← 佚名

亚里士多德《修辞学》佚名评注

§93.27-95.22

平息的定义与抚平怒气的诸论题

本节基于亚里士多德《修辞学》卷二第三章,界定了平息的定义并阐明人们对何种对象与在何种境况下会息怒,进而总结了演说家借以平息审判官怒气的各种论题(论据)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.3

3. Ἔστω δὴ πράυνσις κατάστασις καὶ ἠρέμησις τῆς ὀργῆς. [a 9] φανερὸν δέ, ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσι τῶν παρακινούντων τινὰ εἰς ὀργὴν ἢ ποιήσασι μὲν ἀκουσίως δὲ ἢ φαινομένοις καὶ δοκοῦσιν ἀκουσίως ποιῆσαι πρᾶοί εἰσι. πρᾶοι φαινόμεθα καὶ τοῖς βουλομένοις τἀναντία ὧν ἐποίησαν, οἷον εἴ τις ἐποίησέ τι εἰς καταφρόνησιν ἐμὴν καὶ ταῦτα δοκῶν μὴ διὰ καταφρόνησιν τοῦτο ποιῆσαι ἀλλὰ διὰ δόξαν ἐμήν. [a 12] ὅσοι καὶ αὐτοὶ ἑαυτῶν καταφρονοῦσι καὶ πρὸς ἑαυτοὺς τοιοῦτοί εἰσιν ἤτοι ἑαυτῶν ἀμελοῦσι. [a 15] παύονται γὰρ τῆς ὀργῆς ὥσπερ ἔχοντες δίκην καὶ ἐκδίκησιν τοῦτο τὸ μεταμέλεσθαι,1 ἐφ’ οἷς ἔδρασαν. [a 25] πραεῖς ἐσμεν καὶ τοῖς σπουδάζουσι καὶ ἀξίους τιμῆς καὶ σπουδῆς ἑαυτοὺς νομίζουσι πρὸς τοὺς σπουδάζοντας καὶ ἡγουμένους ἑαυτοὺς τιμῆς ἀξίους· δοκεῖ γὰρ σπουδάζεσθαι καὶ σπουδῆς ἄξιος νομίζεσθαι, ἀλλ’ οὐ καταφρονεῖσθαι. [a 27] πραεῖς φαινόμεθα καὶ τοῖς κεχαρισμένοις καὶ τὴν ἀντίχαριν μείζω ἐπιδειξαμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις ἤτοι παρακαλοῦσιν. [a 30] ἢ εἰς μὴ χρηστοὺς ἤτοι εἰς ἀπαιδεύτους. πραεῖς ἐσμεν καὶ τοῖς, οὓς φοβούμεθα ἢ αἰσχυνόμεθα· ἕως γὰρ οὕτως ἔχουσιν ἤτοι φοβοῦνται ἢ αἰσχύνονταί τινας, οὐκ ὀργίζονται κατ’ αὐτῶν. [a 34] καὶ τοῖς ἐξεστηκόσι τὸν λογισμὸν ἐκ τῆς ὀργῆς καὶ διὰ τοῦτο ὑβρίσασιν ἡμᾶς πραεῖς φαινόμεθα ἢ ἧττον ὀργιζόμεθα· οὐ γὰρ ὡς καταφρονῶν ἔπραξεν εἰς ἡμᾶς τι, ἀλλ’ ὑπ’ ὀργῆς παρακινηθείς· [a 36] ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἤτοι οὐ προηγησαμένης λύπης, ἤτοι ‘οὐ διότι με ἐλύπησεν ὁ Σωκράτης, διὰ τοῦτο ὠλιγώρησα αὐτοῦ, ἀλλὰ διὰ τὸ μηδὲν ἡγεῖσθαι αὐτόν’, ἡ δὲ ὀργὴ μετὰ λύπης ἐστίν· οὕτως γὰρ ὀργίζεται τις κατὰ τοῦ Σωκράτους, διότι ἔφθασεν αὐτὸν λυπῆσαι. [b 1] πραεῖς ἐσμεν καὶ τοῖς αἰσχυνομένοις ἡμᾶς. ἀλλὰ καὶ οἱ παίζοντες ἢ ἐν ἑορτῇ ὄντες ἅτε ἐναντίως διακείμενοι τῷ ὀργίζεσθαι πρᾶοί εἰσιν. [b 4] ἐν πληρώσει, ἤτοι ὅτε κεκορεσμένοι ἐσμέν. καὶ ἡδονῇ μὴ ὑβριστικῇ, οἵα ἐστὶν ἡ τῶν κιναίδων. [b 5] ἔτι δὲ πρᾶοί ἐσμεν κεχρονικότες ἤτοι πολλοῦ χρόνου παραρρεύσαντος, ἀφ’ ὅτου παρεκινήθημεν παρά τινος εἰς ὀργήν, καὶ μὴ οὔσης τῆς ὀργῆς ὑπογύου ἤτοι προσφάτου. ἀλλὰ καὶ εἰ ὀργίζομαι κατὰ τοῦ Σωκράτους, φθάσω