← 佚名

亚里士多德《修辞学》佚名评注

§100.7-101.15

恐惧的定义与令人畏惧之物的条件

阐明恐惧的定义(由迫近的毁灭性恶事的想象所引起的悲痛),并注释了引发恐惧的事物与人物的各种条件(拥有加害能力与意图者、行不义者、竞争对手、令强者生畏者等,1382a21–b19)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.5#1

5. Ὁ φόβος λύπη ἐστὶν ἐκ τοῦ φαντάζεσθαι καὶ ἀνατυποῦν τῇ διανοίᾳ ἢ μέλλον γενέσθαι κακὸν ἢ φθαρτικόν. [a 23] ἢ βραδὺς εἰς τὸ νοεῖν. ἀλλ’ ἐκεῖνα φοβεῖταί τις, ὅσα δύνανται προξενεῖν μεγάλας λύπας. καὶ ταῦτα φοβούμεθα, ἃ μὴ πόρρω εἰσίν· ὁ γὰρ θάνατος, εἰ καὶ φοβερόν ἐστιν, ἀλλ’ ἐπεὶ ἔστι πόρρω καὶ οὐ σύνεγγυς (μετὰ γὰρ τριάκοντα χρόνους τις θνήσκει ἢ πεντήκοντα), διὰ τοῦτο αὐτὸν οὐ φοβούμεθα. [a 25] ὥστε μέλλειν ἤτοι ὀφείλειν ἤδη γίνεσθαι σύνεγγυς· οἷον εἰ τοὺς πολεμίους βλέπω ἤδη ἐγγίζοντάς μοι. [a 30] τὰ σημεῖα τῶν τοιούτων οἷον τῶν νόσων φοβερά εἰσιν· ὁ γὰρ κίνδυνός ἐστι πλησιασμὸς τοῦ φοβεροῦ. τοιαῦτα δὲ ἤτοι φοβερά εἰσιν ἡ ἔχθρα καὶ ἡ ὀργὴ τῶν ἐνδόξων τῶν δυναμένων ποιεῖν ἤτοι βλάπτειν. [a 34] ὥστε, εἰ βούλονται καὶ δύνανται βλάπτειν, λοιπὸν ἐγγύς εἰσι τοῦ ποιεῖν· εἰ γὰρ ἠβούλοντο μέν, οὐκ ἠδύναντο δέ, πόρρω ἂν ἦσαν. καὶ ἡ ἀδικία δύναμιν ἔχουσα φοβερόν, οἷον εἰ ἄδικός μέν ἐστι καὶ δύναται καὶ βλάπτειν, φοβερός ἐστι. [a 35] καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα, ἤτοι εἴ ἔστι τις ἀνδρεῖος ἅμα καὶ δυνατὸς ἤτοι ἔνδοξος καὶ παραδυναστεύων βασιλεῖ, φοβερός ἐστι τῷ ἐπιχειρήσαντι τῷ ὑβρίσαι αὐτόν. [b 2] καὶ φόβος τῶν δυναμένων τι ποιῆσαι, ἤτοι καὶ φοβούμεθα τοὺς δυναμένους βλάπτειν· ἀνάγκη γὰρ εἶναι τὸν τοιοῦτον ἤτοι τὸν δυνάμενον βλάπτειν ἐν παρασκευῇ ἤτοι ἕτοιμον εἰς τὸ βλάπτειν. [b 5] φοβερὸν τὸ ἐπ’ ἄλλῳ αὑτὸν εἶναι1 ἤτοι τὸ ἐλπίζειν ζῆν ἐπ’ ἄλλῳ καὶ τὸ κεῖσθαι τὴν σωτηρίαν αὑτοῦ παρ’ ἄλλῳ· ἴσως γὰρ διὰ κέρδος ἀπόσχωνται αὐτοῦ ἢ διὰ δειλίαν· εἰ γάρ τις σύνοιδεν ἐμοὶ ἐπιβουλεύοντι τῷ βασιλεῖ, φοβερός ἐστιν ἐμοί, μή πως κατείπῃ μου ἀφορῶν ἐκ τῆς προσαγγελίας κερδῆσαι ἢ πολλάκις δειλιάσας, μή πως ἁλῷ ὡς συνειδὼς καὶ διὰ τοῦτο τιμωρηθῇ· ἢ ἐν καιρῷ κινδύνου καταλείψουσι. [b 8] καὶ οἱ δυνάμενοι ἀεὶ ἀδικεῖν φοβεροὶ τοῖς δυναμένοις ἀδικεῖσθαι. καὶ οἱ ἠδικημένοι φοβεροί εἰσιν ἢ οἱ νομίζοντες ἀδικεῖσθαι καὶ ἀεὶ ἐπιτηροῦσι καιρόν, ἵνα τὸν ἀδικήσαντα βλάψωσι. καὶ οἱ ἀδικήσαντες ἀεί εἰσι φοβεροί· δεδιότες γάρ, μή πως οἱ ἀδικηθέντες ἰσχύσωσι καὶ ἀντιβλάψωσιν αὐτούς, ἀεὶ σπεύδουσιν ἐκτρῖψαι αὐτούς· [b 12] ἐπέκειτο γὰρ φοβερὸν τὸ τοιοῦτον ἤτοι τὸ ἀντιπαθεῖν. καὶ οἱ τῶν αὐτῶν ἀγωνισταί εἰσι φοβεροὶ πρὸς ἀλλήλους· οἷον εἰ ὑπὲρ βασιλείας ἀγωνίζονται δύο τινές, ἐπεὶ οὐκ ἐνδέχεται ἀμφοτέροις τὴν βασιλείαν περιελθεῖν ἅμα, διὰ τοῦτο φοβοῦνται ἀλλήλους. [b 14] αἰεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους ἤτοι πρὸς ἀλλήλους. καὶ οἱ φοβεροὶ τοῖς κρείττοσι καὶ αὐτοῖς τοῖς ἐλάττοσι φοβεροί. [b 16] φοβεροί εἰσι καὶ οὓς φοβοῦνται οἱ κρείττους διὰ τὸ αὐτὸ ἤτοι διὰ τὸ δύνασθαι καὶ σὲ τὸν ἐλάττω βλάψαι, ὥσπερ καὶ τὸν κρείττω· [b 18] ἢ γὰρ ἤδη εἰσὶ φοβεροὶ οἱ καὶ τοῖς κρείττοσιν ἐπιτιθέμενοι ἢ προσδοκῶνται ἔτι μᾶλλον γενέσθαι φοβεροί, εἴ γε αὔξησιν τῆς ἑαυτῶν δυναστείας λάβωσι καὶ ἐπίτασιν. γράφεται καὶ οἱ τοῖς ἥττοσιν ἐπιτιθέμενοι·2 οὗτοι γὰρ εἰ ἔτι αὐξηθῶσι, καὶ κατὰ τῶν κρειττόνων ἐπιχειρήσουσι. [b 19] φοβεροί εἰσι καὶ οἱ φίλοι τῶν ἀδικηθέντων παρ’ ἡμῶν καὶ οἱ τῶν ἐχθρῶν τῶν ἡμετέρων φίλοι καὶ οἱ φίλοι τῶν ἀντιπάλων καὶ τῶν ἀνταγωνιστῶν ἡμῖν.

