← 佚名

亚里士多德《修辞学》佚名评注

§95.23-97.5

友爱的定义与被视为朋友者的条件

注解者阐释了亚里士多德《修辞学》第2卷第4章(1380b34–1381a35)中关于友爱与去爱的定义,并详细分析了被视为朋友而受爱戴者的各种条件(如利害一致、施恩、德性、自食其力的行当以及宜人的社交品质)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.4#1

4. Τίνας δὲ φιλοῦσι καὶ μισοῦσιν, ἔσται δῆλον, εἴ γε τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισόμεθα. [b 35] φιλεῖν γοῦν ἐστι τὸ βούλεσθαί τινι ἤτοι τῷ φίλῳ, ἃ οἴεται ὅτι εἰσὶν ἀγαθά, οὐχ ἵνα τι κερδήσῃ αὐτὸς ἐκ τοῦ παθεῖν τὸν φίλον ἀγαθόν τι, ἀλλὰ χάριν ἐκείνου τοῦ φίλου,1 καὶ τὸ κατὰ δύναμιν ἤτοι ὅσον δύναται πρακτικὸν εἶναι τούτων τῶν ἀγαθῶν. [1381 a 2] οἴονται δὲ φίλοι εἶναι οἱ οἰόμενοι οὕτως ἔχειν πρὸς ἀλλήλους, ὡς καὶ φιλεῖν καὶ ἀντιφιλεῖσθαι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς τῶν φίλων καὶ συναλγοῦντα πάλιν τοῖς λυπηροῖς αὐτῶν2 μὴ δι’ ἕτερόν τι ἀλλὰ δι’ ἐκεῖνον τὸν φίλον. [a 6] γινομένων γάρ, ὧν βούλονται· τοῦτο κατασκευαστικόν ἐστι τοῦ πῶς τοῖς τῶν φίλων ἀγαθοῖς συνήδονται. καὶ φησὶν ὅτι ‘ἐπεί, ὅταν γένηται ὃ βούλομαι, χαίρω, βούλομαι δὲ τὰ ἀγαθὰ τῷ φίλῳ, διὰ τοῦτο καὶ τῶν ἀγαθῶν ἐπιγενομένων τῷ φίλῳ χαίρω, ὥσπερ πάλιν λυποῦμαι, εἰ μὴ ταῦτα αὐτῷ γένωνται, ἀλλὰ λυπηρά’. [a 8] εἰσὶ φίλοι καὶ οἷς ἀγαθά εἰσι ταὐτά. καὶ εἰ τὰ αὐτὰ κακὰ ἔχουσι, καὶ οὗτοι φίλοι εἰσί. καὶ οἱ τοὺς αὐτοὺς φίλους ἔχοντες ἢ τοὺς αὐτοὺς ἐχθροὺς φίλοι εἰσίν. ἀνάγκη γὰρ τούτους τοὺς φίλους βούλεσθαι τὰ αὐτά, ἤτοι ἢ τοὺς αὐτοὺς φίλους ἔχειν ἢ τοὺς αὐτοὺς ἐχθρούς. [a 11] ἀλλὰ καὶ οὗτός μου φίλος ἐστίν, ὅστις πεποίηκε καὶ εὐηργέτησεν ἢ αὐτὸν καὶ ἐμὲ ἢ συγγενῆ μου, οὗ κήδομαι, ἢ εἰ μεγάλα με εὐηργέτησεν ἢ εἰ προθύμως ἢ ἐν τοιούτῳ καιρῷ, ἤτοι ἐν λιμῷ ἢ ἐν πολέμῳ ἢ ὅτε παρὰ βασιλέως ὠργισμένος ἦν. καὶ εἰ εὐηργετήθην ἕνεκα αὐτῶν τῶν φίλων, φίλος μοί ἐστι. [a 14] καὶ ὃν † βούλεσθαι ποιεῖν εὖ ἡμᾶς ἤτοι εὐεργετεῖν. [a 18] πᾶσι γὰρ τούτοις ἤτοι τοῖς μισοῦσιν, οὓς μισοῦμεν, καὶ τοῖς φιλοῦσιν, οὓς φιλοῦμεν, φαίνονται ταὐτὰ ἀγαθὰ ὑπάρχειν καὶ ἑαυτοῖς ἤτοι ἡμῖν· ὥστε συμβαίνει καὶ ἐκείνους τοὺς φιλοῦντας τοὺς αὐτοὺς ἢ μισοῦντας εὐεργετεῖν. [a 20] εἰς χρήματα καὶ σωτηρίαν. τοὺς μὲν ἐλευθερίους φιλοῦμεν ὡς δυναμένους εἰς χρήματα εὐεργετεῖν, τοὺς δὲ ἀνδρείους φιλοῦμεν ὡς δυναμένους εὐεργετεῖν εἰς σωτηρίαν, καὶ τοὺς δικαίους φιλοῦμεν διὰ τὸ δύνασθαι τὴν ἀρετὴν αὐτῶν καὶ εἰς ἄλλους ἐμβιβάζεσθαι. [a 22] τοιούτους δὲ ὑπολαμβάνουσι δικαίους τοὺς μὴ ἀφ’ ἑτέρων ζῶντας ἤτοι τοὺς γεωργούς· τοιοῦτοι δέ εἰσι μὴ ἀφ’ ἑτέρων ζῶντες οἱ ἀπὸ τοῦ ἐργάζεσθαι ζῶντες, καὶ ἀπὸ τῶν ἄλλων οἱ αὐτουργοὶ ἤτοι μετὰ χειρῶν ἐργαζόμενοι. [a 24] φιλοῦμεν καὶ τοὺς σώφρονας· οὐδὲ γὰρ ἄδικοι ἤτοι οὐκ ἐπιβουλεύουσι ταῖς ἀλλοτρίαις γυναιξί. καὶ τοὺς ἀπράγμονας φιλοῦμεν διὰ ταὐτό, ἤτοι οὐκ εἰσὶν ἄδικοι. φιλοῦμεν καὶ οὓς βουλόμεθα φίλους ἔχειν, εἴ γε καὶ οὗτοι βούλονται φίλους ἔχειν ἡμᾶς. [a 28] ἢ οἱ εὐδοκιμοῦντες ἐν τοῖς θαυμαζομένοις ὑπ’ αὐτῶν, ἤτοι εἰ τὴν γεωμετρίαν θαυμάζω, εὕρω δέ τινα εὐδοκιμοῦντα ἐπὶ ταύτῃ, βούλομαι τοῦτον φίλον ἔχειν, ἢ εἰ θαυμάζομαι ἐν ἐπιτηδεύματι ἤτοι ἐν γεωμετρίᾳ, ἴδω δέ τινα εὐδοκιμοῦντα ἐν ταύτῃ, φιλῶ αὐτόν. [a 29] ἔτι φίλους ἔχομεν καὶ τοὺς ἡδεῖς εἰς τὸ συνδιάγειν καὶ συνομιλεῖν καὶ συνδιημερεύειν· τοιοῦτοι δέ εἰσιν ἡδεῖς εἰς τὸ συνδιάγειν οἱ εὔκολοι ἤτοι οἱ ἀγαθοὶ καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων ἤτοι καὶ μὴ ἐλέγχοντες τοὺς φίλους, εἴ γε κατά τι ἁμάρτωσιν, ἀλλὰ παρορώμενοι τοῦτο καὶ μὴ φιλόνεικοι. [a 32] πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχόμενοι τἀναντία βούλονται, οἱ δὲ μαχόμενοι πρὸς τοὺς φιλοῦντας τἀναντία τοῖς φίλοις βούλονται, οἱ δὲ τἀναντία τοῖς φίλοις βουλόμενοι οὐ φίλοι αὐτῶν. [a 33] καὶ οἱ ἐπιδέξιοι καὶ εἰς τὸ παῖσαι3 καὶ εἰς τὸ δύνασθαι ὑπομεῖναι, εἴ τις αὐτὸν ἀντιπαίσῃ ἢ ὑβρίσει, ἤτοι ὁ ὑβρίζων καὶ ὑβριζόμενος ἀνεχόμενος· καὶ γὰρ ἀμφότεροι, οἱ τωθάζοντες καὶ τωθαζόμενοι ἀνεχόμενοι, σπεύδουσιν ἐπὶ ταὐτὰ τῷ πλησίον ἤτοι τῷ φίλῳ ἤτοι ὁμονοεῖν τοῖς φίλοις σπεύδουσι.

