- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:8.14-9.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者举例说明了“更甚与较甚”、“可能与不可能”以及“大与小”等共同论题在医学、伦理学、几何学及修辞学各门类中的普遍适用,将其与属于特定学科的特有前提和论题(种)加以区分,并进而引向对修辞学三种类型(法庭、审议、节庆)的划分。
ἐπὶ δὲ ἰατρικῆς μᾶλλον ἡ θριδακίνη ψύχει, ἧττον δὲ ἥδε ἡ πόα. ἐπὶ δὲ τῶν ἠθικῶν μᾶλλον μὲν ἡ μεγαλοπρέπεια, ἧττον δὲ ἡ ἐλευθεριότης ἀγαθόν· ὑπερέχει γὰρ ἡ μεγαλοπρέπεια τῆς ἐλευθεριότητος, ἀρεταὶ δὲ ἄμφω· ὥσπερ καὶ ἐπὶ τῶν κακιῶν μᾶλλον μὲν κακὸν ἡ ἀκολασία, ἧττον δὲ ἡ ἀναισθησία. ἐπὶ δὲ τῆς διαλεκτικῆς μᾶλλον μὲν δοκεῖ τοῖς σοφοῖς τὴν ὑγείαν καὶ τὴν ἀρετὴν εἶναι ἀγαθόν, ἧττον δὲ τὸν πλοῦτον. ἐπὶ δὲ τῆς ῥητορικῆς μᾶλλον μὲν κακὸν ἡ ἱεροσυλία, ἧττον δὲ κακὸν ἡ κλοπή, καὶ μᾶλλον μὲν ὁ φόνος, ἧττον δὲ κακὸν τὸ αἰκίσαι, καὶ μᾶλλον μὲν ἀγαθὸν τὸ τύραννον ἀποκτεῖναι, ἧττον δὲ τὸ πεῖσαι ἀποσχέσθαι τῆς τυραννίδος. ἐπὶ δὲ γεωμετρίας μᾶλλον ὁ κύκλος πολυχωρητότερον, ἧττον δὲ τὸ τρίγωνον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτως ὁ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινότατος. εἰσὶ δὲ καὶ τοῖς ῥήτορσι κοινοὶ τόποι, ἀφ’ ὧν καὶ ὁ πανηγυρίζων ὅτι δυνατὸν γενέσθαι τόδε κατασκευάζει καὶ ὁ συμβουλεύων καὶ ὁ ἀμφισβητῶν· καὶ ὁ περὶ τοῦ μέγα τόδε ἢ μικρὸν κοινὸς τοῖς τρισίν. [a 16] εἰσὶ δὲ καὶ ἕτεροι τόποι τοιοῦτοι περὶ δικαίων ἤτοι ῥητορικῆς οἰκεῖοι ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν, ἠθικῆς ἢ διαλεκτικῆς πραγματείας. καίτοι ταῦτα εἴδει διαφέρει τὰ ῥητορικὰ καὶ ἠθικὰ καὶ πολιτικά, ἀλλ’ ὅμως κοινοί τινες τόποι τούτοις ἐφαρμόττουσιν, ὡς δῆλον ἐκ τούτου τοῦ μᾶλλον καὶ ἧττον τόπου· οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι διαλεκτικῶς ἢ ἐνθύμημα εἰπεῖν περὶ δικαίων ῥητορικῶς ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν ἑτέρου.1 [a 16] ταῦτα δέ, ὡς εἴπομεν πολλάκις, τῷ εἴδει διαφέρει. ἐντεῦθεν δῆλον, ὡς ἔχομεν κοινοὺς τόπους πᾶσιν ἐφαρμόζοντας. ἴδια δὲ ἐπιχειρήματα καὶ πίστεις, ὅσα εἰσὶν ἐκ τῶν οἰκείων ἑκάστῳ εἴδει καὶ ὑποκειμένῳ προτάσεων, οἷον περὶ φυσικῶν εἰσι προτάσεις, ἐξ ὧν οὔτε ἐνθύμημα ἔσται ῥητορικὸν οὔτε συλλογισμός ἐστι περὶ τῶν ἠθικῶν· τί γὰρ κοινὸν νοήμασι φυσικοῖς καὶ ἠθικοῖς; [a 20] καὶ περὶ τούτων αὖ, τῶν ἠθικῶν φημι καὶ ῥητορικῶν, εἰσὶν