶ περὶ τῶν, ὅσα δείνωσιν φέρει ἢ ἀγανάκτησιν ἢ δεικνύουσί σε δεινὸν ῥήτορα· δεινὸς γὰρ οὐχ ὁ φρόνιμος καὶ ἀγαθός, ἀλλ’ ὁ πονηρὸς ἄνθρωπος καὶ εὐφυὴς τὰ πράγματα μεταχειρίσασθαι καὶ τοιῶσδε καὶ τοιῶσδε· οἷος ἦν τὰ πολλὰ ὁ Ὀδυσσεύς, περὶ οὗ Κύκλωψ εἶπε πρὸς τοὺς Κύκλωπας ‘Οὔτις με βιάζεται δόλῳ ἠδὲ βίηφι’ καὶ εὐθὺς ἀκούσαντες ἐκεῖνοι ἀπηλλάγησαν. [1417 a 13] Ἡ Ἀλκίνου παραδιήγησις. μέμνηται τούτου ὁ Πλάτων ἐν τῷ ῑ λόγῳ τῶν Πολιτειῶν, ἔνθα περί τε τοῦ Ἀρμενίου Ἠρὸς λέγει ἀλλὰ καὶ περὶ τοῦ Ἀριδαίου τοῦ ἐπὶ ἀσπαλάθων κναμπτομένου, περὶ οὗ ὁδῷ προϊόντες ἐροῦμεν.

​16. [1417 a 6] 希罗多德在题为缪斯欧忒耳佩的那一卷中谈到埃及人时说,一些埃及人背弃了他们的国王普萨美提克叛逃;当国王提醒他们顾及妻儿而再次召回他们时,据说他们中的一人展示了自己的生殖器并说道,只要这件东西在,他们就会既有妻子又有儿女。[1417 a 12] “凡施行时不[招致]怜悯或……”[1417a12]。因为如果你做了促使审判官产生怜悯的事,那些事必定是恶事——例如,如果你犯下了谋杀或某种其他禁忌之事,那时听众便会对你产生怜悯。因此,对于此类事情应当保持沉默。而且对于那些招致激愤、怨怒,或显出你是一个奸滑修辞家的事情,也当沉默;因为所谓“奸滑[可怕]者”,并非明智而良善之人,而是邪恶狡诈、善于将事情玩弄于这般那般手腕之间的人——正如奥德修斯通常表现的那样,关于他,独目巨人曾对同伴们说:“‘没有人’正以诡计和蛮力加害我”,他们一听便立刻离去了。[1417 a 13] “阿尔喀诺俄斯的长篇插话”[1417a13]。柏拉图在《理想国》第十卷中提到了这一点,他在那里不仅谈到了亚美尼亚人厄尔,还谈到了在棘荆上被折磨的阿里代俄斯,关于他,我们在行文进展中再行论述。

§1.17

​17. [1418 b 29] ‘Χρημάτων ἃ ἔλιπον οὐδὲν ἔτι.’ τί γάρ, ὅτι ἴσως ὁ πατὴρ ταύτης ἦν ἐν τῇ οἰκείᾳ πατρίδι πλούσιος, ἐπεὶ δὲ πολιορκουμένης τῆς αὑτοῦ πόλεως ἔφυγεν, ‘ἃ ἔλιπον’, φησίν, ‘ἐκεῖ χρήματα, νῦν οὐδέν εἰσι. καὶ μή μοι ἀπιστήσητε· οὐδὲ γὰρ ἀπώμοτόν ἐστιν ὃ λέγω καὶ ἀνέλπιστον, ἀλλ’ οἱ σωφρονέστεροι πιστεύουσί μοι.’

​17. [1418 b 29] “我留下的财物,如今已荡然无存”[1418b29]。这又是为何?因为或许这女子的父亲在自己的祖国原是富有的,但当他自己的城邦被围困时他逃难出来,说道:“我留在那里的财物,如今已算不得什么。请你们不要不信任我;因为我所说的绝非可起誓否认之事,亦非难以置信之事,反倒是更为慎重之人会相信我的。”

语法注3 条
  1. 1.15ὁ δὲ ὑπέσχετο ὁρκώσας

    主动分词 ὁρκώσας 通常意为“使(他人)立誓”,但在此语境中相当于中间态 ὁρκωσάμενος,指“自己立下了誓言”而作下应许。虽在语法上亦可视为省略宾语(“使乳母立誓”),但鉴于此前是乳母用誓言束缚希波吕托斯,此处解为青年本人履行立誓行为最为顺畅。

  2. 1.15πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει

    代词 αὐτόν 在此语境中指原告许吉埃农,与谓语 ἀσεβῆ 构成双重宾格结构。这是欧里庇得斯反唇相讥,指责对方将酒神节仪典之事带入世俗法庭乃是不敬之举。若将 αὐτόν 视为反身指代欧里庇得斯自身(“称自己为不敬”),则与后文反驳并斥责对方的内容不合。

  3. 1.16Ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ

    此句为亚里士多德《修辞术》1417a12的截断式引文(lemma)。分词 μὴ πραττόμενα 具有条件含义(“若不行”),其后省略了谓语动词(如 ποιεῖ 或 φέρει)以及连词 ἤ 所连接的对应项(可能为 ἀγανάκτησιν)。注疏者随即用条件从句 ἐὰν γὰρ πράξῃς... 来疏解这一结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg002.humanitext-grc1:323.1-324.20