4. 人们爱谁和恨谁,只要我们给友爱以及去爱下定义,就会变得清楚。[b 35] 至少,去爱就是为了某人即为了朋友的缘故,期望自己认为美好的事物,并非为了自己从朋友经历善事中获得什么,而是为了那个朋友的缘故,并且尽可能即竭尽所能成为这些善事的施行者。[1381 a 2] 凡认为彼此处于如此状态的人——即为一个与朋友的善事同喜并转而为其痛苦之事同悲的人,并非为了别的事,而是为了那个朋友而爱并被爱反哺——他们便认为彼此是朋友。[a 6] “因为当他们所期望的事物实现时”:这是在确证他们如何与朋友的善事同喜。他说:“因为每当所期望的事物实现时,我便快乐,而我为朋友期望善事,正因如此,当善事降临到朋友身上时我也快乐;同样,如果降临到他身上的不是这些而是痛苦之事,我转而也会悲痛。”[a 8] 那些视同样事物为善的人也是朋友。若他们承受同样的恶事,这些人也是朋友。拥有同样朋友或同样敌人的人也是朋友;因为这些朋友必然期望同样的事,即拥有同样的朋友或拥有同样的敌人。[a 11] 而且这个人也是我的朋友:无论是对我本人还是对我所关心的亲属行善施惠的人,或者极大地施惠于我,或者热诚地施惠,或者在如此关头施惠的人,即在饥荒中、在战争中、或在遭国王发怒之时。若我因那些朋友自身的缘故而受到恩惠,此人于我便是朋友。[a 14] 以及[被认为]期望善待我们即施惠的人。[a 18] 因为在所有这些人看来,即在恨我们所恨之人者与爱我们所爱之人者看来,似乎对他们自身即对我们也有同样的善事存在;因此,结果是那些爱同样之人或恨同样之人者也会施惠。[a 20] “在钱财与安全方面”。我们爱慷慨者,因其能在钱财方面施惠;我们爱勇敢者,因其能在安全方面施惠;我们爱正义者,因其德性亦能施诸他人。[a 22] 他们认为不依赖他人生活的人即农夫是此类正义者;不依赖他人生活的人即靠劳作生活的人,以及其他人群中的自食其力者即亲手劳作的人。[a 24] 我们也爱节制者;因为他们并非不义,即不图谋他人的妻子。我们也出于同样的理由爱本分守己之人,即他们并非不义。我们也爱那些我们希望视作朋友的人,只要这些人也确实希望视我们为朋友。[a 28] “或者在受他们钦佩的事物中享有盛誉之人”:即如果我钦佩几何学,并发现有人在几何学上享有盛誉,我便希望视此人为朋友;或者如果我在某项技艺即几何学上受人钦佩,并看到有人在此领域享有盛誉,我便爱他。[a 29] 此外,我们也将那些在共同相处、交谈和共度时光方面令人愉快的人视作朋友;而在共同相处方面令人愉快的人,乃是性情随和即善良的人,他们不纠察过失,即在朋友们犯了某些差错时不加斥责,反而包容此点且不好争辩。[a 32] 因为所有此类人都好斗,好斗之人期望相反之事,与爱他们的人好斗之人期望与朋友们相反的事,而期望与朋友们相反之事的人不是他们的朋友。[a 33] 以及那些无论在开玩笑方面,还是在别人反过来与自己开玩笑或侮辱自己时能够忍耐方面都擅长的人,即施辱的同时也能承受受辱的人;因为这两者,即嘲弄者与承受被嘲弄者,都与邻人即与朋友追求同样的事,也就是竭力与朋友们保持同心合意。

