← 佚名

亚里士多德《修辞学》佚名评注

§97.5-98.23

令人心生友爱之人的特质与关系

本节基于亚里士多德《修辞学》卷二第四章(1381a34–b23),阐释了人们因何种特质与关系而爱他人并结为朋友,涉及容貌服饰的整洁、对过失的包容、同业竞争所致的嫉妒(“陶工对陶工”)、以及在名誉与真相面前的羞耻感等诸项条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.4#2

καὶ ἐμμελῶς ἤτοι ἐπιτηδείως σκώπτοντες. [a 36] ἔχομεν φίλους καὶ τοὺς ἐπαινοῦντας τὰ ἐνόντα ἡμῖν ἀγαθά, καὶ ἀπὸ τῶν ἀγαθῶν εἰ ἐπαινοῦσιν ἐκεῖνα τὰ ὑπάρχοντα ἡμῖν ἀγαθά, ἃ ὑποκρινόμεθα καὶ δοκοῦμεν ἔχειν, φοβούμεθα δὲ μὴ ἔχειν αὐτά·1 οἷον εἴ ῥήτωρ εἶναι δοκῶ καὶ ταῦτα μὴ ὤν, φοβοῦμαι μή πως ἀπελεγχθῶ μὴ ὢν ῥήτωρ, καὶ διὰ τοῦτο, εἴ τίς με ἐπαινεῖ ὡς ὄντα ῥήτορα, φιλῶ αὐτὸν ὡς ἐπιβεβαιοῦντα, ὃ δοκῶ μὲν ἔχειν, φοβοῦμαι δέ, μή πως ἀπολέσω αὐτὸ καὶ μὴ ἔχειν ἀπελεγχθῶ. [b 1] φιλοῦμεν καὶ τοὺς καθαρίους περὶ ὄψιν ἤτοι τοὺς εὐειδεῖς καὶ μὴ θέλοντας ῥυπαροὺς περιπατεῖν· καὶ τοὺς καθαροὺς περὶ ἀμπεχόνας ἤτοι ἱμάτια ἤτοι τοὺς μὴ ῥυπαρὰ ἐνδεδυμένους ἱμάτια· καὶ τοὺς μὴ ὀνειδιστὰς τῶν ἁμαρτημάτων, ἤτοι ὅτι † ἔπταισας με τὸ μήποτε ὀνειδίζοντας, ὅτι εὐηργέτησά σέ ποτε. [b 5] οἵους γὰρ ὑπολάβωσιν εἶναι, ἤτοι εἰ γὰρ πρὸς τοὺς ἄλλους πταίσαντάς εἰσιν εὐδιάλλακτοι, λοιπὸν καὶ πρὸς ἡμᾶς αὐτοὺς τοιοῦτοι ἔσονται, εἴ γέ τι πταίσομεν. [b 7] καὶ μὴ εἰδότας μήτε τὰ κακὰ τῶν πλησίον ἤτοι τῶν φίλων μήτε τὰ αὐτῶν ἤτοι τὰ οἰκεῖα· ὁ γὰρ ἀγαθὸς ταῦτα μόνα ὁρᾷ τὰ ἀγαθά. φιλοῦμεν καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς σπουδάζουσιν, ἤτοι εἰ σπουδάζω ὡς ῥήτωρ ἐπιδείκνυσθαι, φιλῶ τὸν μὴ ἀντιπίπτοντά μοι, πρὸς ὃ σπουδάζω. [b 10] καὶ τοὺς πρὸς αὑτοὺς ὡσαύτως ἔχοντας ἤτοι φιλῶ καὶ τοὺς ἔχοντας πρὸς ἐμὲ οὕτως, ὡς ἐγὼ πρὸς αὐτοὺς ἔχω, ἤτοι οἵαν διάθεσιν ἔχω πρὸς αὐτούς, εἰ ἔχουσι καὶ αὐτοὶ τὴν αὐτὴν πρὸς ἐμέ. [b 13] φιλοῦμεν καὶ τοὺς πεπονθότας τὰ αὐτὰ ἡμῖν, περὶ ἃ βουλόμεθα θαυμάζεσθαι, οἷον εἰ βουλόμενος θαυμάζεσθαι ἐπὶ γεωμετρίᾳ ἐξωδίασα πολλὰ καὶ ἐκοπίασα, ἴδω δέ τινα ἐξοδιάσαντα πολλὰ καὶ κοπιάσαντα ἐπὶ τῇ ταύτης κτήσει, φιλῶ τοῦτον. [b 14] ἢ σπουδαίους