- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:89.8-90.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》卷二第二章中关于愤怒的定义(1378a30–b9),并分析了轻蔑的三种形式:蔑视、阻挠与侮辱(1378b10–34)。
2. Ἔστω δὴ ὀργὴ ὄρεξις τιμωρίας φαινομένης ἤτοι φανερᾶς μετὰ λύπης· λυπηθεὶς γὰρ ὁ ὀργιζόμενος ὥρμησεν εἰς τὸ τιμωρῆσαι τὸν λυπήσαντα, ἐλυπήθη δὲ διὰ τὸ ὀλιγωρηθῆναι καὶ καταφρονηθῆναι μὴ προσηκόντως ἢ αὐτὸς ἢ τις τῶν αὑτοῦ οἷον συγγενὴς ἢ φίλος. πρόσκειται δὲ τὸ [a 31] φαινομένης, διότι εἰ τιμωρήσει τὸν λυπήσαντα, ἀγνοεῖ δὲ οὗτος, ὅτι παρ’ αὐτοῦ ἐτιμωρήθη, ὅν ποτε ἐλύπησεν.1 [a 33] εἰ δὲ ὀργή ἐστι τοῦτο, ὁ ὀργιζόμενος ὀργίζεται τινι μερικῷ, οἷον τῷ Κλέωνι, ἀλλ’ οὐ τῷ τυχόντι ἀνθρώπῳ, διότι πεποίηκε καὶ ἔβλαψέ τινα τῶν αὑτοῦ ἢ αὐτὸν ἢ ἔμελλε βλάψαι· ὁ δὲ ὀργιζόμενος ἐλπίζων τιμωρῆσαι τὸν λυπήσαντα ἥδεται. ὅτι δὲ τῇ ὀργῇ καὶ ἡδονὴ ἕπεται, δηλοῖ καὶ Ὅμηρος ἐπὶ τοῦ Ἀχιλλέως λέγων περὶ τοῦ θυμοῦ [b 5] “ὅς τε πολὺ γλυκίων μέλιτος”· ἀκολουθεῖ γοῦν ἡδονή τις διά τε τοῦτο ἤτοι τὸ ἐλπίζειν τιμωρῆσαι καὶ ὅτι διατρίβουσι τῇ διανοίᾳ ἐν τῷ τιμωρεῖσθαι, ἤτοι εὐφραίνεται καὶ † γὰρ ἀναλογιζόμενος ἐν τῇ διανοίᾳ καὶ οἷον ὑποτυπῶν, ὅπως αὐτὸν κατέχει ἐκ τῶν τριχῶν καὶ κολάζει. τὸ γοῦν φαντάζεσθαι ἐν τῇ διανοίᾳ, πῶς δεσμεῖ τὸν λυπήσαντα καὶ μαστιγοῖ, ἡδονὴν ποιεῖ· ὥσπερ ἥδεται καὶ εἴ τις ἐν ὕπνοις ὁρᾷ, ὅτι εὗρε θησαυρόν. [b 10] ὀλιγωρία δέ ἐστιν ἐνέργεια δόξης ἤτοι τὸ δοξάζειν ἐνέργειαν, ὅτι τόδε οὐδενὸς δοκεῖ ἄξιον. καὶ γὰρ τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἤγουν καὶ τὸν δυνάμενον ὠφελῆσαι καὶ τὸν δυνάμενον βλάψαι ἀξιοῦμεν τιμῆς καὶ σπουδῆς. ὅσα δὲ μηδὲν ἢ πάνυ μικρά, ἤτοι ὅσοι μήτε δύνανται ὠφελῆσαι μήτε βλάψαι ἢ δύνανται μικρὰ ὠφελῆσαι καὶ μικρὰ βλάψαι, ὀλιγωροῦνται καὶ καταφρονοῦνται παρ’ ἡμῶν. [b 14] ἔστι δὲ καὶ ὁ ἐπηρεασμὸς ὀλιγωρία· ἔστι δὲ οὗτος [b 18] ἐμποδισμὸς ταῖς βουλήσεσιν, οἷον εἰ Σωκράτης βούλεται ἀπελθεῖν εἰς τὸ δικαστήριον ἀπολογηθησόμενος, συμφωνήσας λίτρας χρυσίου καταβαλέσθαι τρεῖς, εἰ μὴ παραβάλοι κατὰ τὴν δεῖνα ἡμέραν, εἶτα ἐλθούσης τῆς ἡμέρας ἐμποδίζεται παρ’ ἐμοῦ ὥστε παραβαλεῖν εἰς τὸ δικαστήριον,2 οὐχ ἵνα αὐτῷ γένηται καὶ ἐμοὶ κέρδος τι καὶ ὠφέλεια ἐκ τοῦ μὴ ἀπελθεῖν ἐκεῖνον ἐκεῖ, ἀλλ’ ἵνα μὴ ἐκείνῳ τῷ Σωκράτει ὠφέλειά τις γένηται. ἀρξάμενος ἀπὸ τοῦ [b 10] ἐπεὶ δὲ ἡ ὀλιγωρία καὶ ἐπεμβαλὼν μεταξύ, εἶτα ποιήσας ἐπανάληψιν εἰπὼν [b 19] ἐπεὶ οὖν οὐχ ἵνα τι αὐτῷ, τί ἀπέδωκεν εἰς τὸ ὀλιγωρεῖν;3 δῆλον γοῦν, ὅτι δι’ αὐτὸ ἐπηρεάζει τὸν Σωκράτην, διότι οὔτε ὑπολαμβάνει αὐτὸν δυνατὸν βλάψαι οὔτε δυνάμενον ὠφελῆσαι οὐδὲ ἄξιον λόγου ἤτοι ἀξιόλογόν τι καὶ μέγα· εἰ γὰρ ἠπίστατο αὐτὸν ἱκανὸν ὠφελῆσαι μεγάλα, ἐφρόντιζε φίλος εἶναι αὐτοῦ. [b 22] ἀλλὰ καὶ ὁ ὑβρίζων ὀλιγωρεῖ. ὕβρις δέ ἐστι τὸ βλάπτειν τὸν λυπήσαντα ἐπὶ τοῖς πράγμασιν ἐκείνοις, ἐφ’ οἷς ἕπεται τῷ πάσχοντι αἰσχύνη ἀλλ’ οὐ ζημία, οὐχ ἵνα τι ἄλλο αὐτῷ γένηται, ἤτοι οὐχ ἵνα ὠφεληθῇ, ἢ ὅτι ἐγένετο ἤτοι ὠφελήθη, ἀλλ’ ὅπως μόνον εὐφρανθῇ· [b 25] οἱ γὰρ ἀντιποιοῦντες ἤτοι οἱ σπουδάζοντες ἀντιτιμωρῆσαι τὸν τιμωρήσαντα, οἷον εἰ ἐβλάβην παρά τινός τι, εἶτα μετὰ λαοῦ κατ’ ἐκείνου χωρήσω, οὐχ ὑβρίζειν αὐτὸν λέγομαι ἀλλὰ τιμωρεῖν. εὐφραίνονται δὲ οἱ ὑβρίζοντες, διότι κακῶς δρῶντες τοὺς λυπήσαντας οἴονται ὑπερέχειν αὐτῶν. [b 28] διὰ τοῦτο καὶ οἱ νέοι εἰσὶν ὑβρισταί, ἵνα ἐκ τοῦ ὑβρίζειν ὑπερέχειν δοκῶσι· τὸ γὰρ ἄξιον μηδενὸς οὔτε ὡς καλὸν τιμᾶται οὔτε ὡς ἀγαθόν. [b 31] διὸ καὶ ὁ Ἀχιλλεὺς ὀργιζόμενος λέγει διὰ τὸν Ἀγαμέμνονα ‘ἠτίμησεν· ἑλὼν γὰρ ἔχει τὸ γέρας’· καὶ οὕτως με ἠτίμησεν, ‘ὡς εἴ τινα μετανάστην’, ὡς διὰ ταῦτα ὀργιζόμενος ἤτοι τὴν ἀτιμίαν. [b 34] οἴονται δὲ οἱ ἄνθρωποι πολυωρεῖσθαι καὶ ὑπερέχειν καὶ τιμᾶσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, οἷον εἰ οἱ μὲν εὐγενεῖς, οἱ δὲ δυσγενεῖς.
