← 佚名

亚里士多德《修辞学》佚名评注

§88.6-89.7

裁判者的情感偏见与演说者的三要素

对亚里士多德《修辞学》1378a1–28的注释。阐述了审判官的爱憎等情感对裁判的扭曲,演说者若缺乏智慧、美德与善意这三要素所导致的论辩失效,以及分析各情感的三重考察角度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.1#2

[1378 a 1] ἀλλ’ ἢ τὸ παράπαν ἕτερα, οἷον εἰ ὁ κριτὴς ἐχθρός ἐστι τοῦ λέγοντος, κἂν δικαίως τι λέγῃ, ἄδικον τοῦτο φαίνεται τῷ κριτῇ, ἢ κατὰ μέγεθος, ἤγουν ἢ εἰ μέγα δίκαιόν ἐστι, νομισθήσεται τοῦτο μικρόν· ὥσπερ πάλιν, εἰ ἀγαθὸς δοκεῖ τῷ κριτῇ καὶ φιλεῖται αὐτῷ, κἂν ἄδικόν τι λέγῃ ὁ δικαζόμενος, ἕτερον τοῦτο νομίζεται τῷ δικάζοντι ἤτοι δίκαιον ἢ κατὰ μέγεθος ἕτερον, ἤτοι ἢ κἂν μικρὸν ᾖ ὃ λέγει δίκαιον, μέγα τοῦτο νομίζεται τῷ φιλοῦντι δικαστῇ. [a 1] τῷ γὰρ φιλοῦντι τὸν ἄνθρωπον, περὶ οὗ ποιεῖται τὴν κρίσιν ἤτοι περὶ οὗ κρίνει, ἢ οὐκ ἀδικεῖν δόξει ὅλως αὐτὸν ἢ μικρὰ ἀδικήσει,1 εἰ δὲ μισεῖ ὁ κριτὴς τὸν λέγοντα, μεγάλως ἀδικήσει. [a 3] καὶ τῷ μὲν ἐπιθυμοῦντι κτήσασθαί τι καὶ ἐλπίζοντι τοῦτο λαβεῖν, εἰ καὶ τοῦτο, ὃ ἐλπίζει λαβεῖν, ἡδὺ δοκεῖ αὐτῷ, φαίνεται τοῦτο τῷ ἐπιθυμοῦντι αὐτῷ καὶ ἔσεσθαι ἤτοι προσγενέσθαι καὶ κτηθῆναι αὐτῷ καὶ ἀγαθὸν ἔσεσθαι· τῷ δὲ ἀπειθεῖ ἤτοι τῷ μισοῦντί τι τοὐναντίον, ἤτοι οὐδὲ ἐλπίζει τοῦτο κτηθῆναι αὐτῷ ποτε. [a 8] τὸ ἔξω τῶν ἀποδείξεων ἀντὶ τοῦ χωρὶς τῶν ἀποδείξεων. [a 9] ἢ διὰ ταῦτα πάντα διαψεύδονται 〈ἢ διὰ τούτων τι〉, ἤτοι εἰ μὴ πάντα ταῦτα ἔχει, ἤτοι καὶ ἀρετὴν καὶ φρόνησιν καὶ εὔνοιαν, ἀλλ’ ἓν ἀπ’ αὐτῶν λείψει, οὐ τὰ ἀληθῆ ὁ ῥήτωρ οὗτος ἐρεῖ· κἂν γὰρ ἐνάρετος ᾖ καὶ εὔνους, οὐ φρόνιμος δέ, δι’ ἀφροσύνην οὐκ ὀρθῶς ἐρεῖ· ἢ δοξάζουσι μὲν καὶ νοοῦσιν ὡς φρόνιμοι τὸ ἀληθές, διὰ δὲ μοχθηρίαν καὶ πονηρίαν οὐ δοκοῦσι λέγειν τὰ ἀληθῆ· ὑποπτεύονται γὰρ τοῖς ἀκροαταῖς ὡς πονηροὶ καὶ φυλάττονται. [a 12] ἢ φρόνιμοι μέν εἰσι καὶ ἐπιεικεῖς ἤτοι ἀγαθοί, ἀλλ’ οὐκ εὐνόητοι τῇ πόλει, καὶ διὰ τοῦτο ἐνδέχεται καὶ εἰκός ἐστιν αὐτούς, κἂν γινώσκωσι τὸ ἀληθές, μὴ συμβουλεῦσαι αὐτό. [a 17] ἐκ τῶν περὶ τὰς ἀρετὰς διῃρημένων ἢ ἐνταῦθα ἢ ἐν τοῖς Ἠθικοῖς. [a 18] ἐκ τῶν αὐτῶν γὰρ τόπων ὁρμώμενός τις καὶ ἑαυτὸν δείξει ἀγαθὸν καὶ ἕτερον. [a 20] τὰ δὲ πάθη, καθ’ ἃ μεταβάλλοντες καὶ ἀλλοιούμενοι οἱ ἀκροαταὶ καὶ οἱ κριταὶ πρὸς τὰς κρίσεις διαφέρουσιν ἤτοι οὐκ ὀρθῶς ἀποφαίνονται, ταῦτά εἰσιν, οἷς ἕπεται λύπη καὶ ἡδονή. [a 25] καὶ ἐπὶ ποίοις πράγμασιν ὀργίζονται· εἰ γὰρ τὸ μὲν ἓν ἀπὸ τούτων τῶν τριῶν ἔχοιμεν ἢ τὰ δύο, τὸ δὲ ἕτερον οὐκ ἔχοιμεν, οὐκ ἂν ὀργισθῶμεν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἤτοι καὶ ἐλέους καὶ φόβου τρία εἰσί, καθ’ ἅ τις παρακινεῖται πρὸς φόβον ἢ ἔλεον. [a 28] ὥσπερ οὖν διεγράψαμεν καὶ διετυπώσαμεν τὰς προτάσεις ἐπὶ τῶν εἰρημένων, οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν ποιήσωμεν καὶ διέλωμεν ταῦτα, ἐν τίσι καὶ ποίοις θεωροῦνται.2