ἐνθυμήματα καὶ τόποι οἰκεῖοι, ἐξ ὧν οὐκ ἔστι συλλογισμὸς φυσικοῖς οἰκεῖος. [a 21] ὁμοίως δὲ τοῦτ’ ἐπὶ πάντων· τὰ γὰρ τοῖς γεωμετρικοῖς οἰκεῖα οὐκ ἔσται τῶν ἀριθμητικῶν. κἀκεῖνα μέν, οἱ κοινῶς πᾶσιν ἐφαρμόζοντες τόποι, οὐ ποιεῖ2 περὶ οὐδὲν γένος ὑποκείμενον τέχνης τινὸς ἐπιστήμονα καὶ τεχνίτην· τοῦτο γὰρ δηλοῖ τὸ ἔμφρονα, ὅτι μὴ περὶ ἓν ὑποκείμενον καταγίνονται. [a 23] ταῦτα δὲ ἤτοι τὰ ἴδια ἑκάστης φυσικῆς καὶ ἠθικῆς καὶ λογικῆς πραγματείας ἴσως καὶ ῥητορικῆς θεωρήματά τε καὶ ἐνθυμήματα ἐκλεξάμενός τις λήσει ποιήσας ἄλλην ἐπιστήμην3 τῆς διαλεκτικῆς καὶ ῥητορικῆς· [a 25] ἂν γὰρ τύχῃ ἀρχαῖς ὡρισμέναις καὶ ταύταις ἰδίας πορίσηται προτάσεις καὶ κατασκευάς, οὐκέτι διαλεκτικὴν οὐδὲ ῥητορικὴν ἐκ τούτων οὖσαν εὑρήσει καὶ γνώσεται· αὗται γὰρ οὐχ ὡρισμένον γένος ἔχουσιν ἀλλ’ ἐκείνην, ἧς ἔχει τὰς ἀρχάς, ἢ ἀριθμητικὴν τυχὸν ἢ γεωμετρίαν ἢ ἠθικήν, καθάπερ εἴπομεν. [a 26] ἔστι δὲ τὰ πλείω τῶν ἐνθυμημάτων ἐκ τούτων τῶν εἰδῶν τῶν κατὰ μέρος καὶ ἰδίων, τῶν οἰκείων ἑκάστῃ τέχνῃ θεωρημάτων, ἐκ δὲ τῶν κοινῶν τόπων τῶν πάσαις ἐφαρμοττόντων ἢ ταῖς πλείοσιν ἐπιστήμαις ὀλίγα. [a 29] καθάπερ οὖν καὶ ἐν τοῖς Τοπικοῖς ἄλλους μὲν ἔχομεν τόπους κοινούς, ἑτέρους δὲ ἰδίους καὶ καταλλήλους καὶ προσφόρους τῇ κατασκευῇ τοῦ γένους ἢ τῇ ἀνασκευῇ, ἑτέρους δὲ οἰκείους τῇ δείξει τοῦ εἶναι τόδε εἶδος ἢ μή, οὕτω δὴ καὶ ἐνταῦθα διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη τὰ οἰκεῖα ἑκάστῳ, ἐξ ὧν τὸ δίκαιον (τοῦ δικανικοῦ) ἢ τὸ ἄδικον, καὶ ἐξ ὧν τὸ συμφέρον (τοῦ συμβουλευτικοῦ) ἢ τὸ βλαβερόν, καὶ ἐξ ὧν τὸ καλὸν καὶ τὸ αἰσχρόν (τοῦ πανηγυρικοῦ)· οὐ μὴν ἀλλὰ καὶ ἑτέρας πίστεις καὶ τόπους παραδώσει, ἐξ ὧν τόδε μέγα, τόδε δὲ μικρόν, καὶ ἐξ ὧν τόδε δυνατόν, τόδε δὲ ἀδύνατον. ταῦτά τε οὖν διαιρετέον τὰ ἴδια ἑκάστῳ, ἅπερ εἴδη λέγει, καὶ τοὺς κοινοὺς τόπους ἁπάντων ὡς πᾶσιν ἐφαρμόζοντας. [a 32] πρῶτον οὖν εἴπωμεν περὶ τῶν εἰδῶν, τῶν οἰκείων ἑκάστῳ λέγω πίστεων καὶ ἐνθυμημάτων καὶ τόπων· ἀλλὰ πρὸ τούτων εἴπωμεν, πόσα τὰ γένη τῆς ῥητορικῆς ἤγουν εἴδη, ὅπως διελόμενοι, πόσα ἐστὶ ταῦτα τὰ εἴδη αὐτῆς, περὶ τούτων παραδώσομεν ἐφεξῆς τὰ στοιχεῖα καὶ τὰς προτάσεις τῶν πίστεων, ἐξ ὧν ἕκαστον κατασκευάζεται ἢ ἀνασκευάζεται, καὶ τῶν οἰκείων τόπων καὶ ἐνθυμημάτων.