语法注3 条
  1. 2.0.4οὐχ ἵνα τι κερδήσῃ αὐτὸς ἐκ τοῦ παθεῖν τὸν φίλον ἀγαθόν τι, ἀλλὰ χάριν ἐκείνου τοῦ φίλου

    表示目的的 ἵνα 从句与介词短语 χάριν ἐκείνου 构成对比。在前者内部,带冠词不定式短语 ἐκ τοῦ παθεῖν τὸν φίλον ἀγαθόν τι(“从朋友经历善事中”)充当介词 ἐκ 的宾语,其中 τὸν φίλον 是不定式的逻辑主语(宾格主语)。

  2. 2.0.4ὡς καὶ φιλεῖν καὶ ἀντιφιλεῖσθαι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς τῶν φίλων καὶ συναλγοῦντα πάλιν τοῖς λυπηροῖς αὐτῶν

    由 οὕτως ἔχειν... ὡς 引出的相关结构,后接带不定式的宾格结构(accusativus cum infinitivo)。名词化分词 τὸν συνηδόμενον... καὶ συναλγοῦντα 作不定式 φιλεῖν καὶ ἀντιφιλεῖσθαι 的宾格主语。

  3. 2.0.4παῖσαι

    形态上是 παίω(打击、刺)的不定过去时不定式,但从上下文(与 τωθάζειν 同义,并对应亚里士多德原文 1381a34 的 εἴς τε τὸ σκώπτειν καὶ σκώπτεσθαι)来看,它被用作 παίζειν(戏谑、开玩笑)之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:95.23-97.5