← 佚名

亚里士多德《修辞学》佚名评注

§98.23-100.6

受爱戴者的条件以及仇恨与愤怒的区别

根据亚里士多德《修辞学》第二卷第四章,阐明受爱戴者的各种条件(合作者、患难之交、真诚且不图回报的施惠者等),随后转向对立面——敌意与仇恨,从起因、对象(个别与普遍)、可治愈性、目的以及是否有怜悯等维度将其与愤怒进行对比辨析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.4#3

[b 23] φιλοῦμεν καὶ οἷς συμπράττομεν καὶ συναγωνιζόμεθα εἰς τὸ κτήσασθαι τὰ ἀγαθά, οἷον εἰ συναγωνίζομαί τινι εἰς τὸ κτήσασθαι τὴν βασιλείαν, εἰ μή που μέλλομεν μείζω παθεῖν κακὰ ἢ παρ’ αὐτῶν, ὅτε βασιλεύσουσι, ἢ παρ’ ἄλλων, εἴ γε νοηθῶμεν, ὡς συμπράττομεν τῷ τυραννῆσαι μελετῶντι· διὸ φιλοῦμεν καὶ τοὺς φιλοῦντας τοὺς τεθνεῶτας. [b 27] φιλοῦμεν καὶ τοὺς μὴ ἐγκαταλείποντας ἡμᾶς ἐν καιρῷ πειρασμῶν ἢ ἐν πολέμῳ· καὶ γὰρ ἀπὸ τῶν ἀγαθῶν μάλιστα φιλοῦμεν τοὺς ἀγαθοὺς εἰς τὸ φιλεῖν. φιλοῦμεν καὶ τοὺς μὴ πλαττομένους καὶ κρύπτοντάς τι περὶ αὑτοὺς ἤτοι πρὸς ἡμᾶς ἢ καὶ τοὺς μὴ πλαττομένους ἤτοι τοὺς ἀπλάστους εἰς ἑαυτούς. [b 30] εἴρηται γάρ, ὅτι πρὸς τοὺς φίλους οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν, ἤτοι οὐκ αἰσχυνόμεθα ἀτακτῆσαι, ἵνα μὴ ἀδοξήσωμεν. εἰ οὖν ὁ αἰσχυνόμενος εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀδοξήσῃ, οὐ φίλος, ὁ μὴ αἰσχυνόμενος εἰπεῖν τὸ ἀληθὲς φίλος ἐστί. φιλοῦμεν καὶ τοὺς μὴ φοβερούς. [b 34] ἑταιρία ἐστὶν ἡ ἀπὸ κοινωνίας φιλία, οἷον εἰ κοινωνοὶ ἦσαν ἐπὶ πράγματί τινι. οἰκειότης ἐστὶν ἡ φιλία ἡ ἀπὸ πράξεως, οἷον εἰ συνήργησέ τινι ἐπιχειροῦντι πρᾶξαί τι ἢ ἐν πολέμῳ ἐβοήθησεν, ἔκτοτε οἰκειοῦται αὐτῷ. [b 35] καὶ τὸ μὴ δεηθέντος ποιῆσαι, ἤτοι καὶ εἰ ποιήσαι τις, ὃ ἤθελον ἀξιῶσαι αὐτὸν ποιῆσαι, καὶ ταῦτα μὴ δεηθεὶς καὶ ἀξιώσας αὐτόν, ἔχω φίλον αὐτόν, καὶ μετὰ τὸ ποιῆσαι, ὃ ἤθελον ἀξιῶσαι αὐτόν, μὴ δηλῶσαι καὶ εἰπεῖν ὅτι ‘εὐηργέτησά σε’· καὶ γὰρ φαίνεται ἢ οὕτως ποιήσας ἤτοι εὐεργετήσας με οὐ δι’ ἕτερόν τι ἀλλ’ αὑτοῦ ἕνεκα ἤτοι ἕνεκα ἐμοῦ τοῦ φίλου.1 [1382 a 1] ἐκ τῶν ἐναντίων δεῖ θεωρεῖν ἤτοι ἐκ τῶν περὶ φιλίας τόπων. ἡ μὲν ὀργὴ γίνεται ἐκ τῶν κακῶν τῶν πρὸς