- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:90.26-92.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德《修辞学》卷二第2章(1379a5–b1),详细剖析了基于权力、德性、恩惠等优越性要求受尊敬而遭遇轻蔑时的发怒、处于疾病、贫困、爱情等处境下因未获援助或违背期望引发的发怒条件,以及面对关乎智慧与容貌的侮辱和嘲弄时的发怒心理。
κατὰ δύναμιν καὶ οἱ δυνατοὶ καὶ ἀνδρεῖοι θέλουσι τιμᾶσθαι παρὰ τῶν ἀδυνάτων.1 κατὰ ἀρετὴν οἱ ἐνάρετοι θέλουσι τιμᾶσθαι παρὰ τῶν μὴ τοιούτων, οἷον ὁ πλούσιος ὑπερέχει τοῦ πένητος ἐν χρήμασι, καὶ ὁ οἰόμενος αὑτὸν ἄξιον τοῦ ἄρχειν ζητεῖ τιμᾶσθαι παρὰ τῶν ἀξίων ἄρχεσθαι. διὰ τούτων γὰρ εἴρηκε τὸ [1379 a 5] ‘ἀλλά γε καὶ μετόπισθεν ἔχουσι κότον, ὄφρα τελέσσῃ’, διότι ἀγανακτοῦσιν ὡς ὑπερέχοντες καὶ διὰ τοῦτο μὴ θέλοντες καταφρονεῖσθαι. [a 6] ἔτι ὀργίζεταί τις καὶ εἰ καταφρονεῖται ὑφ’ ὧν οἴεται δεῖν εὖ πάσχειν, διότι αὐτοὺς εὐηργέτησεν ἢ αὐτὸς ἢ ἕτερός τις δι’ αὐτὸν ἢ βούλεται εὐεργετῆσαι. [a 10] αὐτοὶ μὲν ὀργίζονται, ὅταν λυπῶνται. ἐάν τε οὖν τις ἀντικρούῃ τινὰ ἢ κατ’ εὐθυωρίαν ἤτοι φανερῶς καὶ ἀμέσως, † ἢ γὰρ φανερῶς κωλύει τὸν διψῶντα πιεῖν, ἐάν τε μή, ὁμοίως, ἤτοι ἐάν τε μὴ φανερῶς κωλύῃ τὸν διψῶντα πιεῖν, ἀλλ’ ἐκ πλαγίου οὐ κωλύει μὲν τὸν διψῶντα, θολοῖ δὲ τὴν κρήνην, ταὐτόν ἐστιν. [a 13] ὀργίζεταί τις καὶ ἐάν τις ἀντιπράττῃ αὐτῷ ἢ εἰ οὐ συμπράττει καὶ βοηθεῖ, καὶ ταῦτα βοηθεῖν δυνάμενος ἐν τῷ τοιούτῳ καιρῷ, ὅταν βοηθείας ἔχρῃζον· καὶ ἂν ἐνοχλῇ τι ἄλλο ἔχον οὕτως ἤτοι τοιοῦτόν τι, ὀργίζεται πᾶσι τούτοις ἤτοι καὶ τοῖς συμπράττουσι καὶ τοῖς ἀντιπράττουσι.2 [a 17] μάλιστα μὲν ὀργίζεται πρὸς τοὺς ὀλιγωροῦντας τοῦ παρόντος, οἷον ὁ κάμνων καὶ νοσῶν ὀργίζεται 〈τοῖς〉 πρὸς τὴν νόσον, οἷον τοῖς δυναμένοις βοηθεῖν καὶ θεραπεῦσαι τὴν νόσον καὶ μὴ ποιοῦσι τοῦτο. καὶ ὁ πενόμενος ὀργίζεται τοῖς πρὸς τὴν πενίαν ἤτοι τοῖς δυναμένοις τὴν πενίαν αὐτοῦ ἰάσασθαι καὶ μὴ τοῦτο ποιοῦσι. καὶ ὁ ἐρῶν ὀργίζεται τοῖς μὴ βοηθοῦσιν αὐτῷ εἰς