δοκεῖν ἤτοι ἐναρέτους. καὶ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας, οἷον εἴ τίς ἐστι γεωμέτρης, εἰμὶ δὲ καὶ αὐτός, φιλῶ αὐτόν, εἰ μή που παρενοχλεῖ μοι, οἷον εἰ ὁ βίος καὶ τὸ ζῆν μοί ἐστιν ὁμοίως δὲ καὶ ἐκείνῳ ἀπὸ τοῦ αὐτοῦ ἔργου ἤτοι ἀπὸ τοῦ διδάσκειν τὴν γεωμετρίαν καὶ ἐκ τοῦ διδομένου μοι μισθοῦ πορίζομαι τὰ πρὸς τὸ ζῆν ἀναγκαιότατα, παρενοχλεῖ μοι οὗτος σπουδάζων τοὺς ἐμοὺς μαθητὰς ἀποσυλᾶν, τότε μισῶ αὐτόν· εἰ δὲ ἀμφότεροι ἦμεν ἀνενδεεῖς, ἢ θάτερος μέν ἐστιν ἀνενδεὴς θέλων δὲ μόνον ἐπὶ τῇ γεωμετρίᾳ σπουδάζειν, θάτερος δὲ ἀποζῇ ἀπὸ τοῦ διδάσκειν ταύτην, οὐδὲν τὸ κωλῦον φίλον ἔχειν αὐτόν· εἰ γὰρ ἀπὸ τοῦ αὐτοῦ ἔργου ὁ βίος ἐστί, γίνεται μοι τότε φθόνος· τοῦτο γὰρ δηλοῖ τὸ [b 16] ‘κεραμεὺς 〈κεραμεῖ〉’. καὶ τοὺς ἐπιθυμοῦντας τῶν αὐτῶν, ὧν ἐνδέχεται ἅμα μετέχειν· οἷον εἰ δύο τινὲς ἐπιθυμοῦσι μητροπολῖται γενέσθαι, εἰκὸς ἅμα καὶ τοὺς δύο γενέσθαι ἐπ’ ἄλλῃ καὶ ἄλλῃ μητροπόλει, καὶ οὗτοι φίλοι ἀλλήλοις εἰσίν· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ δυνατὸν τυχεῖν ἅμα καὶ τοὺς δύο, ὧν ἐφίενται, οἷον ἐπιθυμοῦσι τινες γενέσθαι ῥήτορες καὶ ῥητορεῖον λαβεῖν, ἅμα μὲν καὶ τοὺς δύο τὸ ῥητορεῖον λαβεῖν ἀδύνατον, ἀνάγκη δὲ τὸν ἕτερον λαβεῖν τὸ ῥητορεῖον, ἐπεὶ γοῦν οὐκ ἔστι δυνατὸν καὶ ἀμφοτέρους ἐπιτυχεῖν, οὗ ἐπιθυμοῦσι. [b 18] καὶ οὕτω συμβαίνει τὸ αὐτό, ἤτοι τὸ ‘κεραμεὺς κεραμεῖ κοτέει’ ἤτοι φθόνος. φιλοῦμεν καὶ ἐκείνους, πρὸς οὓς οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν2 ἤτοι ὥστε ἀδοξῆσαι· οἷον εἰ φιλῶ τινα, οὐκ αἰσχύνομαι ἔμπροσθεν ἐκείνου ἄτακτόν τι ποιῆσαι, ἵνα μή με ἀδοξήσῃ· οὐκ αἰσχύνομαι δὲ ἀτακτῆσαι οὐχ ὡς καταφρονῶν αὐτοῦ, ἀλλ’ ὡς θαρρῶν ἐν αὐτῷ. [b 20] καὶ πρὸς οὓς αἰσχύνονται τὰ πρὸς ἀλήθειαν, ἤτοι καὶ τούτους φιλοῦμεν, πρὸς οὓς αἰσχυνόμεθα ψεύδεσθαι. φιλοῦμεν καὶ πρὸς οὓς φιλοτιμοῦνται ἤτοι ἐπιδείκνυνται. καὶ ἐκείνους φιλοῦμεν, ὑφ’ ὧν βουλόμεθα ζηλοῦσθαι ἤτοι ζηλωτοὶ φαίνεσθαι καὶ μὴ τοὐναντίον φθονεῖσθαι.

