← 佚名

亚里士多德《修辞学》佚名评注

§11.17-13.3

修辞三种类型的目的与审议演说的主题

注解者论证了修辞学的三种类型(审议、法廷、演武)各自具有特定目的(有益、正义、高尚)的依据,解释了除各种特有的前提外为何还需要关于可能性和大小的共有论点,并概述了审议演说所涉及的五大主要主题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.3#2

[b 27] τοῖς δὲ ἐπαινοῦσι 〈καὶ ψέγουσι〉 τέλος τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δ’ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσι, τὸ δίκαιον μὲν καὶ τὸ συμφέρον ἕνεκα τοῦ παρ’ αὑτοῖς κειμένου τέλους, λέγω δὴ τοῦ καλοῦ, τὸ δὲ ἄδικον καὶ βλαβερὸν ἕνεκα τοῦ δεῖξαι, ὅτι αἰσχρὸν τόδε τὸ προκείμενον εἰς ψόγον. [b 29] σημεῖον δὲ τοῦ ταῦτα εἶναι τὰ τέλη τοῖς τρισί, διότι ἐπὶ τῶν δικανικῶν ἀμφισβητήσεων ἐνίοτε ὁ φεύγων ὁμολογεῖ τὸ γεγονὸς ἐκτὸς τῶν στοχαστικῶν ζητημάτων1 καὶ βλαβερὸν εἶναι συντίθεται, οὐ μὴν ἄδικον ὁμολογεῖ ἀποδεικνύων αὐτό2 (εἰ γὰρ συγκατετίθετο καὶ ἄδικον αὐτὸ εἶναι, [b 33] οὐδὲ δικαστηρίων ἔδει), ὁ δὲ διώκων σπεύδει δεῖξαι ἄδικον. ὁ δὲ συμβουλεύων πολλάκις ἄδικον μὲν εἶναι λέγει τὸ περὶ οὗ ἡ συμβουλή, συμφέρον δέ· ὅτι μὲν γὰρ ἄδικον τὸ καταδουλοῦσθαι τοὺς ἀστυγείτονας καὶ μηδὲν βλάπτοντας, συντίθεται, συμβουλεύει δὲ καὶ προτρέπει ὡς ὠφελοῦν τὴν πόλιν. ὁρᾷς, ὅτι τέλος τοῦ συμβουλεύοντος οὐχὶ τὸ δίκαιον καὶ ἄδικον ἀλλὰ τὸ συμφέρον καὶ βλαβερόν. [b 38] πάλιν οἱ ἐπαινοῦντες καὶ ψέγοντες οὐ φροντίζουσιν, εἰ μὴ συμφέρει τὸ γεγονὸς ὡς βλαβερὸν ἢ εἰ συμφέρει, σκοποῦσι δὲ μόνον, εἰ καλόν· εἰ δὲ καὶ βλαβερόν, ἐν ἐπαίνου μοίρᾳ μᾶλλον τοῦτο τιθέασιν, ὅτι τοῦ οἰκείου συμφέροντος ὀλιγωρήσας ὁ ἀριστεὺς τοιοῦτόν τι καλὸν τῇ πόλει περιεποιήσατο, νίκην τυχόν, ἐλευθερίαν, τρόπαια, νόμων παρρησίαν ἢ ἄλλο τι, [1359 a 3] ὁποῖόν τι καὶ Ἀχιλλεὺς ἐποίησε βοηθήσας μὲν Πατρόκλῳ, ὅπερ ἐπαινετὸν καὶ καλόν, πεσὼν δέ, ὃ οὐ συμφέρον. [a 6] φανερὸν δὲ ἐκ τούτων τῶν νῦν εἰρημένων, ὅτι, εἰ τῆς ῥητορικῆς εἴδη τοσαῦτα καὶ μέρη, δεῖ προτάσεις ἔχειν οἰκείας τούτοις καὶ ἐνθυμημάτων εἴδη, ἐξ ὧν τὸ πανηγυρικὸν κατασκευασθήσεται, καὶ ἑτέρας, ἐξ ὧν τὸ δικανικόν, καὶ ἄλλας, ἐξ ὧν τὸ συμβουλευτικόν· [a 7] τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα ῥητορικαί εἰσι πίστεις καὶ προτάσεις· ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ προτάσεών ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμός τις, φημὶ δὴ ῥητορικός, συνεστηκὼς ἐκ τεκμηριωδῶν προτάσεων καὶ εἰκότων καὶ σημείων. [a 11] ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύνατα.3 ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον χρῄζομεν τῶν ἐνθυμημάτων τῶν οἰκείων ἑκάστῳ καὶ καταλλήλων, ἀλλὰ καὶ τῶν κοινῶν· ἐπειδὴ γὰρ περὶ δυνατῶν γενέσθαι συμβουλεύει τις ἢ δικάζεται ἢ πανηγυρίζει, ὅτι οὔτε πανηγυρίζων τις ἐρεῖ πραχθῆναι τὰ ἀδύνατα οὔτε συμβουλεύων ἐρεῖ πραχθήσεσθαι τὰ ἀδύνατα οὔτε ὁ δικαζόμενος ἐρεῖ πεπρᾶχθαι τὰ ἀδύνατα — ἀναλόγως γὰρ τοῖς τρισὶν εἴδεσι τοὺς τρεῖς χρόνους ἀπέδωκεν —, ἐπὶ δὴ τούτῳ χρήζομεν, φησί, τόπων κοινῶν, ἀφ’ ὧν καὶ ὁ πανηγυρίζων καὶ ὁ συμβουλεύων καὶ ὁ δικαζόμενος ἀποδείξουσι δυνατὸν εἶναι τόδε ἢ μή. [a 16] ἔτι δὲ χρῄζομεν τόπων κοινῶν εἰς τὸ δεῖξαι τόδε μέγα ἢ μικρόν, μέγα δὲ ἢ καθ’ αὑτό, ὡς ἡ ἀσέβεια, ἢ πρὸς ἄλλο, ὡς ἡ ἱεροσυλία πρὸς τὴν κλοπήν, καὶ μικρὸν ὁμοίως ἢ καθ’ αὑτό, 〈ὡς〉 τὸ ῥῆξαι τὸ τεῖχος καὶ νίκην ποιῆσαι, ἢ 〈ὡς πρὸς ἄλλο, ὡς ἡ〉 ἱεροσυλία μικρὸν πρὸς τὴν ἀσέβειαν καὶ τὴν εἰς θεοὺς ὕβριν. [a 23] δεῖ τοίνυν ἔχειν τόπους κοινοὺς τοῦ μείζονος καὶ τοῦ ἥττονος, οἷον τί μεῖζον ἀγαθόν, ὅπερ ὀφείλει δεῖξαι διὰ κοινῶν προτάσεων ὁ πανηγυρικός, καὶ τί μεῖζον ἀδίκημα ἢ δικαίωμα, τοῦ δικανικοῦ· ὁμοίως δὲ καὶ περὶ τοῦ συμφέροντος καὶ βλαβεροῦ, τί μεῖζον καὶ τί ἧττον συμφέρον καὶ ποῖον βλαβερὸν καὶ ποῖον μή· ταῦτα γὰρ δηλῶν εἶπε [a 26] καὶ περὶ τῶν ἄλλων. μετὰ ταῦτα διαιρετέον, περὶ τίνων μὲν συμβουλεύει ὁ συμβουλεύων, περὶ τίνων δὲ οἱ ἐπιδεικτικοὶ λόγοι εἰσὶ καὶ περὶ ὧν οἱ δικανικοί· ἐπεὶ γὰρ διωρισάμεθα, πόσα τὰ εἴδη τῆς ῥητορικῆς καὶ τί τὸ τέλος τούτων τῶν τριῶν καὶ πῶς χρήζουσι καὶ κοινῶν τόπων καὶ προτάσεων καὶ εἰδῶν ἐνθυμημάτων οἰκείων καὶ προσφόρων ἑκάστῳ, ῥητέον καὶ περὶ τίνων βουλεύονταί τινες καὶ περὶ τίνων δικάζουσι καὶ περὶ τίνων πανηγυρίζουσι. καὶ νῦν μὲν ἐρεῖ, ὅτι περὶ πέντε τινῶν κυρίως συμβουλεύει ὁ συμβουλεύων, πολέμου καὶ εἰρήνης, ἀλλὰ καὶ περὶ χρημάτων, ὅθεν πορισθήσονται, ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας, πρὸς τούτοις καὶ περὶ τῶν εἰσαγομένων καὶ ἐξαγομένων, ἀλλὰ καὶ περὶ νομοθεσίας· ἐφεξῆς δὲ προϊὼν ἐρεῖ καὶ περὶ τίνων πανηγυρίζουσι καὶ περὶ τίνων δικάζουσι.