δὲ τιμωρῆσαι τὸν Πλάτωνα ὡς λυπήσαντα, ἡ πρὸς τὸν Πλάτωνα τιμωρία πραότερόν με ἐποίησε πρὸς τὸν Σωκράτην. [b 12] ὁ Ἐργόφιλος προδότης γέγονε τοῦ στρατοῦ τῶν Ἀθηναίων· μᾶλλον γὰρ ὀργιζόμενοι κατ’ αὐτοῦ παρ’ ὃ κατὰ τοῦ Καλλισθένους, ἐπεὶ ἔφθασαν τὸν Καλλισθένην τιμωρῆσαι καὶ ἐθανάτωσαν, ἀφῆκαν τὸν Ἐργόφιλον. [b 14] καὶ ἐὰν ἕλωσι καὶ ὑποτάξωσι τὸν λυπήσαντα καὶ ὑποχείριον ἑαυτῶν ποιήσωσιν, οὐκέτι ὀργίζονται κατ’ αὐτοῦ. καὶ εἴ τίς με ἐλύπησε καὶ διὰ τοῦτο κατ’ αὐτοῦ ὀργίζομαι, ἔφθασε δὲ οὗτος κολασθῆναι παρά τινος μειζόνως, παρ’ ὃ εἰ αὐτὸς καὶ ἐγὼ ἐκόλασα ἂν αὐτὸν ὡς λυπήσαντα καὶ ἔδρασα κακόν τι ὡς ὀργιζόμενος, παύομαι τοῦ ἔτι πρὸς αὐτὸν ὀργίζεσθαι. καὶ εἰ ὁμολογοῦσι καὶ ἐκεῖνοι οἱ πταίσαντες ἀδικεῖν, πραυνόμεθα. [b 18] ἡ δὲ ὀργὴ τοῦτό ἐστι τὸ ὁμολογεῖν τινα πάσχειν παρὰ τὸ προσῆκον. διὸ δεῖ καὶ τῷ λόγῳ πρότερον κολάζειν καὶ δεικνύειν αὐτοὺς δικαίως κολασθησομένους· οὕτω γὰρ καὶ οἱ δοῦλοι νοήσαντες, ὅτι δικαίως πάσχουσιν, ἧττον ἤτοι ἔλαττον ἀγανακτοῦσιν, εἰ κολάζονται. [b 20] καὶ εἰ ἔμελλον τιμωρῆσαί τινα λυπήσαντά με πρότερον, οἴομαι δὲ αὐτὸν μὴ αἰσθέσθαι καὶ νοῆσαι, ὅτι ἐτιμωρήθη δι’ αὐτὸν ἤτοι δι’ ἐμὲ2 καὶ ἀνθ’ ὧν ἔπαθον παρ’ αὐτοῦ, οὐκ ὀργίζομαι· ὁ γὰρ ὀργιζόμενος οὐκ ὀργίζεται τῷ καθ’ ὅλου ἀνθρώπῳ ἀλλὰ τῷ μερικῷ. [b 22] διὸ ὀρθῶς πεποίηται ἤτοι ποιητικῶς ὁ Ὅμηρος εἴρηκε ‘φάσθαι τὸν Ὀδυσσέα’ πρὸς τὸν Κύκλωπα, ὅτι ‘ἐγώ εἰμι ὁ τυφλώσας σε’· οὐ γὰρ ὁ Κύκλωψ ἐλυπήθη καὶ ὠργίσθη καὶ ἔδοξε τιμωρηθῆναι, εἰ μὴ ᾔσθετο3 καὶ ἔμαθεν, ὑφ’ οὗ ἤτοι ὑπὸ τοῦ Ὀδυσσέως ἐτιμωρήθη, καὶ ἀνθ’ ὅτου, ἤτοι διότι ἔφαγε τοὺς φίλους αὐτοῦ. [b 24] ὥστε οὔτε ὀργιζόμεθα, ὅσοι μὴ αἰσθάνονται, ἤτοι κατὰ τῶν ἀναισθήτων, οὔτε κατὰ τῶν τεθνεώτων ὡς πεπονθότων τὸ ἔσχατον ἤτοι τὸ ἀποθανεῖν. [b 30] ἐκ τούτων οὖν τῶν τόπων ἤτοι ἐπιχειρημάτων δεῖ σε ἐπιχειρεῖν, ὥστε δύνασαι καταπραΰνειν τοὺς ὀργιζομένους· αὐτοὺς μὲν τοὺς δικαστὰς ὀργιζομένους δεῖ παρασκευάζειν τοιούτους ἤτοι πραεῖς, τοὺς δὲ ἀνθρώπους, καθ’ ὧν ὀργίζονται, δεικνύειν φοβεροὺς καὶ ἐνδόξους καὶ διὰ τοῦτο μὴ δύνασθαι βλάψαι αὐτοὺς ἀλλὰ μᾶλλον ἐλπίζειν βλαβῆναι παρ’ αὐτῶν ἢ δεικνύειν αὐτούς, καθ’ ὧν ὀργίζονται, αἰσχύνης ἀξίους ἤτοι τιμῆς ἢ μηδενὸς ἀξίους ἢ κεχαρισμένους ἤτοι χαρίεντας καὶ ἀστείους ἢ ἄκοντας ποιήσαντας ἐκεῖνο, ὃ τούτους ἐλύπησεν, ἢ συνιέντας τὸ οἰκεῖον πταῖσμα μεταμελομένους καὶ ὑπεραλγοῦντας ἐφ’ οἷς ἔπταισαν.