τὸ τὸν ἔρωτα ἐκπληρῶσαι. [a 21] ὑπὸ γὰρ τοῦ ἐνόντος τινὶ πάθους προοδοποιεῖται εἰς τὴν ὀργὴν ἑκάστου πράγματος, οἷον ὁ ἐρῶν προωδοποίηται πρὸς τὸ ὀργισθῆναι κατὰ τῶν ἐμποδιζόντων αὐτὸν εἰς τὸ ἐκπληρῶσαι τὸν ἔρωτα καὶ ὁ νοσῶν πρὸς τοὺς δυναμένους βοηθεῖν αὐτῷ καὶ μὴ βοηθοῦντας. [a 22] ἔτι εἰ τὰ ἐναντία τύχῃ προσδεχόμενος, οἷον εἰ ἐν καιρῷ πολέμου ἢ δικαστηρίου ᾤμην τὸν Σωκράτην βοηθῆσαί μοι, ὁ δὲ παρὰ τὴν δόξαν μου καὶ τὸ ἐλπιζόμενον ἐχθρὸς μᾶλλον ἐφάνη· τὸ κατὰ πολὺ γοῦν παρὰ τὴν δόξαν καὶ τὸ ἐλπιζόμενον φανὲν3 λυπεῖ, ὥσπερ τέρπει καὶ τὸ κατὰ πολὺ παρὰ τὴν δόξαν, εἴ γε τέως γένηται ὃ βούλεται, οἷον εἰ ἐν δικαστηρίῳ χρῄζων βοηθηθῆναι παρά τινος καὶ μὴ ἐλπίζων παρά τινος βοηθηθῆναι τῶν ἱσταμένων ἐκεῖ διὰ τὸ ἐχθροὺς εἶναι ἐβοηθήθην παρά τινος αὐτῶν. [a 25] καὶ διαθέσεις ἤγουν κράσεις. [a 31] ἀνάγκη δὲ τοιαῦτα εἶναι ταῦτα τὰ ὕβρεως σημεῖα, ἃ μήτε ἀντί τινος ἐγένετο πραχθέντος, ἵνα δοκῇ ἀντίδρασις, ἤτοι εἴ τις μὴ λυπηθεὶς παρ’ ἐμοῦ ἐσπούδασεν ὑβρίσαι με, μήτε ἐκ τούτων, ὧν με ὕβρισεν, ὠφελήθη ἐκεῖνος· εἰ γὰρ λυπηθεὶς ἀντέδρασε καὶ ἀντελύπησεν, οὐ καινόν· ἤδη γὰρ δοκεῖ δι’ ὕβριν ποιῆσαι πάντα, ὅσα ἂν ἐποίησε. [a 33] καὶ τοῖς καταφρονήσασι, περὶ ἃ σπουδάζομεν, ὀργιζόμεθα, οἷον εἰ περὶ τὴν φιλοσοφίαν ἐνδείκνυμαι καὶ σπουδάζω, καταφρονήσει μου δέ τις περὶ τούτου, ὀργισθῶ ἂν κατ’ αὐτοῦ. οἱ δὲ ἐπὶ τῇ ἰδέᾳ ἤτοι δοκοῦντες εἶναι εὐειδεῖς ὀργίζονται τοῖς εἰς τὴν ἰδέαν ἀποσκώψασι. [a 36] πολλῷ δὲ μᾶλλον ὀργίζονται οἱ σπουδάζοντες σοφοὶ δοκεῖν κατὰ τῶν καταφρονησάντων, καὶ μᾶλλον, εἴ γε καὶ ὑποπτεύουσι μὴ ὑπάρχειν αὐτοῖς τὴν φιλοσοφίαν,4 ἢ ὅλως, ἤτοι ἢ ὅλως οὔκ εἰσι φιλόσοφοι, ἢ μὴ ἰσχυρῶς, ἤτοι ἢ οὔκ εἰσι καλοί, ἢ σοφοὶ ὄντες οὐ δοκοῦσι σοφοί. [b 1] εἰ δὲ οἴονται εἶναι σοφοὶ ἀκριβεῖς ἢ εὐειδεῖς, σκώπτονται δὲ παρά τινων, οὐκ ὀργίζονται κατ’ αὐτῶν.