以及巧妙即得体地开玩笑的人[也是朋友]。我们也将那些称赞我们身上所具备之善事的人视作朋友;而在善事之中,如果他们称赞那些属于我们、而我们假装并似乎拥有、却又害怕自己并不拥有的善事,[我们尤其视其为朋友];例如,如果我看似是个雄辩家而其实并非如此,我便害怕不知怎的被揭穿并非雄辩家,正因如此,如果有人称赞我为雄辩家,我便爱他,因为他确证了我看似拥有、却又害怕不知怎的失去并被揭穿并不拥有的事物。我们也爱那些容貌整洁的人,即相貌端正且不愿蓬头垢面四处走动的人;以及在服饰即衣着方面整洁的人,即不穿脏衣服的人;以及不过分责备过失的人,即[不加责怪]且绝不抱怨说自己曾几何时施惠于你的人。“因为他们被假定为何种人”:即如果他们对其他犯过错的人易于和解,那么今后对我们自己,如果我们犯了什么过错,他们也会是这般态度。以及那些既不知道邻人即朋友们的缺点、也不知道自身即自家的缺点的人;因为善良的人只看到这些美好的事物。我们也爱那些不反对热切追求者的人;即如果我正热衷于展现自己是个雄辩家,我便爱那个在我所热衷的事情上不与我作对的人。“以及对待自身持同样态度的人”:即我也爱那些待我如同我待他们一样的人,也就是我对他们怀有怎样的情谊,他们自己对我亦怀有同样的情谊。我们也爱那些在我们希望受人赞赏的事情上与我们有相同经历的人;例如,如果我希望因几何学受人赞赏而耗费资财、历经辛劳,又看到有人在掌握几何学上也耗费了大量资财并历经辛劳,我便爱此人。“或者显得优秀”,即有德性。我们也爱那些从事同样行业的人;例如,如果有人是个几何学家,我自己也是,只要他不曾妨碍我,我便爱他;例如,如果我的生计和生活与他的生计生活同样依赖于同一份工作即教授几何学,并且我从所得薪酬中谋求最必需的生活之资,而他却热衷于抢夺我的学生来妨碍我,那时我便恨他;但如果我们双方都衣食无忧,或者一方衣食无忧仅想潜心于几何学,而另一方靠教授几何学谋生,便没有任何妨碍视他为朋友的事;因为如果生计依赖于同一份工作,那时我便会产生嫉妒;因为这正是“陶工〈对陶工〉”所表明的。我们也爱那些渴望能同时共同享有的相同事物的人;例如,如果两个人渴望成为都主教,两人完全可能同时在不同的都主教区就任,这些人彼此便是朋友;但若不然,即如果两人不可能同时获得所追求的事物——例如某些人渴望成为雄辩家并获得雄辩术讲席,但两人不可能同时获得该雄辩术讲席,而必然是由其中一人获得讲席——既然双方不可能同时获得所渴望之物。这样便发生同样的情况,即“陶工嫉妒陶工”,也就是嫉妒。我们也爱那些在其面前对于关乎声誉之事不觉羞耻的人,即不至于招致坏名声;例如,如果我爱某人,我不会唯恐他鄙视我而羞于在他面前做出出格之事;我不以出格为耻,并非出于轻视他,而是因为信任他。“以及在其面前对关乎真相之事感到羞耻的人”:即我们也爱那些在其面前以说谎为耻的人。我们也爱那些人们在其面前力求好胜即自我展现的人。我们也爱那些我们希望被其效仿的人,即希望显得值得被效仿,而相反不希望被其嫉妒。

语法注2 条
  1. 2.0.4φοβούμεθα δὲ μὴ ἔχειν αὐτά

    在表示恐惧的动词 φοβούμεθα 之后接不定式短语 μὴ ἔχειν 作为宾语,否定词 μή 直接否定不定式 ἔχειν(而非引导定式动词的担心从句),意为“害怕自己并不拥有它们”。

  2. 2.0.4τὰ πρὸς δόξαν

    作为 αἰσχυνόμεθα 的宾语短语,表限定或领域的宾格,意为“关于声誉/他人看法之事”。注释者随即以 ἤτοι ὥστε ἀδοξῆσαι(即以致招致坏名声)作了同义转述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:97.5-98.23