3. 那么,平息即是怒气的平定与沉寂。[a 9] 显而易见,人们对没有做任何激起人发怒之事的人,或者虽做过却是出于非自愿的人,或者显现为并被认为出于非自愿而做的人,也是温和的。我们对那些所愿与所做相反的人也显得温和,例如有人做了某事意在蔑视我,然而人们却认为他做这事并非出于蔑视而是为了我的名誉。[a 12] [人们对]所有自己蔑视自己并在对待自己时处于此类状态即轻忽自身的人,也[是温和的]。[a 15] 因为他们平息怒气,就仿佛把对方为所做之事后悔这一事实本身,当成了对方受惩罚以及自身的复仇。[a 25] 我们对认真对待他人并且在面对认真对待他人且自视配受尊敬的人时自视配受尊敬与认真对待的人,也是温和的;因为对方似乎是被认真对待且被认为配受认真对待,而未受蔑视。[a 27] 我们对曾施恩惠并展现出更大回报的人也显得温和;对乞求与祈免即恳求的人也[显得温和]。[a 30] 或者对待不善之人即无教养之人[施加侮辱等]。我们对所畏惧或所敬重的人也是温和的;因为只要他们处于此类状态,即畏惧或敬重某些人,他们就不会对这些人发怒。[a 34] 我们对因愤怒而失去理性并因此侮辱了我们的人,也显得温和或者发怒较少;因为他并非作为蔑视者对我们做了某事,而是受愤怒驱使而为。[a 36] 因为轻慢不伴随痛苦,即没有先行的痛苦,也就是‘并非因为苏格拉底使我痛苦而我因此轻慢他,而是由于将他视若无物’,然而愤怒却伴随着痛苦;因为一个人对苏格拉底如此发怒,正是因为苏格拉底先使他受了痛苦。[b 1] 我们对在我们面前感到羞愧的人也是温和的。而且正在玩乐或处于节日中的人也是温和的,因为他们所处的状态与发怒正相反。[b 4] “处于充盈之中”,即当我们饱足之时;“以及处于不伴随傲慢的快乐中”,而非如娈童们的那种快乐。[b 5] 此外,我们度过了一段时间后也是温和的,即自我们被某人激怒以来已经流逝了许多时间,愤怒不再迫近即不再新鲜。而且如果我对苏格拉底发怒,却因柏拉图造成了痛苦而抢先惩罚了柏拉图,那么对柏拉图的惩罚就使我对苏格拉底变得更加温和。[b 12] 厄耳戈菲洛斯成了雅典军队的叛徒;因为人们对他比对卡利斯特涅斯更加愤怒,但既然他们抢先惩罚了卡利斯特涅斯并处死了他,他们便放免了厄耳戈菲洛斯。[b 14] 如果人们擒获并制服了施加痛苦的人,并使他臣服于自己,便不再对他发怒。又如,若某人使我痛苦并因此我对之发怒,但他却先行受到某人更重的惩罚,超过了我自身将他作为施加痛苦者去惩处并作为发怒者施加某种恶害的程度,我便不再继续对他发怒。而且如果那些犯过错者自身也承认行了不义,我们就会平息下来。[b 18] 而愤怒就是:承认某人承受了悖谬之事。因此也应当首先通过言语施加惩罚,表明他们将受到公正的惩罚;因为奴隶们即便受惩罚,一旦意识到自己受苦是公正的,愤恨也会较少即有所减轻。[b 20] 此外,即使我本打算惩罚先前使我痛苦的某人,但若我认为他不会察觉并不理解他是由于他自己即由于我,并作为对我从他那里所受之事的抵偿而受惩罚,我也不会发怒;因为发怒者不是对普遍的人发怒,而是对个别的人发怒。[b 22] 因此荷马作诗得体,即以诗意的方式说奥德修斯对独眼巨人‘声称’:“使你眼瞎的正是我”;因为独眼巨人若没有察觉并得知自己是被谁(即被奥德修斯)所惩罚,以及为何受惩(即因为他吃了奥德修斯的同伴),他就不会感到痛苦并愤怒且认为自己受到了惩罚。[b 24] 故而我们对所有无知觉者即麻木不仁者不会发怒,对死者也不会发怒,因其已承受了极致之事即死亡。[b 30] 因此,你应当从这些论题即论据出发来进行论证,以便能够平息发怒者:应当将发怒的审判官自身塑造成此类人即温和的人,并将他们对其发怒的人表明为可怕且显赫之人,因而〔审判官〕无法伤害他们,反而预期会受他们伤害;或者将他们对其发怒的人表明为配受敬重之人即配受尊敬者,或微不足道之人,或讨人喜欢即温雅风趣之人,或出于非自愿而做了使这些人痛苦之事的人,或理解自身的过失、悔恨并对所犯之过极度痛心的人。