在能力方面,有能力者和勇敢者希望受到无能者的尊敬。在德性方面,有德者希望受到不具备德性之人的尊敬;例如,富人在财富上胜过穷人,自认为配得上统治的人则寻求受到配得上被统治之人的尊敬。因为谈到这些事时[亚里士多德]引用了这句诗:[1379 a 5]“然而即使在事后,他们也怀恨在心,直到将其实现”,因为他们作为优越者感到愤慨,并因此不愿受轻视。[a 6] 此外,如果某人被自认为理应善待自己的人轻蔑,他也会发怒,这是因为要么是他本人善待了他们,要么是他人因他的缘故善待了他们,抑或他正希望施恩。[a 10] 人们在自身感到痛苦时便会发怒。因此,无论某人是正面地即公然直接地阻拦某人,抑或并非如此而是同样地阻拦——也就是说,无论他是公然阻止干渴者饮水,抑或不是公然阻止干渴者饮水,而是从侧面并不阻止干渴者,却把泉水搅浑——这都是同一回事。[a 13] 如果某人与他作对,或者不协助和援助他,而且是在他正需要援助的这般关头有能力提供援助,他也会发怒;如果任何其他处于这种情况即此类情况的事物困扰他,他对这一切人都会发怒,即既对协助者发怒,也对作对者发怒。[a 17] 人最容易对那些轻视眼前处境的人发怒;例如,劳顿患病者对关涉其疾病的人发怒,例如对能够援助并医治其疾病却不这样做的人发怒。穷人对关涉其贫困的人发怒,即对能够解救其贫困却不这样做的人发怒。恋爱者对不协助他达成爱情的人发怒。[a 21] 因为由于某人心中存在的某种情感,通向各样事情的发怒之途被预先铺平了;例如,恋爱者通向对阻碍他达成爱情之人发怒之途被铺平了,而患病者则通向对能够援助他却不援助之人[发怒之途被铺平了]。[a 22] 此外,如果他碰巧期盼着相反的事,他也会发怒;例如,如果在战时或在法庭上,我原以为苏格拉底会援助我,但他违背我的期望与期盼,反而表现得像个敌人。无论如何,极大地违背期望与期盼而出现的局面会带来痛苦,正如极大地违背期望的局面也会带来快乐一样——只要人们所希望的事情在此期间实现;例如在法庭上,需要得到某人的援助,却因站在那里的人皆为仇敌而不指望得到他们中任何人的援助,结果却得到了他们中某人的援助。[a 25] 心态即体质[也铺平了道路]。[a 31] 而且这些侮辱的标记必然具有这样的特征:它们既不是作为对所做之事的报复而发生的(从而显得像是反击)——也就是说,如果某人并未受到我的伤害,却急于侮辱我——也不是因为他侮辱我的那些事情而使那人获得了益处。因为如果他在受苦之后进行反击并予以回击的痛苦,这并不稀奇;因为看来他所做的一切事情,已经全都是出于侮辱而做的了。[a 33] 我们也对那些蔑视我们所重视事物的人发怒;例如,如果我表现出对哲学的热情并认真对待它,而有人在这件事上轻视我,我就会对他发怒。而在容貌上[自负]的人,即自认为容貌俊美的人,则对讥讽其容貌的人发怒。[a 36] 那些热切希望显得有智慧的人,对轻视他们的人要发怒得多;如果他们怀疑自己并不真正拥有哲学,那就更是如此,这要么是完全没有(即他们完全不是哲学家),要么是不牢靠(即他们要么并不优秀,要么虽有智慧却显得没有智慧)。[b 1] 但如果他们确信自己是真正有智慧或容貌俊美的,即使受到某些人的嘲弄,他们也不会对这些人发怒。
- 2.0.2κατὰ δύναμιν καὶ οἱ δυνατοὶ καὶ ἀνδρεῖοι θέλουσι τιμᾶσθαι παρὰ τῶν ἀδυνάτων
承接前一语段末尾的 κατὰ γένος(在出身方面),κατὰ δύναμιν(在能力方面)以及随后的 κατὰ ἀρετήν(在德性方面)作为介词短语分别置于句首,引出优越性的分类标准,在句法上与前文构成并列结构。
- 2.0.2ὀργίζεται πᾶσι τούτοις ἤτοι καὶ τοῖς συμπράττουσι καὶ τοῖς ἀντιπράττουσι
该句承接上文的“不协助和援助时”(εἰ οὐ συμπράττει καὶ βοηθεῖ),但此处却以肯定形式写作 καὶ τοῖς συμπράττουσι。这在语境上可理解为“[应当]协助者以及作对者”,或可能是抄传中脱落了否定词 μή;句法上按原文词形作为 ὀργίζεται 的与格补足语处理。
- 2.0.2τὸ κατὰ πολὺ γοῦν παρὰ τὴν δόξαν καὶ τὸ ἐλπιζόμενον φανὲν
中性单数冠词 τό 与其实体化分词 φανέν 结合,构成整个句子的主语。副词短语 κατὰ πολύ(极大地)与介词短语 παρὰ τὴν δόξαν καὶ τὸ ἐλπιζόμενον(违背期望与期盼)嵌入在冠词与分词之间,修饰 φανέν。
- 2.0.2ὑποπτεύουσι μὴ ὑπάρχειν αὐτοῖς τὴν φιλοσοφίαν
表示怀疑、担忧的动词 ὑποπτεύουσι 后面接带有否定小词 μή 的宾格不定式结构(以 τὴν φιλοσοφίαν 为主语,ὑπάρχειν 为不定式),意为“怀疑哲学并不真正属于他们自身”。
