← 佚名

亚里士多德《修辞学》佚名评注

§92.11-93.26

人际关系中的轻慢与激发听众的愤怒

注解者阐释了亚里士多德《修辞学》第二卷第二章(1379b2–1380a4),梳理了蔑视与轻慢在友谊、恩惠及亲属关系(如普勒克西波斯与墨勒阿革洛斯的例子)中引发愤怒的诸多情形,并总结了演说者应如何在法廷上调动听众对诉讼对手的愤怒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.2#3

[b 2] ὀργίζονται καὶ τοῖς φίλοις καταφρονήσασιν· ὀργίζονται καὶ τοῖς ἔθος ἔχουσι τιμᾶν καὶ προσκυνεῖν καὶ μετὰ φειδοῦς ὁμιλεῖν, εἴ γε συναντηθέντες αὐτοῖς οὐκ ἐτιμήθησαν παρ’ αὐτῶν, ὡς εἰώθασι τιμᾶσθαι ἀεί, ἢ οὐχ ὡμίλησαν αὐτοῖς μετὰ φειδοῦς, ὡς ᾠήθησαν ὁμιλεῖν· [b 6] ἔδει γὰρ ταὐτὸν ποιεῖν, ὃ εἰώθασιν ἀεὶ ποιεῖν. ὀργίζονται δὲ καὶ τοῖς εὐεργετηθεῖσι παρ’ αὐτῶν, μὴ ἀντιποιήσασι δὲ μηδὲ τὰ ἴσα ἀποδοῦσι. καὶ τοῖς εὐεργετηθεῖσι μέν, μὴ μόνον δὲ ἀντευεργετησασιν ἀλλὰ καὶ τἀναντία αὐτοῖς ποιήσασιν ἤτοι βλάψασι, καὶ ταῦτα, εἰ καὶ ἥττους εἰσὶν οἱ λυπήσαντες· [b 9] καὶ οἱ μὲν ἤτοι οἱ μὴ τιμήσαντες, οὓς εἰώθασι τιμᾶν, ὡς ἔθος εἶχον, καταφρονοῦσι τῶν πρότερον τιμωμένων καὶ ἡττόνων γενομένων, οἱ δὲ ἤτοι 〈οἱ〉 μὴ μόνον ἀντευεργετήσαντες ἀλλὰ καὶ μᾶλλον βλάψαντες καταφρονοῦσι τῶν εὐεργετησάντων, ὡς παρ’ ἡττόνων δοκοῦντες εὐεργετηθῆναι. [b 10] ὀργίζονται μᾶλλον καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν ἤτοι τοῖς χυδαίοις, ἄν τι ὀλιγωρήσωσι καὶ καταφρονήσωσιν αὐτῶν. [b 11] ὑπόκειται δὲ ἡ ὀργὴ τῆς καταφρονήσεως ἤτοι τὸ ὀργίζεσθαι πρὸς τοὺς προσήκοντας· προσῆκον γὰρ ὀργισθῆναι, εἴ γε οἱ ἥττους αὐτῶν καταφρονοῦσι. [b 13] τοῖς δὲ φίλοις ὀργίζονται, ἐάν τε μὴ λέγωσιν εὖ ἤτοι ἐπαινῶσιν, ἀλλὰ καὶ μᾶλλον τἀναντία ἤτοι ψέγουσι. καὶ ἐὰν φίλον ἔχω τὸν Σωκράτην, δέομαι δὲ βιβλίου, οὗ ἔχει οὗτος, καὶ οὐκ αἰσθάνεται οὗτος, ὅτι δέομαι τοῦδε τοῦ βιβλίου, ὀργίζομαι κατ’ αὐτοῦ, [b 15] ὥσπερ ὁ Πλήξιππος ἐλυπήθη κατὰ τοῦ Μελεάγρου, ὅτι ἀνεψιὸς ὢν αὐτοῦ ὁ Μελέαγρος1 οὐκ ᾐσθάνθη, ὅτι θέλει τοῦ Καλυδωνίου χοίρου τὸ δέρμα καὶ τὴν κεφαλήν, ὃν ἐφόνευσεν ὁ Μελέαγρος· δέδωκε δὲ ταύτην ὁ Μελέαγρος τῇ ἐρωμένῃ αὐτοῦ τῇ Ἀταλάντῃ· ἔδει γοῦν τὸν Πλήξιππον διὰ τοῦτο ὀργισθῆναι. [b 16] οὐ λανθάνειν τ ἤτοι οὐ χρὴ λανθάνειν, ὧν φροντίζομεν.2 ὀργιζόμεθα καὶ κατὰ τῶν ἐπιχαιρόντων ταῖς ἡμῶν ἀκοαῖς. [b 19] ὀργιζόμεθα καὶ κατὰ τῶν μὴ φροντιζόντων, εἴ γε λυπήσουσιν. ὀργιζόμεθα καὶ κατὰ τῶν κακὰ λεγόντων καθ’ ἡμῶν ὡς μὴ φροντιζόντων λυπῆσαι. [b 21] ὀργιζόμεθα καὶ κατὰ τῶν ἀκουόντων, ὅπως τινὲς ἡμᾶς ὑβρίζουσι, καὶ κατὰ τῶν θεωμένων τὰ φαῦλα ἡμῶν, οἷον εἴ τις δαίρει ἡμᾶς καὶ ἵστανταί τινες καὶ ὁρῶσι καὶ ἢ οὐκ ἐπαρήγουσιν ἢ οὐκ ἀλγοῦσιν· οἱ γὰρ φίλοι συναλγοῦσι, πάντες δὲ οἱ βλέποντες τὰ ἴδια κακά, οἷον ὅτι κολάζονται καὶ δαίρονται, ἀλγοῦσιν. [b 24] ἔτι τοῖς ὀλιγωροῦσιν ὀργίζονται οἱ ἄνθρωποι διὰ πέντε τινά. ἓν μέν, εἴ τις αὐτῶν καταφρονεῖ ἐν τοῖς ἀνθρώποις, ἐν οἷς φιλοτιμοῦνται καὶ ἐπιδείκνυνται εἴτε ὡς σοφοὶ εἴτε ὡς ἀνδρεῖοι. [b 26] δεύτερον, εἴ τις καταφρονεῖται ἔμπροσθεν τῶν αἰσχυνομένων καὶ ἐντρεπομένων αὐτούς. καὶ εἴ τις καταφρονεῖ αὐτῶν εἰς τοιαῦτα, οἷον εἰς γονεῖς, εἰς τέκνα, οἷς μὴ βοηθεῖν αἰσχρὸν ἔσται. ὀργίζονται καὶ κατὰ τῶν εὐεργετηθέντων, μὴ ἀποδόντων δὲ τὴν ἀντίχαριν· [b 30] καὶ γὰρ ἡ ὀλιγωρία καὶ ἡ καταφρόνησις, καθ’ ἣν οὐκ ἀντευεργέτησε, παρὰ τὸ προσῆκόν ἐστιν. ὀργιζόμεθα καὶ τοῖς εἰρωνευομένοις πρὸς τοὺς σπουδάζοντας ἤτοι τοῖς σπουδάζουσι δεικνύειν ἑαυτοὺς σοφοὺς πρὸς τοὺς σπουδάζοντας ἤτοι πρὸς σοφούς. καὶ τοῖς σπουδάζουσιν ἄλλους μὲν εὐεργετεῖν, μὴ καὶ ἡμᾶς δέ. [b 34] οἷον καὶ ἡ τῶν ὀνομάτων οὕτως οὖσα παρὰ μικρόν,3 οἷον εἴ τις μέλλων καλέσαι τὸν δεῖνα ὡς ‘δεῦρο, ὦ Θεόδωρε’ οἷον ἐπιλαθόμενος τοῦ ὀνόματος εἴπῃ ‘δεῦρο, Δωρόθεε’. [1380 a 2] δῆλον δέ, ὡς δεῖ αὐτὸν τὸν λέγοντα κατασκευάζειν τοὺς ἀκροατὰς τοιούτους, οἷοί εἰσιν οἱ ὀργιζόμενοι, καὶ τοὺς ἐναντίους ἤτοι τοὺς ἀντιδίκους ποιεῖν τοιούτους ἤτοι ἐνόχους τοιούτοις ἐγκλήμασιν, ἐφ’ οἷς ὀργίζονται οἱ ἀκροαταὶ κατὰ τῶν ποιησάντων.