语法注3 条
  1. 2.0.3ὥσπερ ἔχοντες δίκην καὶ ἐκδίκησιν τοῦτο τὸ μεταμέλεσθαι

    此处存在语序倒置(hyperbaton)。分词 ἔχοντες 的直接宾语是带冠词不定式短语 τοῦτο τὸ μεταμέλεσθαι(“后悔这一事实本身”),而位于其前的 δίκην καὶ ἐκδίκησιν 则充当谓语性宾格(“作为惩罚与复仇”)。

  2. 2.0.3δι’ αὐτὸν ἤτοι δι’ ἐμὲ

    第三人称代词 αὐτόν 指向处于受害者与复仇者立场的说话者自身(第一人称),随后的注释 ἤτοι δι’ ἐμέ(“即由于我”)明确指出了这一点。在间接语境中,第三人称代词在此被还原为第一人称视角的含义。

  3. 2.0.3οὐ γὰρ ὁ Κύκλωψ ἐλυπήθη καὶ ὠργίσθη καὶ ἔδοξε τιμωρηθῆναι, εἰ μὴ ᾔσθετο

    这是表示与过去事实相反的非真实条件句。条件从句 εἰ μὴ ᾔσθετο 使用不定过去直陈式,主句动词 ἐλυπήθη καὶ ὠργίσθη καὶ ἔδοξε 亦为不定过去直陈式,但省略了助词 ἄν。此结构常用于强调未实现结果的确定性或生动性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:93.27-95.22