而对于称赞[与非难]者而言,目的是高尚与丑陋,这些人也同样采纳其他事物:采纳正义与有益是为了他们既定的目的,我指的是高尚;采纳不义与有害则是为了表明这被提出来供非难的主题是丑陋的。 表明这些是这三者的目的之证据在于:在法庭争辩中,除推测性论题外,被告有时会承认发生的事实,并赞同其是有害的,但他绝不承认其是不义的,而是论证这一点(因为如果他也赞同其是不义的,就根本不需要法庭了),而控告者则力图表明其是不义的。提出建议者则常常说,建议所针对的事情是不义的,但却是有益的;因为他虽然赞同奴役未造成任何损害的邻邦是不义的,但他却作为有利于城邦之事而提出建议并予以劝诱。你看到了吧,提出建议者的目的不是正义与不义,而是有益与有害。 再者,称赞者与非难者并不在乎发生的事实是否因有害而无益,抑或是否有益,而是仅仅考察其是否高尚;如果它甚至是有害的,他们倒反而将其归入称赞之列,理由是英雄忽视了他自身的利益,而为城邦带来了如此高尚的事物,诸如胜利、自由、战利碑、法律下的言论自由或别的什么;正如阿喀琉斯在援助帕特罗克洛斯时所做的那样——这固然是值得称赞且高尚的,但他阵亡了,而这是无益的。 由刚才所说的这些显然可知:如果修辞学的种和部分有如此之多,就必须具有适用于这些种的固有前提以及推论的种,节庆演说将由其中一些构成,法庭演说由另一些构成,审议演说则由再一些构成;因为确证、合情理之事和表征乃是修辞学的说服手段与前提。因为单就一般而言的三段论是由前提组成的,而修辞推论则是某种三段论,我指的正是修辞学的三段论,它由确证性前提、合情理之事和表征组合而成。 “既然不可能的事物既不能被做,也不能已被做成”。他所说的是这样的意思:我们不仅需要适用于每一者且相适合的推论,而且还需要共有的推论。因为既然人们是就可能发生的事物提出建议、诉讼或进行节庆演说——因为进行节庆演说者不会说不可能的事物被做成,提出建议者不会说不可能的事物将被做成,诉讼者也不会说不可能的事物已被做成,因为他依照这三个种相应地分配了三个时间——,他说,正因如此,我们需要共有的论点,节庆演说者、提出建议者和诉讼者都可以依据这些论点来证明某事是可能还是不可能。 此外,我们还需要共有的论点来表明某事是重大还是微小:重大要么是就其自身而言的重大,如不敬;要么是相对于他物而言的重大,如盗窃神庙之于普通偷盗;微小同样要么是就其自身而言的微小,如攻破城墙并取得胜利;要么是相对于他物而言的微小,如盗窃神庙相对于不敬和对诸神的侮慢而言是微小的。 因此,必须具有关于较大与较小的共有论点,例如什么是更大的善,这是节庆演说者必须通过共有前提来表明的;什么是更大的不义或正义之举,这属于法庭演说家;同样关于有益与有害,什么更为有益,什么较少有益,何种事物有害,何种事物无害;因为表明了这些,他说道: “关于其他事物也同样如此”。在此之后必须进行区分:提出建议者是就哪些事物提出建议,演示性言论是关于哪些事物,法庭性言论又是关于哪些事物。因为既然我们已经界定了修辞学的种有多少,这三者的目的为何,以及它们如何既需要共有的论点和前提,又需要适用于且切合于每一者的推论的种,那么就还必须陈述人们就哪些事物进行审议,就哪些事物进行裁判,以及就哪些事物进行节庆演说。现在他将指出,提出建议者主要就五类事物提出建议:战争与和平,此外还有关于财源从何而来,再有关于国土的防御,除这些之外还有关于进出口贸易,以及关于立法;接下来继续前进,他还将陈述人们就哪些事物进行节庆演说,就哪些事物进行裁判。

语法注3 条
  1. 1.0.3ἐκτὸς τῶν στοχαστικῶν ζητημάτων

    介词 ἐκτός 后接属格 τῶν στοχαστικῶν ζητημάτων,构成表示例外的副词短语(“除推测性论题外”)。在推测性论题中,争论的核心在于事实本身是否存在,因此在被告承认发生的事实(ὁ φεύγων ὁμολογεῖ τὸ γεγονός)这一情形中必须将此类争点排除在外。

  2. 1.0.3οὐ μὴν ἄδικον ὁμολογεῖ ἀποδεικνύων αὐτό

    否定小词 οὐ μήν 构成强烈的否定转折(“然而绝不承认……”)。分词 ἀποδεικνύων 作伴随状语修饰 ὁμολογεῖ,表示被告在力图论证该行为并非不义的同时,绝不认可其为不义。

  3. 1.0.3ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύνατα

    此句为引自亚里士多德原文(1359a11)的标目(lemma)。注解者通过接下来的 ὃ λέγει, τοιοῦτόν ἐστιν(“他所说的是这样的意思”)引出下文对该从句含义的阐释与主句补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:11.17-13.3