[b 2] 人们也对蔑视他们的朋友发怒;对那些习惯于尊敬、致敬并以谦恭态度与他们交往的人,如果相遇时没有像一贯习惯受敬那样受到他们的尊敬,或者没有像人们以为的那样以谦恭态度交往,人们也会发怒;[b 6] 因为他们本应当做一直习惯做的事。人们也对受过自己恩惠却未加回报、亦未奉还同等事物的人发怒。并且对受过恩惠、不仅不图回报反而做出相反之事即施加损害的人发怒,尤当造成痛苦者是处于劣势之人时更是如此;[b 9] 其中前者,即未按照一贯习惯去尊敬曾受尊敬之人的人,蔑视的是那些此前受人尊敬而今沦为劣势的人;而后者,即不仅未图回报反而施加损害的人,蔑视施恩者,似乎认为自己是受了劣等人的恩惠。[b 10] 人们对微不足道之人即粗俗之辈,如果他们对自己有任何轻慢与蔑视,也会更加发怒。[b 11] 针对蔑视的发怒,即发怒这一行为,是以指向合适的对象为前提的;因为如果劣于自己的人蔑视自己,发怒乃是恰如其分的。[b 13] 人们对朋友,无论是朋友不说好话即不称赞他们,还是反而说相反的话即责备他们,都会发怒。又如,若我视苏格拉底为友,而我需要他拥有的一本书,他却没有察觉我需要这本书,我就会对他发怒,[b 15] 正如普勒克西波斯对墨勒阿革洛斯感到痛心那样,因为墨勒阿革洛斯虽是其甥辈[亲属],却没有察觉他想要墨勒阿革洛斯所杀卡吕冬野猪的皮与头;墨勒阿革洛斯却把这给了他心爱的阿塔兰忒;普勒克西波斯固然理应因此发怒。[b 16] “不应隐蔽”,即不应不了解我们所关心的事。我们也对因听到关于我们的风声而幸灾乐祸的人发怒。[b 19] 我们也对不在乎是否会造成痛苦的人发怒。我们也对说我们坏话的人发怒,视其为不在乎施加痛苦的人。[b 21] 我们也对倾听某些人如何侮辱我们的人发怒,并对旁观我们窘境的人发怒,例如有人鞭笞我们,而某些人站在那里观看,既不相助也不感到痛心;因为朋友会一同感到痛心,而一切看到自身灾祸的人(例如自身受惩处被鞭笞)都会感到痛心。[b 24] 此外,人们由于五种缘故对轻视者发怒。其一是,如果某人在人们所热衷追求并展示自身之处(无论表现为智慧者还是勇敢者)的人群中蔑视他们;[b 26] 其二,如果某人在对自己怀有羞敬与敬重之人面前受蔑视。又如某人在关涉其父母、子女等不相助即成耻辱的人的事上蔑视他们。人们也对受恩却不回报恩惠的人发怒;[b 30] 因为未加回报所表现出的轻慢与蔑视乃是悖谬的。我们也对向认真对待者假托反讽的人发怒,即向那些在认真者即智者面前努力显现自身聪慧的人发怒。又对热心施恩于他人却不施恩于我们的人发怒。[b 34] 例如,关于名字的情形也是如此由于细微差别而引起的;例如,某人本欲呼唤某人说“过来,西奥多”,却仿佛忘记了名字而说成“过来,多罗忒奥斯”。[1380 a 2] 很显然,说话者自身必须将听众塑造成如同发怒者那样的人,并将对方即诉讼对手塑造成这样的人,即背负听众会对做出这些事的人发怒的此类罪名之人。

