- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:87.2-88.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节是对亚里士多德《修辞术》第二卷开头(1377b16–1378a)的注释,重申了修辞推论的前提源于三种演说类型,并阐明说服不仅依靠论证的有力,还在于确立说话者自身的品格展现(ethos)以及调动听众和审判官的情感(pathos)。
1. Καὶ ποῖαι δόξαι ἤτοι ὑπολήψεις, ἤτοι καὶ ποίαν ὑπόληψιν ἔχοντες περὶ τοῦ λέγοντος οἱ δικασταὶ ἢ πρὸς οἶκτον κινοῦνται ἢ πρὸς ὀργὴν ἢ πρὸς φόβον καὶ πιστεύουσι καὶ τῷ λέγοντι κατ’ αὐτοῦ. [1377 b 18] προτάσεις δὲ λέγει τὰ ἐνθυμήματα.1 τὰ γὰρ ἐνθυμήματα ὥρμηνται ἐκ τούτων ἤτοι τοῦ δικαίου, τοῦ καλοῦ, τοῦ συμφέροντος, καὶ περὶ τὰ αὐτὰ στρέφονται, ἤτοι δίκαιον, καλόν, συμφέρον. [b 20] περὶ ἕκαστον γένος ἤτοι εἶδος τῶν λόγων, τοῦ τε δικανικοῦ φημι καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ, πλὴν ἰδίᾳ καὶ ἰδίᾳ μέλλω θεωρεῖν τὸ καλὸν καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον τὸ ἐν τῷ συμβουλευτικῷ καὶ ἰδίᾳ τὸ καλὸν καὶ τὸ δίκαιον τὸ ἐν τῷ δικανικῷ καὶ ἰδίᾳ τὸ ἐν τῷ πανηγυρικῷ· καὶ γὰρ οἱ ἀκροαταὶ κρίνουσι καὶ τὰς συμβουλὰς ἐπὶ τοῦ συμβουλευτικοῦ· ἀλλὰ καὶ ἡ δίκη ἤτοι τὸ δικανικὸν ἐν κρίσει ἐστί. [b 22] δεῖ μὴ μόνον θαρρεῖν εἰς τὸ πείθειν, εἰ ὁ λόγος ἤτοι ὁ δικανικὸς ἢ ὁ συμβουλευτικὸς ἢ ὁ πανηγυρικὸς ἀποδεικτικός ἐστι καὶ ἰσχυρός, ἀλλὰ κατασκευάζειν καὶ δεικνύειν καὶ εὔνουν ποιόν τινα ἤτοι ἀγαθὸν καὶ φιλαλήθη καὶ εὔνουν τῇ πόλει καὶ τὸν κριτὴν ποιὸν2 ἤτοι εἰς ὀργὴν κινῆσαι κατὰ τοῦ ἀντιδίκου ἢ οἶκτόν σου λαβεῖν· εἰ γὰρ λόγος ἐστὶν ἰσχυρός, πονηρὸς δὲ δοκεῖ τοῖς ἀκροαταῖς, οὔπω ἰσχύσεις πεῖσαι τὸν κριτὴν πιστεῦσαί σοι ἢ τοὺς ἀκροατὰς ὡς ἐχθρῷ ἢ τῇ πόλει ἢ τῷ ἀντιδίκῳ. [b 25] πολὺ γὰρ διαφέρει καὶ συμβάλλεται εἰς πίστιν τὸ δεικνύειν ἑαυτὸν ποιόν τινα ἢ τὸν κριτήν, κυρίως μὲν καὶ πρώτως ἐν ταῖς συμβουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις ἤτοι τῷ δικανικῷ τό τε φαίνεσθαι τὸν λέγοντα ποιόν τινα ἤτοι εὔνουν ἢ ἀγαθὸν ἢ πονηρὸν καὶ τὸ τοὺς κριτὰς ὑπολαμβάνειν ἔχειν αὐτὸν τὸν λέγοντά πως ἤτοι διακεῖσθαι ἢ ἐχθρωδῶς ἢ φιλίως καὶ ἀγαθῶς πρὸς αὐτοὺς τοὺς κριτάς. [b 28] πρὸς δὲ συμβάλλεται εἰς πίστιν,3 καὶ ἐὰν αὐτοὶ οἱ ἀκροαταὶ τυγχάνωσι διακείμενοί πως πρὸς αὐτόν· ἢ γὰρ οἰκτείρουσιν αὐτὸν ἢ ὀργίζονται κατ’ αὐτοῦ καὶ διὰ τοῦτο οὐκ ἄν ποτε αὐτῷ πιστεύσωσι. [b 30] τὸ δὲ διακεῖσθαί πως τὸν ἀκροατὴν ἤτοι ἢ ὀργίλον κατὰ τοῦ λέγοντος ἢ περίφοβον ἢ φιλίως συμβάλλεται εἰς τὸ δικανικόν.