2. 那么,发怒应当是伴随着痛苦的、对显明的(即公开的)报复的欲望。因为发怒者受了痛苦,便急于向施加痛苦者报复;他感到痛苦,乃是因为他自身或属于他的某个人(例如亲属或朋友)不合宜地受到了轻视与蔑视。附加[1378 a 31]“显明的”一词,是因为如果他向施加痛苦者报复,但这人却不知道自己是被曾经受其伤害的那个人报复的,[报复便未能成立]。[a 33] 如果发怒就是这个,那么发怒者是对某个具体的人发怒,例如对克里昂,而不是对随便哪个人,因为这人对待并伤害了属于他的某人或他自身,抑或打算予以伤害;而发怒者因期望向施加痛苦者报复而感到快乐。怒气也伴随着快乐,荷马在论及阿喀琉斯时谈到血气也表明了这一点:[b 5]“它比蜂蜜甜得多”;总之,有某种快乐伴随而来,既是因为这缘故,即期望报复,也是因为他们在报复之事中心思沉浸,也就是说,他在心中推想并仿佛勾勒出自己如何抓住对方的头发予以惩戒,因而感到欢欣。无论如何,在心中想象自己如何捆绑并鞭笞施加痛苦者,会带来快乐;正如同某人在梦中看见自己找到了宝藏而感到快乐一样。[b 10] 而轻蔑乃是意见的实现活动,即认为某现实活动在于此物看起来一文不值。因为无论是坏事还是好事——也就是既包括能提供益处的人,也包括能施加伤害的人——我们都认为值得尊敬与认真对待。但凡是微不足道或极小的事物——也就是既不能提供益处也不能施加伤害的人,或者只能施加微小益处和微小伤害的人——都会受到我们的轻蔑与藐视。[b 14] 恶意阻挠也是一种轻蔑;它是[b 18]对意愿的阻碍,例如,如果苏格拉底想要前往法庭进行申辩,并约定如果在某日未能到场就支付三金磅,随后在那一日到来时,被我阻碍以至于未能前往法庭,这并不是为了因他不前往那里而使他本人或我自己获得某种收益和益处,而是为了不让那位苏格拉底获得任何益处。从[b 10]“因为轻蔑是……”开始,并在中间插入了其他内容,然后通过说[b 19]“因此,既然不是为了让他获得什么”进行了重述,[亚里士多德]对轻蔑做出了什么归结?显然,他正是为此而恶意阻挠苏格拉底,因为他既不认为苏格拉底有能力施害,也不认为他有能力施惠,更不认为他是值得一提的人物,即某个值得注目的伟大人物;因为如果他知道苏格拉底有能力带来巨大的益处,他就会留心成为他的朋友。[b 22] 而且侮辱者也是在轻蔑。侮辱是指在那类使受害者伴随羞辱而非财产损失的事情上伤害施加痛苦者,这不是为了让侮辱者自身得到别的东西(即不是为了使自己受益),也不是因为发生了某事(即已经受益),而纯粹是为了让自己欢欣;[b 25]因为回击者,即热切希望反击惩罚他们之人的人——例如如果我受到了某人的伤害,然后带着一群人向他冲去——我不会被称为在侮辱他,而是在报复。侮辱者之所以感到欢欣,是因为通过对施加痛苦者施恶,他们认为自己胜过了对方。[b 28] 因此年轻人也是好侮辱人的,以便通过侮辱显得胜过他人;因为一文不值的事物既不作为高尚之物受尊重,也不作为善物受尊重。[b 31] 因此阿喀琉斯因阿伽门农而发怒时也说道:“他侮辱了我;因为夺走后他就占有了奖品”;而且他是这样侮辱我,“仿佛对待一个流浪者”,就好像是因这些事情即因屈辱而发怒。[b 34] 人们认为自己受到重视、处于优势并受到出身卑下之人的尊敬,例如若一方出身显贵,而另一方出身微贱时那样。
- 2.0.2πρόσκειται δὲ τὸ φαινομένης, διότι εἰ τιμωρήσει τὸν λυπήσαντα, ἀγνοεῖ δὲ οὗτος, ὅτι παρ’ αὐτοῦ ἐτιμωρήθη, ὅν ποτε ἐλύπησεν
在 διότι 从句内部引入了一个条件句结构(εἰ τιμωρήσει... ἀγνοεῖ δὲ οὗτος...),但结论句(apodosis)在句法上被省略(言外之意)。从解释为何在愤怒定义中加入“显明的”(φαινομένης)这一文境来看,必须补足结论:如果受惩者不知道自己是被谁报复的,这一报复就未能达成其目的。
- 2.0.2ἐμποδίζεται παρ’ ἐμοῦ ὥστε παραβαλεῖν εἰς τὸ δικαστήριον
表示阻碍的动词 ἐμποδίζεται 与 ὥστε 引导的不定式(παραβαλεῖν)连用。虽然古典希腊语在阻碍类动词后通常接 μὴ 加不定式,但此处使用表示结果或目的的 ὥστε 结构来表达被阻止的行为:“被我阻碍以至于未能前往法庭”。
- 2.0.2ἀρξάμενος ἀπὸ τοῦ ἐπεὶ δὲ ἡ ὀλιγωρία καὶ ἐπεμβαλὼν μεταξύ, εἶτα ποιήσας ἐπανάληψιν εἰπὼν ἐπεὶ οὖν οὐχ ἵνα τι αὐτῷ, τί ἀπέδωκεν εἰς τὸ ὀλιγωρεῖν;
这一连串阳性单数主格分词(ἀρξάμενος, ἐπεμβαλών, ποιήσας, εἰπών)以亚里士多德为逻辑主语,并依附于主要动词 ἀπέδωκεν。注解者在此分析亚里士多德在经过较长的插入句后所作的句法重述(ἐπανάληψις)。