语法注3 条
  1. 2.0.2ἀνεψιὸς ὢν αὐτοῦ ὁ Μελέαγρος

    在神话谱系中,普勒克西波斯是墨勒阿革洛斯之母阿尔泰亚的兄弟(即其舅父),但此处墨勒阿革洛斯被表述为他的 ἀνεψιός(严格意为表堂兄弟,亦可引申为外甥或近亲)。此处用于强调亲属关系的亲密性,而非严格考证世系。

  2. 2.0.2οὐ λανθάνειν τ ἤτοι οὐ χρὴ λανθάνειν, ὧν φροντίζομεν

    手抄本中看似残缺或缩写的 οὐ λανθάνειν τ 紧接着被注解者用 ἤτοι οὐ χρὴ λανθάνειν 作了补足与重述。关系代词 ὧν 省略了充当不定式 λανθάνειν 主语的先行词 ταῦτα,并受 φροντίζομεν 支配而用属格,即 ταῦτα ὧν φροντίζομεν(“我们所关心的那些事”)。

  3. 2.0.2οἷον καὶ ἡ τῶν ὀνομάτων οὕτως οὖσα παρὰ μικρόν

    这是一个省略句,阴性冠词短语 ἡ τῶν ὀνομάτων 之后省略了诸如 λήθη(遗忘)或 διαφορά(混淆、差异)之类的名词。从后文列举的例子(将“西奥多”混淆为“多罗西”)可知,此处指的是因名字的微小混淆而引发的轻慢。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:92.11-93.26