αὐτόν, ἤτοι ὀργὴ γίνεται, ὅταν τις λυπῆσαι σπουδάζῃ τινά, ἐξ οὗ ἐλυπήθη καὶ ἔπαθέ τι κακόν· ἔχθρα δὲ καὶ ἄνευ τῶν πρὸς αὑτόν, ἤτοι ἐχθραίνομαι δὲ καὶ μισῶ τὸν Τανισμάνην, κἂν οὐδέν τι κακὸν οὗτος πρὸς ἐμὲ ἔδρασε. [a 6] μισεῖν δὲ λέγομαι οὐ τὸν Καλλίαν, ἀλλὰ τὸ γένος ὅλων τῶν Περσῶν ἢ τῶν συκοφαντῶν. καὶ τὸ μὲν ἤτοι τὸ ὀργίζεσθαί ἐστιν ἰατὸν τῷ χρόνῳ, τὸ δὲ μῖσος ἀνίατον· καὶ ἡ μὲν ὀργὴ ἐφίεται τοῦ μόνον λυπῆσαι, ἡ δὲ ἔχθρα ἐφίεται τοῦ κακῶσαι ἤτοι χαλάσαι καὶ ἀπολέσαι, ὥστε μὴ ζῆν. [a 8] ἐπεὶ γὰρ ὁ ὀργιζόμενος βούλεται αἴσθεσθαι καὶ νοῆσαι, πρὸς ὃν ὀργίζεται, ὅτι κατ’ αὐτοῦ ὀργίζεται, φαίνεται, ὅτι μερικῷ ὀργίζεται ὁ ὀργιζόμενος· τῷ δέ, τῷ ἐχθραίνοντι, οὐδὲν διαφέρει καὶ συμβάλλεται, εἴτε νοήσει ὁ ἄνθρωπος, πρὸς ὃν ἐχθραίνεται, ὅτι κατ’ αὐτοῦ ἐχθραίνεται καὶ μελετᾷ ποιῆσαί τι κακόν, εἴτε καὶ μὴ νοήσει. [a 9] τὰ μὲν οὖν λυπηρὰ πάντα εἰσὶν αἰσθητὰ ἤτοι μετὰ αἰσθήσεως γινόμενα· ἐπαισθάνεται γὰρ ὁ πάσχων τῆς λύπης. τὰ δὲ μᾶλλον κακὰ οὐδαμῶς εἰσιν αἰσθητά· ἡ γὰρ παρουσία τῆς ἀδικίας οὐ λυπεῖ τὸν ἔχοντα, ἀλλὰ μὴ οἷον αἰσθανόμενος ταύτης φαίνεται· ὁμοίως δὲ καὶ ὁ ἄφρων οὐκ αἰσθάνεται τῆς ἀφροσύνης. [a 13] ὁ δὲ μισῶν οὐ λυπεῖται. καὶ ὁ μὲν ὀργιζόμενος ἐλεήσει τὸν καθ’ οὗ ὀργίζεται πολλῶν γινομένων, ἤτοι εἰ προσπέσῃ αὐτῷ ἢ εἰ μετάμελον σχῇ, ὁ δὲ ἐχθραινόμενος οὐδενός,2 ἤτοι εἴ τι ἂν ποιήσῃ ὁ, πρὸς ὃν ἐχθραίνεται, οὐκ ἐλεήσει αὐτόν. ὁ μὲν γάρ, ὁ ὀργιζόμενος, βούλεται ἀντιπαθεῖν καὶ ἀντιλυπῆσαι τὸν, πρὸς ὃν ὀργίζεται, ὁ δὲ μισῶν βούλεται μηδὲ ὅλως εἶναι καὶ ζῆν τόν, ὃν μισεῖ. [a 16] ἐκ τούτων τῶν τόπων δείξει τις καὶ τὸν μὴ ὄντα καὶ φαινόμενον ἐχθρόν, ὅτι ἔστιν ἐχθρός, καὶ τὸν φάσκοντα ἐχθρὸν εἶναι διαλύειν καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἐχθρός, καὶ δεικνύειν τόν τε φιλονεικοῦντα δι’ ὀργὴν καὶ πάλιν τὸν φιλονεικοῦντα δι’ ἔχθραν· καὶ οἵαν ἂν βούληται, δείξει, εἴτε ὅτι δι’ ἔχθραν φιλονεικεῖ, εἴτε δι’ ὀργήν.

