- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:9.37-11.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》1358a36–b29,阐明修辞学的三种类型(审议、法廷与节庆演说)对应于三种听众,详细解析了为何节庆演说的听众被称为演说者“能力的旁观者”,并论述了各门类的固有目的(有益、正义、高尚)及次要前提的运用。
3. Ἔστι δὴ τῆς ῥητορικῆς εἴδη τρία τὸν ἀριθμὸν δηλονότι ὅτι τοσοῦτοι καὶ οἱ ἀκροαταί, δικαστής, ἐκκλησιαστὴς καὶ θεωρός. εἰς κατασκευὴν δὲ τοῦ ὅτι τρεῖς οἱ ἀκροαταὶ προσλαμβάνει λῆμμα τοιοῦτον τὸ ‘ὁ μὲν γὰρ λόγος ἐκ τριῶν σύγκειται, ἔκ του λέγοντος καὶ περὶ οὗ πράγματος λέγει καὶ πρὸς ὃν ἀκροατήν’. τούτου τεθέντος, ὅτι ἕτερος ὁ λέγων καὶ ἄλλο τὸ περὶ οὗ λέγει, ἕτερος δὲ ὁ ἀκροατής, πρὸς ὅν, ἐφεξῆς θεωρεῖ τὸν ἀκροατήν. [b 2] οὗτος δὲ ἢ θεωρός ἐστι τῆς δυνάμεως τοῦ πανηγυρίζοντος, καὶ ποιεῖ ἓν εἶδος, ἢ κριτής, ἀλλ’ εἰ μὲν περὶ μελλόντων, τὸν ἐκκλησιαστὴν σημαίνει, καὶ ἰδοὺ τὸ συμβουλευτικόν, εἰ δὲ περὶ παρελθόντων, τὸν δικαστήν, καὶ ἰδοὺ τὸ δικανικόν. ἐφερμηνεύει δὲ τὸ λεγόμενον οὑτωσὶ φάσκων· [b 4] ἔστι δὲ ὁ μὲν περὶ τῶν μελλόντων κρίνων ἐκκλησιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων δικαστής, ὁ δὲ περὶ τῆς δυνάμεως τοῦ γράφοντος, εἴτε ἐντέχνως εἴτε ἀτέχνως ἐνεκωμίασε καὶ ἐπῄνεσε τὸ προκείμενον, ὁ τοιοῦτος θεωρός· καὶ ἰδοὺ τρία εἴδη. ἀλλὰ διὰ τί περὶ δυνάμεως εἴρηκεν, ἐρωτᾷς. ἐγώ σοι τὴν αἰτίαν ἀκριβῆ παραδώσω περιεργότερον καὶ αὐτὸς βασανίσας τὴν λέξιν· διηπόρηται γὰρ κἀμοί, διὰ τί ἐνταῦθα λέγει τὸν ἀκροατὴν τοῦ πανηγυρίζοντος θεωρὸν τῆς ἐκείνου δυνάμεως· ἔστι γὰρ καὶ ἐν τοῖς δικαζομένοις καὶ συμβουλεύουσι δύναμις. ἡ δ’ αἰτία φαίνεται τοιαύτη καὶ τῆς σῆς ἀπορίας ἡ ἐπίλυσις ἀξία. ὁ μὲν συμβουλεύων τοῦτο μόνον δεικνύει τὸ συμφέρον εἶναι τὸ περὶ οὗ ἡ συμβουλή, ἀλλὰ καὶ ἐξ ἀληθῶν καὶ δοκούντων καὶ φαινομένων πιθανῶν ὀφείλει κατασκευάζειν. ὁμοίως καὶ ὁ δικαζόμενος κατηγορῶν εἴτε ἀπολογούμενος δεῖξαι μέλλει, ὅτι γέγονε τόδε, οὐχ ἁπλῶς δὲ ἀλλὰ μετὰ βασάνου καὶ πίστεως ἀκριβοῦς. ὁ δὲ πανηγυρίζων ἐπαινῶν τοῦτο μόνον ἔχει σκοπὸν ἐγκωμιάσαι καὶ πολλάκις ἐκ ψευδῶν καὶ ἀπιθάνων τῷ περιόντι τῆς οἰκείας δυνάμεως κατασκευάζει τὸ λεγόμενον· τὴν δύναμιν οὖν ἐπιδείκνυται τὴν οἰκείαν δεικνὺς τὸν κώνωπα ἴσον τῷ λέοντι καὶ τὸν χειμῶνα κρείττω τοῦ θέρους καὶ τὴν μυῖαν ἐπαινετήν, ὥσπερ οἱ δεινοὶ ῥήτορες μυίας ἔπαινον ἐποιήσαντο. καὶ μᾶλλον θαυμάζεται ὁ ῥήτωρ καὶ τὴν οἰκείαν ἐκφαίνει δύναμιν, ὅταν τὰ προφανῶς φαῦλα μετασκευάσῃ καὶ δείξῃ ἐπαινετά· ποίας γὰρ δυνάμεως εἴποις ἂν τὸ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ ποιῆσαι ἴσον;1 οὐ πολλῆς καὶ ἐν λόγοις ἱκανῆς; τὸ δὲ μυίας ἐγκώμιον οὐ δυνάμεως Δημοσθενικῆς καὶ ἐντέχνου;2 ὁ τοίνυν θεωρὸς τὴν δύναμιν ὁρᾷ τοῦ ἐγκωμιάζοντος, εἰ ἐντέχνως ἢ μὴ ἐξῆρε τὸν ἐπαινούμενον· κἂν ἐκ τῶν ὁμολογουμένως φαύλων καὶ φευκτῶν ἐπιχειρήσας ἐπαινετὰ τὰ κατορθώματα τοῦ ἐγκωμιαζομένου ἔδειξε, μᾶλλον θαυμάζεται τῆς τοιαύτης δυνάμεως.3 ἀκολούθως δὲ καὶ ἐπιδεικτικὸν τὸ πανηγυρικὸν λέγεται τῆς δυνάμεως ἐντεῦθεν φαινομένης τοῦ λέγοντος, ὁποία ἐστίν· ὁ μὲν γὰρ δικανικὸς ῥήτωρ ἢ τῇ ἀληθείᾳ τοῦ πράγματος βοηθούμενος καὶ νικῶν οὐ τοσοῦτον ἐπαινετός ἐστιν ἢ πιθανὰ μὲν εἰπὼν καὶ ὅσα ἔδει ἡττηθεὶς δὲ οὐ τοσοῦτον ἐπίψογος· ὁ δὲ πανηγυρίζων ἢ ψέγων δείξας ἢ τὸ φαῦλον ἐπαινετὸν ἢ τὸ ἐπαινετὸν φαῦλον θαυμαστὸς εὑρίσκεται καὶ πολλοὺς ἐπαινέτας εὑρίσκει τῆς οἰκείας δυνάμεως. [b 6] ὥστε τρία γένη ἤγουν εἴδη τῆς ῥητορικῆς. σαφῆ δὲ τὰ ἑξῆς· τίνα γὰρ τὰ τρία εἴδη ταύτης καὶ τίνες οἱ χρόνοι τοῖς τρισί, σαφῶς διηγεῖται. [b 20] τέλος δὲ ἑκάστοις ἕτερον ἐστιν, τῷ μὲν συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν· ὁ γὰρ συμβουλεύων εἰς βέλτιον μὲν προτρέπει, ἀποτρέπει δὲ τοῦ χείρονος· τέλος δὲ καὶ σκοπὸν ἔχων ταῦτα τὰ ἄλλα χάριν τούτων λαμβάνει ὡς φέροντα πρὸς ἐκεῖνα, τὸ μὲν δίκαιον εἰς δεῖξιν τοῦ ὅτι συμφέρει, τὸ δὲ ἄδικον διὰ τὸ ὅτι οὐ συμφέρει βλαβερὸν ὄν, ὁμοίως τὸ καλὸν εἰς πίστωσιν τοῦ ὅτι συμφέρει, τὸ δ’ αἰσχρόν, ὅτι βλαβερὸν τόδε. [b 25] τοῖς δὲ δικαζομένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, ὁ μὲν κατηγορῶν δεικνύων ἀδικῆσαι τὸν φεύγοντα, ὁ δὲ φεύγων οὐκ ἀδικῆσαι ἀλλὰ δίκαιον ποιῆσαι διατεινόμενος ἢ μὴ ποιῆσαι τὸ ἄδικον. [b 26] τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσιν εἰς δεῖγμα τούτων, ὁ μὲν κατήγορος τὸ αἰσχρόν, τὸ βλαβερὸν καὶ τὰ λοιπὰ εἰς κατασκευὴν τοῦ ὅτι ἄδικον, ὁ δὲ φεύγων τὸ συμφέρον καὶ καλὸν εἰς βεβαίωσιν τοῦ ὅτι δίκαιον τὸ γεγονός.