1. “以及何种看法,即预设”,意思是审判官们对说话者抱有何种预设,从而要么被引发怜悯,要么被引发愤怒或恐惧,并且也信任反驳他而说话的人。[1377 b 18] 他所说的“前提”是指修辞推论;因为修辞推论取材于这些,即正义、崇高与有益,并围绕着这些同样的事物打转,即正义、崇高与有益。 [b 20] 论及每一种属,即演说的种类——我是指法庭演说、审议演说与节日演说——只是我打算分别考察审议演说中的崇高、正义与有益,分别考察法庭演说中的崇高与正义,并分别考察节日演说中的那个;因为听众在审议演说中也对劝告做出裁判,但诉讼即法庭演说也在于裁判。 [b 22] 不仅应当指望在演说(无论法庭演说、审议演说还是节日演说)具有论证性且有力时去说服,而且还应当把[自己]塑造成并展现为怀有善意的某种品质的人,即善良、热爱真理且对城邦怀有善意的人,并将审判官塑造成具有某种状态,即激发他对对手的愤怒或让他对你产生怜悯;因为如果演说有力,但在听众看来[说话者]是恶劣的,你就还没有能力说服审判官或听众去信任你,因他们将你视为要么对城邦要么对对手怀有敌意之人。 [b 25] 因为将自己或审判官展现为某种品质,对说服有极大的差别并做出贡献,主要且首要是在审议演说中,其次也是在诉讼即法庭演说中:即说话者显现为某种品质,即怀有善意、善良或恶劣,以及审判官们认为说话者本人处于某种状态,即对待审判官们自身要么怀有敌意,要么怀有友善与善意。 [b 28] 此外,若听众自身恰好对他处于某种态度,也对说服做出贡献;因为他们要么怜悯他,要么对他发怒,并因此绝不会信任他。[b 30] 而听众处于某种状态——即要么对说话者发怒,要么畏惧,要么友善——对法庭演说做出贡献。
- 2.0.1προτάσεις δὲ λέγει τὰ ἐνθυμήματα
在谓语动词 λέγει(“意指/称为”)支配下,中性复数宾格 τὰ ἐνθυμήματα 作直接宾语,而阴性复数宾格 προτάσεις 倒置于句首充当宾语补足语(“他所说的‘前提’是指修辞推论”)。这一语序是将引自亚里士多德原文(1377b18)的词语置于句首所致。
- 2.0.1ἀλλὰ κατασκευάζειν καὶ δεικνύειν καὶ εὔνουν ποιόν τινα ... καὶ τὸν κριτὴν ποιὸν
在受 δεῖ 支配的不定词 κατασκευάζειν 与 δεικνύειν 之后,句法上省略了反身代词 ἑαυτόν 作为宾语。短语 εὔνουν ποιόν τινα(作为具有善意的某种品质者)充当其补足语,并与随后的 καὶ τὸν κριτὴν ποιόν(“以及使审判官处于某种状态”)形成并列。后文 b 25 处的 τὸ δεικνύειν ἑαυτὸν ποιόν τινα ἢ τὸν κριτήν 证实了这一省略结构。
- 2.0.1πρὸς δὲ συμβάλλεται εἰς πίστιν
短语 πρὸς δέ 充当副词性连词,意为“此外、更加”。介词 πρός 不带从属名词,而是独立与 δέ 连用,构成惯用连接表达,在上一句(展现说话者品格)的基础上引出听众自身的情感状态这一促成说服的新要素。