5. 恐惧是由在心灵中想象和描绘即将发生的恶事或毁灭性恶事所产生的悲痛。抑或理解迟缓。但人所恐惧的是那些能够带来巨大悲痛的事物。我们恐惧那些并非遥远的事物;因为死亡即便是一件可怕之事,但因其遥远而非迫近(因为人在三十年或五十年后才会死去),故此我们并不恐惧死亡。“以致切近”,即应当已经变得迫近;例如如果我看到敌人已经逼近我。此类事物的征兆,例如疾病的征兆,是可怕的;因为危险即是可怕之物的临近。而此类事物,即可怕之事,乃是能够有所作为即能够施加伤害的显贵之人的敌意与愤怒。因此,如果他们意图施加伤害且有能力施加伤害,他们便已临近于行动;因为若他们虽有意图却无能力,他们便仍处于遥远之中。而且“拥有权力的不义是可怕的”,例如若有人不义且亦能够施加伤害,他便是可怕的。“以及拥有权力的受侮辱之德行”——即如果某人兼具勇敢与强权,亦即显赫且在国王身旁当权,对于企图侮辱他的人而言,他便是可怕的。“以及对能够有所作为之人的恐惧”——即我们也恐惧那些能够施加伤害的人;因为这样的人,即能够施加伤害的人,必然处于戒备状态之中,即随时准备施加伤害。“依赖他人是可怕的”——即指望依赖他人而活,且自身的安全寄托于他人之手;因为他们或许出于利益而撒手不管,或者出于怯懦;例如,若有人知晓我图谋反对国王,他于我而言便是可怕的,唯恐他因指望通过告密获利,或者往往因心生怯懦、害怕自己作为知情共谋者被捕并因此受罚而告发我;抑或在危难关头他们会离弃[那人]。并且那些始终能够行不义的人,对于可能遭受不义的人而言是可怕的。那些遭受过不义的人,或者自认为遭受不义的人,也是可怕的,他们始终在窥伺时机,以便伤害行不义者。行不义之人亦始终是可怕的;因为他们害怕遭受不义的人一旦得势便会反过来伤害自己,故而始终急于将他们斩草除根;因为这样的事,即遭受反报之苦,是作为可怕之事笼罩在头顶的。争夺同一事物的人彼此之间亦是可怕的;例如如果有两个人争夺王位,既然王位不可能同时归属于两者,故此他们彼此恐惧。因为他们始终与这样的人,即彼此之间开战。而令强者生畏的人,对于弱者自身而言亦是可怕的。强者所恐惧的人,亦出于同样的原因是可怕的,即因为他们不仅能伤害强者,同样亦能伤害身为弱者的你;因为那些甚至攻击强者的人,要么本身已令人畏惧,要么若其权势进一步扩张与增强,便预计会变得更加可怕。亦载作“攻击弱者的人”;因为这些人若进一步坐大,亦会对强者下手。受到我们不义侵害之人的朋友、我们敌人的朋友,以及我们的对手与竞争者的朋友,亦皆是可怕的。

语法注2 条
  1. 2.0.5φοβερὸν τὸ ἐπ’ ἄλλῳ αὑτὸν εἶναι

    冠词化不定式短语 τὸ ... εἶναι 充当全句的主语,表语为形容词 φοβερόν。反身代词宾格 αὑτόν 是不定式的逻辑主语,介词短语 ἐπ’ ἄλλῳ 充当表语性补足语,意为“依赖他人”或“处于他人掌控之下”。

  2. 2.0.5γράφεται καὶ οἱ τοῖς ἥττοσιν ἐπιτιθέμενοι

    γράφεται 是用于引入文献学异文(手抄本不同读法)的固定表达,意为“亦载作……”。其主语是随后的主格短语 οἱ τοῖς ἥττοσιν ἐπιτιθέμενοι,旨在针对前文讨论的 οἱ καὶ τοῖς κρείττοσιν ἐπιτιθέμενοι 提出另一种文本异读并阐明其解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:100.7-101.15