[1378 a 1] “而是要么完全不同”,例如如果审判官是说话者的仇敌,即使他说了公正的话,这对审判官来说也显得是不公正的;“要么在程度上”,也就是说,或者即使那是极大的公正,这也会被认为是微不足道的。正如反过来,如果他在审判官看来是善良的并受到审判官的喜爱,即使诉讼人说了不公正的话,这对审理者来说也会被认为是不同的,即公正的,或者在程度上是不同的,也就是说,即使他所说的是微小的公正,这对喜爱他的审判官来说也会被认为是重大的。[a 1] 因为对于喜爱那个他对其做出裁判(即对其进行审理)之人的人而言,他要么会显得完全没有行不义,要么会显得只犯了微小的过错;但如果审判官憎恨说话者,他就会显得犯了极大的罪过。[a 3] 而对于渴望获得某物并期望得到它的人来说,如果他期望得到的这物在他看来是令人愉悦的,那么在这位渴望它的人看来,这物既会实现——即附加给他并被他获得——并且也会是好的;但对于怀疑不信的人,即憎恨某物的人来说,情况正好相反,也就是他甚至根本不指望这物会被他获得。[a 8] “在论证之外”代替了“没有论证”。[a 9] “或者因这一切而产生谬误〈或者因其中之一〉”,也就是说,如果他不同时具备这一切——即美德、实践智慧和善意——而是缺少其中之一,这位修辞学家就不会说出真话。因为即使他有美德且怀有善意,但若缺乏明智,就会因愚昧而无法正确言说;或者他们作为明智者确实判断并理解了真理,但由于卑劣和恶劣,他们显得没有说出真话;因为他们在听众看来是恶劣的可疑分子,因而受到防备。[a 12] “或者他们虽是明智且温和公允(即善良)的”,却对城邦没有善意,因此他们即使明知真理,也有可能且很可能会不去对此提出建议。[a 17] “从关于美德所区分的内容”,要么在这里,要么在《伦理学》中。[a 18] 因为从相同的论题出发,人可以把自己和他人展现为善良的。[a 20] 而听众和审判官们依之发生转变与变质,从而在裁判上产生分歧(即未能做出正确判定)的情感,就是那些伴随痛苦与快乐的情感。[a 25] “以及因何种事物而发怒”;因为如果我们具有这三者中的一者或两者,却没有另一者,我们便不会发怒;在其他情感上,即怜悯和恐惧上也是如此,存在着据以促使人走向恐惧或怜悯的三者。[a 28] 因此,正如我们对前面所言之事记录并描画了前提那样,让我们对这些情感也同样行事,并划分它们:它们在哪些人身上以及在何种事物中被考察。

语法注2 条
  1. 2.0.1τῷ γὰρ φιλοῦντι τὸν ἄνθρωπον, περὶ οὗ ποιεῖται τὴν κρίσιν ἤτοι περὶ οὗ κρίνει, ἢ οὐκ ἀδικεῖν δόξει ὅλως αὐτὸν ἢ μικρὰ ἀδικήσει

    τῷ φιλοῦντι 作判断者的与格。不定式 οὐκ ἀδικεῖν 的逻辑主语是前面的宾格 τὸν ἄνθρωπον(或代词 αὐτόν)。在后半句(ἢ μικρὰ ἀδικήσει)中构词发生了向直陈语气将来时的转折,但主语依然指同一位受审者。

  2. 2.0.1ἐν τίσι καὶ ποίοις θεωροῦνται

    在介词 ἐν 所管辖的两个疑问词中,τίσι 为阳性(“在哪些人身上”),ποίοις 为中性(“在何种事物中”)。这反映了紧接在前文(1378a24–25)所确立的分析情感的三要素中的两项(何种心理状态、对谁、因何事)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:88.6-89.7