在医学中,莴苣更能致冷,而这种草药致冷较少。在伦理事物中,宏大是大善,慷慨是较小的善;因为宏大超越慷慨,而二者皆为德性;正如在恶德中,放纵是大恶,麻木不仁是较小的恶。在辩证术中,贤者们更倾向于认为健康与德性是善,较少认为财富是善。在修辞学中,亵渎圣物是大恶,盗窃是较小的恶;杀人是大恶,殴打伤害是较小的恶;诛杀僭主是大善,劝说其放弃僭主统治是较小的善。在几何学中,圆的容纳空间更大,三角形容纳空间较小;在其他事物中亦然。因此,更甚与较甚的论题是最具普遍性的。对于演说家们而言也存在着共同论题,基于这些论题,节庆演说者、提出建议者和法庭争辩者同样能确证某事可能发生;而关于此事是大是小的论题对于这三者而言也是共同的。 [a 16] 此外,关于正义之事(即属于修辞学固有的),或关于自然学事物,或关于任何事物(无论伦理学探究还是辩证术探究),都存在着其他此类论题。尽管修辞学的、伦理学的和政治学的事物在种上有差别,但某些共同论题仍然适用于它们,这从更甚与较甚的论题中显而易见;因为基于该论题进行辩证推论,并不比依修辞学方式就正义之事陈述修辞推论,或就自然学事物陈述,或就任何其他事物陈述更有何差别。 [a 16] 而这些事物,正如我们多次说过的,在种上有差别。由此可见,我们拥有适用于一切的共同论题。另一方面,特有的论证与说服推论,则是出自各特定种与基体所固有的前提;例如,存在着关于自然学事物的前提,由之既不能产生修辞学的修辞推论,也不能产生关于伦理学事物的推论;因为自然学的概念与伦理学的概念之间有何共同之处呢? [a 20] 对于这些事物,即我所说的伦理学与修辞学事物,又存在着固有的修辞推论与论题,由之无法得出适合于自然学事物的推论。 [a 21] 这在一切事物上皆然;因为属于几何学固有的事物,并不属于算术。而前者,即普遍适用于一切的论题,并不能使人在任何作为某技艺之基体的属上成为知者和技艺家;因为“明智的”这一词表明了这一点,即它们并不致力于单一的基体。 [a 23] 但若有人选取了后者,即属于自然学、伦理学、逻辑学探究,或许还有修辞学各自固有的定理与修辞推论,他将在不知不觉中制造出辩证术与修辞学之外的另一门知识;[a 25] 因为如果他获得了确定的原理,并为之获得固有的前提和论证,他将发现并认识到,由此产生的不再是辩证术或修辞学;因为这些并没有确定的属,而〔他将发现它〕是他掌握其原理的那门知识,无论是算术、几何学还是伦理学,正如我们所说。 [a 26] 修辞推论的大多数出自这些个别的、固有的种,即各门技艺固有的定理,而出自适用于一切或多数科学的共同论题的则很少。 [a 29] 因此,正如在《论题篇》中我们一方面拥有共同论题,另一方面拥有适合且有益于确立或反驳属的其他固有论题,又拥有特用于指明某物是否为种的其他论题一样,在此处也必须区分修辞推论中属于各门所固有的种——由此得出(属于法庭演说的)正义与不义,由此得出(属于审议演说的)有益与有害,由此得出(属于节庆演说的)高尚与丑陋;不仅如此,他还将传授其他说服推论与论题,由此得出此事大彼事小,由此得出此事可能彼事不可能。因此,既必须区分各门所固有的这些事物(他称之为“种”),又必须区分作为适用于一切的、万物共同的论题。 [a 32] 首先,让我们论述关于“种”的内容,即我所说的属于各门所固有的说服推论、修辞推论和论题;但在这些之前,让我们先说明修辞学的属(即种)有多少,以便在区分了它的这些种有多少之后,我们将就它们依次传授说服推论的要素和前提(各门由此得以确立或被反驳),以及固有的论题与修辞推论的〔要素和前提〕。
- 1.0.0οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι διαλεκτικῶς ἢ ἐνθύμημα εἰπεῖν περὶ δικαίων ῥητορικῶς ἢ περὶ φυσικῶν ἢ περὶ ὁτουοῦν ἑτέρου
此处使用了惯用句式 οὐδὲν μᾶλλον A ἢ B(“与其说是A不如说是B”或“A并不比B更……”),配合非人称动词 ἔσται 与不定式 συλλογίσασθαι 及 εἰπεῖν 并列,表明依此论题既同样可以进行辩证推论,也可以就正义、自然学或任何其他事物做出修辞学陈述。
- 1.0.0κἀκεῖνα μέν, οἱ κοινῶς πᾶσιν ἐφαρμόζοντες τόποι, οὐ ποιεῖ
句首的中性复数代词 κἀκεῖνα(即 καὶ ἐκεῖνα)作为句法主语,同位语为阳性复数短语 οἱ κοινῶς πᾶσιν ἐφαρμόζοντες τόποι。主要动词 ποιεῖ 为单数,遵循古典希腊语中中性复数主语搭配单数动词的一般语法规则。
- 1.0.0λήσει ποιήσας ἄλλην ἐπιστήμην
此为 λανθάνω 搭配补充连带分词(此处为将来时 λήσει 配合不定过去时分词 ποιήσας)的惯用表达,意为“在不知不觉中做出……”或“无意中导致……”,指演说者若深究个别领域的原理,将在不自知的情况下建立起一门独立于修辞学之外的新学科。