3. 修辞学的种在数目上为三,显然是因为听众也恰好是这么多:审判官、公民大会议员和旁观者。为了确证听众为三人[这一分类],他引入了这样一个前提:“因为言论由三者组成:演说者、所论及的事物以及所针对的听众”。在设定了这一点——即演说者是一者,所论及的事物是另一者,而作为对象的听众是又一者——之后,他接下来考察听众。 [b 2] 这听众要么是节庆演说者之能力的旁观者,并由此构成一个种;要么是裁决者。但若是裁决者,如果就未来的事物进行裁决,就指公民大会议员,看哪,这就是审议演说;如果是就过去的事物进行裁决,就指审判官,看哪,这就是法庭演说。他阐释了所言之事,这样说道: [b 4] “就未来的事物进行裁决者是公民大会议员,就过去发生的事物进行裁决者是审判官,而就著述者的能力——即他是合乎技艺还是不合技艺地颂扬并赞美了主题——进行评判者,这样的人就是旁观者”;看哪,这就是三个种。但是你可能会问,他为什么说“关于能力”呢?我将把确切的原因传授给你,因为我自己也曾相当仔细地推敲过这一措辞;我自己也曾感到困惑,为什么他在这里把节庆演说者的听众称为其能力的旁观者;因为在诉讼者和提出建议者那里同样存在着能力。而原因看来是这样的,足以作为对你的困惑的解答:提出建议者仅仅表明建议所针对的事物是有益的,但他必须基于真实、公认和显得有说服力之事来进行确立。同样,诉讼者无论是控告还是辩护,都要表明此事确实发生了,且不是草率地表明,而是伴随着严格的审验和确凿的证据。然而,进行称赞的节庆演说者唯一的目的就是颂扬,并且往往出自虚假和难以置信之事,凭借其自身能力的超凡之处来确立所言之事。因此,他展示自己固有的能力,表明蚊子等同于狮子,冬天优于夏天,苍蝇值得称赞,正如精明的演说家们撰写了对苍蝇的赞文一样。当演说家改变明显卑微的事物并表明其值得称赞时,他就更受钦佩并彰显出自己的能力;因为你会说,把赫克托尔变得与阿喀琉斯同等,属于何种能力呢?难道不属于一种巨大且在言辞上充分的能力吗?而对苍蝇的颂扬,难道不属于一种德谟斯提尼式的、合乎技艺的能力吗?因此,旁观者注视着颂扬者的能力,看他是合乎技艺还是不合技艺地抬高了受称赞的对象;并且如果他是从公认卑劣和应避开的事物入手,而表明了受称赞者的功绩是值得赞赏的,人们就会因其如此的能力而更加赞叹他。随之,节庆演说也被称为“演武演说”,因为演说者的能力由此显明是何等样态。因为法庭演说家若借助事实的真相而获胜,并不那么值得称赞,若陈述了有说服力的话和所有应说的话却败诉,也并不那么应受责难;但进行节庆演说或指责的人,若表明卑劣者值得称赞,或表明值得称赞者为卑劣,就会被发现是令人惊叹的,并为自己固有的能力觅得众多称赞者。 [b 6] 因此,修辞学的属(即种)有三个。接下来的内容十分明晰;因为关于它的三个种是什么,以及这三者各自的时间是什么,他都作了明晰的阐述。 [b 20] 各者的目的是不同的:对于提出建议者而言,是有益与有害;因为提出建议者劝诱向善,劝阻避恶;由于将这些作为目的和意图,他为了这些而采纳其他事物,视为有助于这些目的的手段:采纳正义之事是为了指明其有益,采纳不义之事是因为它有害而无益,同样采纳高尚之事是为了证实其有益,采纳丑陋之事是为了指明其有害。 [b 25] 而对于诉讼者而言,目的则是正义与不义,原告指明被告行了不义,而被告坚称自己没有行不义,而是行了正义,或者没有犯下不义之举。 [b 26] 这些人同样将其他事物作为这些[正义与不义]的证据一同采纳:原告采纳丑陋、有害及其他事物,是为了确立其为不义;而被告采纳有益与高尚,则是为了证实发生的事情是正义的。
- 1.0.3ποίας γὰρ δυνάμεως εἴποις ἂν τὸ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ ποιῆσαι ἴσον;
εἴποις ἄν 为祈愿语气加 ἄν 表潜能(“你会说……”)。疑问代词短语 ποίας δυνάμεως 用属格,充当表语属格(省略了不定词 εἶναι),而带冠词不定词短语 τὸ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ ποιῆσαι ἴσον 则作整个句子的主语。
- 1.0.3τὸ δὲ μυίας ἐγκώμιον οὐ δυνάμεως Δημοσθενικῆς καὶ ἐντέχνου;
承接前句的句式结构,此处仅给出了主语(τὸ δὲ μυίας ἐγκώμιον)与表语属格(δυνάμεως Δημοσθενικῆς καὶ ἐντέχνου),而动词(ἐστίν 或 εἶναι εἴποις ἄν)被省略。
- 1.0.3μᾶλλον θαυμάζεται τῆς τοιαύτης δυνάμεως
动词 θαυμάζεται 为被动态(“受到钦佩/赞叹”)。属格 τῆς τοιαύτης δυνάμεως 是与表示情感、赞赏的动词连用的原因属格(genitive of cause),意为“因如此的能力”。