我们也爱那些我们与其共事并一同奋斗以获得善事的人;例如,如果我与某人一同奋斗以图夺取王位,只要我们不致在他们登基时因他们承受更大的祸患,或者如果被察觉在协助图谋僭主统治之人而不致因他人承受更大的祸患;因此我们也爱那些爱死者的人。我们也爱那些在考验之时或战争中不离弃我们的人;因为在善事之中,我们尤其爱那些善于爱人的人。我们也爱那些不矫饰且不隐瞒关于自身的任何事、即对我们〔不隐瞒〕的人,或者说不矫饰的人,即对自己不加虚饰的人。因为前文已说过,在朋友面前我们对于关乎声誉之事不觉羞耻,即不至于因害怕名声受损而不敢做出出格之事。因此,如果害怕名声受损而耻于说真话的人不是朋友,那么不耻于说真话的人便是朋友。我们也爱那些不可怕的人。同伴之情是出于共同交往的友爱,例如他们在某件事上曾是合伙人。亲近之情是出于行为的友爱,例如有人协助企图做某事之人或在战争中予以援助,自那时起便与他亲近起来。“以及在未受请求时去做”:即如果有人做了我本想请求他做的事,且这还是在我尚未请求他时便已做成,我便视他为朋友;而在做了我本想请求他做的事之后,他并不宣扬并不说“我曾施惠于你”;因为如此行事之人,即施惠于我的人,显得并非为了别的什么,而是为了他自身,也就是为了身为朋友的我而做。 应当从相反者中考察,即从关于友爱的论题中[考察仇恨]。愤怒产生于针对自身的恶事;即当有人热衷于使那个曾令自己悲痛并遭受恶事之人感到悲痛时,愤怒便产生;而敌意则即便没有针对自身之事亦会产生;也就是说,即便塔尼斯曼尼斯未曾对我做过任何恶事,我也敌视并憎恨他。据说我憎恨的不是卡利亚斯,而是全体波斯人或诬告者的种族。而前者,即发怒,随着时间是可以医治的,但仇恨却不可救药;愤怒仅追求使人悲痛,而敌意则追求加害,即予以摧毁并毁灭以使其无法生存。因为发怒者希望自己所发怒的对象能察觉并领悟到自己是在向其发怒,显而易见发怒者是向个别之人发怒;但对另一方,即怀有敌意者而言,他所敌视的人是否领悟到自己在敌视他并图谋行恶,抑或全未领悟,都毫无区别也无所助益。因此令人悲痛之事皆是可感知的,即伴随着感知而发生;因为受难者能感知到悲痛。但更大的恶则绝非可感知的;因为不正义的存在并不使拥有它的人感到悲痛,反而他显得似乎对此毫无感知;同样愚蠢者亦感知不到自己的愚蠢。但怀恨者并不感到悲痛。而且发怒者在许多情况发生时——即如果对方跪倒在他脚下或者心生悔意——会怜悯他所发怒的对象,但怀有敌意者在任何情况下都不生怜悯,即无论他所敌视之人做些什么,他都不会怜悯他。因为发怒者希望〔对方〕受到反向的痛苦,并反过来使自己所发怒的对象感到悲痛,而怀恨者则希望自己所憎恨之人根本不存在亦不活着。根据这些论题,人们能够指出那个并非敌人而看似敌人的人实际上是敌人,亦能驳斥那个自称敌人之人并证明他不是敌人,并且能指出因愤怒而相争之人,以及因敌意而相争之人;无论人们意欲何者,都能证明他或是因敌意而相争,或是因愤怒而相争。

语法注2 条
  1. 2.0.4ἀλλ’ αὑτοῦ ἕνεκα ἤτοι ἕνεκα ἐμοῦ τοῦ φίλου

    针对亚里士多德原文(1381b37)中的“αὑτοῦ ἕνεκα”(为了他自身),注释者用“也就是为了身为朋友的我”(ἕνεκα ἐμοῦ τοῦ φίλου)加以训释。这是将第三人称反身代词 αὑτοῦ 理解为指代受惠者(即以第一人称代入的“朋友我自身”)。

  2. 2.0.4ἐλεήσει τὸν καθ’ οὗ ὀργίζεται πολλῶν γινομένων ... ὁ δὲ ἐχθραινόμενος οὐδενός

    πολλῶν γινομένων 是独立属格,表示条件或情况(“当许多情况发生时”),注释者在紧接的 ἤτοι 从句中列举了对方下跪服软或懊悔等具体情境。与之对应的 οὐδενός 亦为独立属格(省略了 γινομένου),意为“在任何情况下(无论发生什么)[都不怜悯]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:98.23-100.6